Ἀπὸ μὲν οὖν τῆς βεβλαμμένης ἐνεργείας ἡ ἔνδειξις τοῦ πεπονθότος μορίου γίνεται κατὰ τόνδε τὸν τρόπον. εἴ τινι σύμπτωμά τι τῆς κατὰ τὸ βλέπειν ἐνεργείας ἐστίν, ὀφθαλμὸς ἐξ ἀνάγκης ἐκείνῳ πάσχειν συμβήσεται· πότερον δὲ κατ' ἰδιοπάθειαν ἢ κατὰ συμπάθειαν ἢ κατ' ἄμφω, δεύτερον ἂν εἴη σκέμμα. τῇ δὲ τῶν ἐκκρινομένων ἰδέᾳ διαγινώσκεται τὸ πεπονθὸς μόριον, ὡς ἔμπροσθεν | εἴρηται, διά τε τῶν τῆς οὐσίας αὐτοῦ μερῶν καὶ τῶν περιεχομένων ἐν αὐτῷ. καὶ μὴν καὶ ἡ θέσις ἱκανὴ συνενδείξασθαι τὸ πεπονθός· ὄγκος γοῦν σκληρὸς ἐν περιγραφῇ κατὰ τὸ δεξιὸν ὑποχόνδριον οὐ σπληνός, ἀλλ' ἥπατος γνώρισμά ἐστι πάσχοντος· ὥσπέρ γε καὶ κατὰ τὸ ἀριστερὸν οὐχ ἥπατος, ἀλλὰ σπληνός. ὁμοίων τε τῶν ἐκκρινομένων ὄντων ἡ θέσις ἐνίοτε συνενδείκνυται τὸ πάσχον. εἰ γοῦν ὑμενώδους χιτῶνος ἐκκριθείη μόριον, ὅτι μὲν ἕλκωσίς ἐστί που, δηλώσει· τὸ δ' ὁποίου μορίου, παρὰ τῆς θέσεως διδαχθήσῃ. τὸ μὲν γὰρ ἐμούμενον ἤτοι τῆς γαστρὸς ἢ τοῦ στομάχου τὸ πάθος εἶναι σημαίνει· τὸ δ' ἀναβησσόμενον ἤτοι τοῦ λάρυγγος ἢ τοῦ πνεύμονος ἢ τῆς τραχείας ἀρτηρίας· τὸ δὲ μετὰ τοῦ χρέμψασθαι τῆς φάρυγγος· εἰ δ' οὐρηθείη, τῆς οὐρήθρας αὐτῆς· εἰ δὲ δι' ἕδρας ἐκκριθείη, τῶν ἐντέρων τινός· εἰ δὲ δι' αἰδοίου γυναικείου, τῶν κατὰ τὴν μήτραν. Ὅτι δὲ καὶ τῶν ὀδυνῶν ἑκάστη κατὰ τὴν θέσιν ἐνδείκνυται τὸ πεπονθὸς μόριον, εὔδηλον. οὕτως γέ τοι καὶ τὰ προειρημένα διορίζεται· σημείων γὰρ φανέντων ἕλκους ἐν ἐμέτῳ, σκεπτέον ἐστί, πότερον ἐν | τοῖς πρόσω μέρεσιν κατὰ τὸ ὑποχόνδριον ἢ κατὰ τὸ μετάφρενον ὄπισθεν ὀδύνη τίς ἐστιν. διορισθήσεται δὲ τῆς μὲν ἔμπροσθεν ὀδύνης κατὰ τὴν γαστέρα, τῆς δ' ὀπίσω κατὰ τὸν στόμαχον γινομένης. ἀλλὰ καὶ αὐτῆς τῆς γαστρὸς τὸ στόμα τοῦ κύτους ὡσαύτως διορισθήσεται, εἰ τῶν καταπινομένων δριμέων τὰ μὲν ἐν τῷ στόματι τῆς γαστρὸς ἐργάζοιτο τὴν δῆξιν ἢ κατωτέρω, τὰ δ' ἐν τῇ κατὰ τὸν θώρακα διόδῳ· τὰ γὰρ τοιαῦτα πάντα τῇ θέσει διορίζεται, καθάπερ ἄλλα τῇ τῆς ὀδύνης ἰδέᾳ. λεχθήσεται δ' ἐπὶ πλέον ὑπὲρ ἀλγημάτων ἐν τῷ δευτέρῳ γράμματι. νυνὶ δ' ἤδη καιρὸς εἰπεῖν τι παράδειγμα τῆς ἀπὸ τῶν οἰκείων συμπτωμάτων ἐνδείξεως τόπου πεπονθότος. ἔμπροσθεν μὲν οὖν ἑκάστου τῶν ἐπιφυομένων τοῖς ἕλκεσιν ἰδίαν ἔνδειξιν ἐλέγομεν εἶναι, νυνὶ δὲ καὶ τὰ τοιαῦτα προσκείσθω· ἀσώδεις μὲν ἐπὶ στόματι γαστρὸς πάσχοντι γίνονται, πλύματι δὲ κρεῶν ὅμοια κενοῦται κάτω δι' ἀτονίαν ἥπατος. ἐρυθρὰ δὲ τὰ μῆλα γίνεται τοῖς περιπνευμονικοῖς.