Ἐφ' ὧν οὖν ἤτοι γ' ὕλης ἢ δυνάμεως ἡ χορηγία διαφθείρεται, πιθανῶς ἄν τις λέγοι βεβλάφθαι τὴν ἐνέργειαν ἀβλαβοῦς φυλαττομένου τοῦ ποιοῦντος αὐτὴν μορίου. τὸ δ' ὑπὸ χυμῶν ἢ ἀτμῶν ἑτέρωθεν ἡκόντων εἰς αὐτὸ βλαπτόμενον οὐκ ἂν εἰκότως ἀπαθὲς | εἶναι λέγοιτο· πιθανῶς δ' οὐδὲν ἧττον ἄν τις λέγοι κἀπὶ τῶν στερισκομένων ὕλης τινὸς ἢ δυνάμεως βεβλάφθαι τὸ μόριον, εἴ γε ἐν τῷ παραλαμβάνειν ταῦτα τὴν κατὰ φύσιν εἶχε διοίκησιν. ὥστε κἀκ τῆς τοιαύτης εἰς ἑκάτερον ἐπιχειρήσεως ἄχρηστος φαίνεται τῶν λογικῶν προβλημάτων ἡ σκέψις οὐδὲν οὔτ' εἰς τὴν διάγνωσιν τῶν παθῶν οὔτ' εἰς τὴν ἴασιν οὔτ' εἰς τὴν τῶν ἀποβησομένων πρόγνωσιν ὠφελοῦσα. θέασαι γοῦν, ὅπως ἐγὼ μηδ' ἁψάμενος αὐτῆς διηγήσομαι θεραπείαν ἐκ τῆς τοῦ πεπονθότος τόπου γνώσεως εὑρεθεῖσαν. Ἔχων τις ἐπικείμενον φάρμακον τοῖς τρισὶ δακτύλοις τῆς χειρὸς ἔφασκε τριάκονθ' ἡμερῶν ἤδη τὴν αἴσθησιν αὐτῶν ἀπολωλέναι τῆς κινήσεως ἀβλαβοῦς φυλαττομένης ὀνίνασθαί τε μηδὲν ὑπὸ τῶν ἐπιτιθεμένων φαρμάκων. ὅπερ οὖν εἴωθα ποιεῖν ἐπὶ τῶν τοιούτων οὐδὲ τότε παρέλιπον, ἀλλ' ἠρώτησα καλέσας τὸν προνοούμενον αὐτοῦ τῶν δακτύλων ἰατρόν, ὁποίοις τισὶν εἴη χρησάμενος φαρμάκοις. ὡς δὲ τοῖς προσήκουσιν εὗρον, ἐζήτουν τὴν αἰτίαν τοῦ μηδὲν ὠφελεῖσθαι τὸν ἄνθρωπον | ἠρώτων τε τὰ προηγησάμενα συμπτώματα. τοῦ δὲ μήτε πληγήν τινα μήτε ψῦξιν μήτε φλεγμονὴν αὐτῷ προηγήσασθαι φάντος, ἀλλ' ἐκ τοῦ κατὰ βραχὺ τὴν αἴσθησιν ἀπολέσθαι θαυμάζων πάλιν ἠρόμην, εἰ μὴ τῶν ἀνωτέρω τι μορίων ἐπλήγη. τοῦ δὲ κατὰ μὲν τὴν χεῖρα μηδὲν εἰπόντος, ἐν ἀρχῇ δὲ τοῦ μεταφρένου πληγῆναι φάσκοντος αὖθις ἠρόμην, ὅπως τε καὶ ὁπότ' ἐπλήγη. καὶ μέντοι καὶ ἀποκρινομένου κατὰ τὴν εἰς Ῥώμην ὁδὸν ἡνίκ' ἐξέπεσε τοῦ ὀχήματος εἶναί τε τὸν χρόνον οὐ πολὺ πρότερον ἢ τοὺς δακτύλους ἄρξασθαι πάσχειν, ἐτεκμηράμην ἐν τῇ πρώτῃ τοῦ μετὰ τὸν ἕβδομον σπόνδυλον νεύρου διεκπτώσει μόριόν τι φλεγμῆναν ἐπὶ τῇ πληγῇ σκιρώδη διάθεσιν ἐσχηκέναι. Τοῦτο δ' ἐνόησα μεμαθηκὼς διὰ τῆς ἀνατομῆς, ὅτι τὰ νεῦρα κατὰ περιγραφὴν μὲν ἰδίαν, ὡς αἱ φλέβες, ἐκφυόμενα φαίνονται, καὶ δόξαις ἂν ἀκριβῶς ἓν ἕκαστον αὐτῶν ὑπάρχειν, ὥσπερ καὶ τὴν φλέβα· τὰ δ' ἐστὶν εὐθέως ἀπὸ τῆς ἀρχῆς πολλὰ σφιγγόμενα ἅπαντα καὶ συνεχόμενα κοινοῖς περιβλήμασιν ἀπὸ τῶν μηνίγγων ἐκπεφυκόσιν. καὶ τοίνυν τοῦ τελευταίου τῶν ἐκ τοῦ τραχήλου | νεύρων ἡ ταπεινὴ μοῖρα πρὸς τοὺς μικροὺς ἀφικνεῖται δακτύλους εἰς τὸ περιέχον αὐτοὺς διασπειρομένη δέρμα καὶ προσέτι τοῦ μέσου δακτύλου τὸ ἥμισυ μέρος· ὅπερ δὴ καὶ θαυμασιώτατον ἐδόκει τοῖς ἰατροῖς, ὅτι τὸ ἥμισυ μόνον ἐφαίνετο πεπονθός· ἐμὲ δ' αὐτὸ τοῦτο προσῆγε μᾶλλον, ὡς ἐκεῖνο μόνον εἴη τὸ μέρος τοῦ νεύρου πεπονθός, ὃ κατὰ τὸν πῆχυν ἀποφυόμενον αὐτοῦ τελευτᾷ πρὸς τοὺς εἰρημένους δακτύλους. ἀπορρῖψαί τε κελεύσας τὸ φάρμακον, ὃ κατ' αὐτῶν ἐπέκειτο, κατ' ἐκεῖνο μάλιστα τῆς ῥάχεως ἐπέθηκα τὸ μέρος, ὃ τὴν ἀρχὴν εἶχε τοῦ πάσχοντος μορίου. καὶ οὕτως συνέβη, καθάπερ ἐδόκει τοῖς ὁρῶσι, θαυμάσιόν τε καὶ παράδοξον, οἱ τῆς χειρὸς δάκτυλοι διὰ τῶν ἐπιτιθεμένων τῇ ῥάχει φαρμάκων θεραπευόμενοι.