Ἀλλὰ καὶ τῶν παθῶν αὐτῶν ἐν μὲν τοῖς ἐκκρινομένοις ἴδια σημεῖα· τοῦ μὲν ἕλκους ἐφελκίς, αἱ δὲ ψαμμώ| δεις ὑποστάσεις λιθιάσεως, αἱ δὲ τοῖς τῆς κολοκύνθης σπέρμασιν ἐκκρίσεις ὅμοιαι πλατείας ἕλμινθος. Ἀπὸ δὲ τῶν τόπων αὐτῶν ἔνδειξις τοῦ νοσήματος γίνεται διὰ τό τινας μὲν μόνους πάσχειν ἐκεῖνο τὸ νόσημα, τινὰς δὲ μόνους μὴ πάσχειν. ὑποχέονται μὲν γὰρ οἱ ὀφθαλμοὶ μόνοι, λιθιῶσι δὲ νεφροὶ καὶ κύστις, ὡς δ' ἔνιοί φασι, καὶ κῶλον, ἕλμινθες δ' ἐν ἐντέροις γίνονται. τὴν καρδίαν δ' αὖ πάλιν ἀδύνατον ἀπόστημα παθεῖν, ὥσπερ οὐδ' ὀδυνηθῆναι πνεύμονί τε καὶ συνδέσμοις. ἀπὸ δὲ τῆς τῶν συμπτωμάτων ἰδιότητος ἔνδειξις γίνεται τοῦ πάθους ἐν τοῖσδε· γρυποῦνται μὲν οἱ ὄνυχες ἐπὶ ταῖς φθινώδεσι νόσοις, ἄλογον δὲ ῥῖγος ἅμα πυρετῷ σημεῖόν ἐστι φλεγμονῆς μεταβαλούσης εἰς ἐμπύημα. μελαινομένη δὲ γλῶττα καυσώδους πυρετοῦ σημεῖον, ὥσπέρ γε καὶ ἡ τοῦ χρώματος ἰδιότης ἐν ὅλῳ τῷ σώματι δι' ἧπαρ μὲν ἑτέρα, διὰ σπλῆνα δὲ ἄλλη μὴ δυναμένη λαθεῖν τὸν ἐπιστήμονα, καθάπερ οὐδ' ἡ δι' αἱμορροΐδας. Ἔστι δ' ὀλίγα πάνυ τῶν παθῶν αὐτῶν ἴδια σημεῖα χωρὶς τοῦ συνενδείκνυσθαι τὸν πεπονθότα τόπον. αἱ μὲν γὰρ τῆς ἐνεργείας βλάβαι | μόνον δηλοῦσι τὸ πεπονθὸς μόριον, αἱ δ' ἐν αὐταῖς διαφοραὶ τὸ πάθος αὐτοῦ. μόνα τοίνυν ἐκεῖνα τῶν παθῶν ἐστιν ἴδια σημεῖα τὰ κατά τι συμβεβηκὸς αὐτοῖς ἑπόμενα. φανεῖται δέ σοι τοῦτο σαφέστερον ἐν ὅλῃ τοῦ λόγου τῇ διεξόδῳ. φανεῖται δὲ καὶ τὰ κοινὰ πάθους τε ἅμα καὶ τόπου πάσχοντος ἢ δυοῖν παθοῖν ἢ μορίοιν δυοῖν. 6. Ἐν δὲ τῷ παρόντι τὸν περὶ τῶν ἰδιοπαθούντων τε καὶ συμπαθούντων λόγον ἔγνωκα προσθείς, ἐπ' αὐτῷ καταπαῦσαι τὸ βιβλίον ἀναμνήσας πρότερον, ὡς τὴν ὑπὸ τῶν ἄλλων ἰατρῶν ὀνομαζομένην πρωτοπάθειαν οἰκειότερον ἔφην ἰδιοπάθειαν ὀνομασθήσεσθαι. διαφέρει γε μὴν οὐδέν, οὐδ' εἰ πρωτοπάθειάν τις αὐτὴν καλεῖ· βέλτιον γὰρ οὐ περὶ τῶν ὀνομάτων ἐρίζειν, ἀλλὰ τῶν πραγμάτων ἐπίστασθαι τὰς διαφοράς.