Ἐκ γὰρ τῆς τῶν τοιούτων ἁπάν| των ἐπισκέψεως ἅμα τῇ τῶν ἐσθιομένων ὁσημέραι πείρᾳ δυνήσεταί τις ἀκριβῶς εὑρεῖν οὐ μόνον τὸν πεπονθότα τόπον, ἀλλὰ καὶ τὴν διάθεσιν αὐτοῦ. χρησιμωτέρα γὰρ ἡ τοιαύτη γνῶσίς ἐστι, παρ' ὅσον ἡ τῆς θεραπείας ἰδέα κατ' αὐτὴν τυποῦται. τὴν γοῦν θερμὴν διάθεσιν ἀεὶ μὲν ψυκτέον ἐστίν, ἐν ὁποίῳ ποτ' ἂν εἴη χωρίῳ· τὸ δὲ ἄχρι πόσου ψυκτέον τίνα τε τρόπον ἢ διὰ τίνος ὕλης, ὁ πεπονθὼς συνενδείκνυται τόπος. Εἰ μὲν οὖν αὐτὸ δὴ τοῦτο μόνον εἴη, δυσκρασία τις ἐν τῷ σώματι τῆς γαστρὸς αὐτῷ ψύχων μὲν τὴν θερμήν, θερμαίνων δὲ τὴν ψυχράν, ὠφελήσεις αὐτίκα τὸν ἄνθρωπον. ἔσται δέ σοι καὶ τῆς ὑπολήψεως, ἣν ἔσχες οὐ ψιλὴ δόξα μόνον, ἀλλ' ἐπιστήμη σαφής, καὶ μᾶλλον, ἐὰν ἑκατέρωθεν αὐτὴν βασανίσῃς, ἐπὶ μὲν τοῖς ψύχουσι φαρμάκοις τε καὶ διαιτήμασιν ὠφελούμενον ὁρῶν τὸν ἄνθρωπον, ἐπὶ δὲ τοῖς θερμαίνουσι βλαπτόμενον ἢ ἔμπαλιν ἐπὶ μὲν τοῖς θερμαίνουσιν ὠφελούμενον, ἐπὶ δὲ τοῖς ψύχουσι βλαπτόμενον. Ἐὰν δὲ χυμός τις ᾖ περιεχόμενος ἐν αὐτοῖς τοῖς χιτῶσι τῆς κοιλίας, αἱ μὲν ναυτίαι χωρὶς ἐμέτου γενήσονται κεναὶ σπαράττουσαι | μόνον, οὐ μὴν ἐκκενοῦσαί γέ τινα χυμόν, ὡς ἐφ' ὧν ἐν αὐτῷ περιείχετο τῷ κύτει τῆς γαστρὸς κατὰ τὴν ἔνδον αὐτῆς εὐρυχωρίαν· αἱ δ' ἐρυγαὶ τοῖς μὲν ὀξώδεις ἔσονται, τοῖς δὲ κνισώδεις. ὠφελήσει δὲ τοὺς μὲν τὸ διὰ τριῶν πεπέρεων φάρμακον ἤ τι τοιοῦτον δι' ὕδατος ἢ οἴνου ποθέν, τοὺς δ' ἑτέρους ἀψίνθιόν τε καὶ ἡ διὰ τῆς ἀλόης ἱερά, καλοῦσι δ' αὐτὴν ἔνιοι καὶ πικράν. ἐὰν οὖν εὐθέως ἅμα τῇ πρώτῃ πείρᾳ φαίνηται πρὸς τῶν οἰκείων φαρμάκων ἡ ὠφέλεια σαφὴς ἑκατέρῳ τῷ χυμῷ γεγενημένη, τήν τε διάγνωσιν ἐπιστημονικὴν ἕξεις ἤδη τήν τε τῆς θεραπείας ὑφήγησιν ὡς ἐπιμένοντα τοῖς αὐτοῖς ἐκθεραπεῦσαι τὸν ἄνθρωπον, ἐὰν δὲ ἐπὶ τοῖς ὠφελεῖν εἰθισμένοις φαρμάκοις ἑκατέραν τὴν διάθεσιν ἀκολουθήσῃ ποτὲ βλάβη, περὶ τὴν διάγνωσιν εὑρήσεις ἐσφαλμένον σαυτόν. ἡ γάρ τοι βεβαιοτάτη γνῶσις ἁπασῶν τῶν τοιούτων διαθέσεων γίνεται τοῖς ἀκριβῶς ἐπισταμένοις, ὑφ' ὧν ἰαμάτων ἑκάστη καθίσταται. Ἐγὼ γοῦν ἐνίους τῶν ὀνομαζομένων κωλικῶν ἰασάμην τῇ πόσει τοῦ διὰ τῆς ἀλόης φαρμάκου τεκμηράμενος μὲν ἀναπεπόσθαι δακνώδη χυμὸν εἰς τοὺς χιτῶ| νας τοῦ πεπονθότος ἐντέρου, δοὺς δὲ τοῦ φαρμάκου, διότι πάντως ἠπιστάμην ὑπ' αὐτοῦ τὴν τοιαύτην διάθεσιν ὠφεληθησομένην· ὡς δ' ὠφελήθη γνούς, ὅτι καλῶς ἐστοχασάμην, πλέον ἐδίδουν αὐτῆς. ἀλλ' ἐκ τίνος γε τὴν ἐλπίδα ταύτην ἔσχον, ἄμεινον εἰπεῖν. ἑώρων τὸν ἄνθρωπον ἐπὶ μὲν τοῖς θερμοῖς ἐδέσμασί τε καὶ φαρμάκοις καὶ ὅλως διαιτήμασι παροξυνόμενον, ἐπὶ δὲ τοῖς εὐχύμοις τε καὶ κατακεραστικοῖς ὀνομαζομένοις ὠφελούμενον· ἑώρων δὲ καὶ πρὸς τῆς ἀσιτίας αὐτὸν βλαπτόμενον. ὡς δὲ καὶ πυνθανομένῳ μοι περὶ τῆς κατὰ τὴν ὀδύνην ἰδέας ἔφη δακνώδη τινὰ ὑπάρχειν αὐτήν, ἔτι δὴ καὶ μᾶλλον εἰς ἐλπίδα τῆς ἀληθοῦς διαγνώσεως ἀφικόμενος ἐτόλμησα δοῦναι τοῦ πικροῦ φαρμάκου· θεασάμενός τε προφανῶς ὠφεληθέντα τὸν ἄνθρωπον ἐπείσθην ἐγνωκέναι βεβαίως, ἥτις ἐστὶν ἡ διάθεσις.