Φέρε τοίνυν πάλιν νῦν ἐρυγγάνειν μέν τινα κνισῶδες, ἐδηδοκέναι δὲ μηδὲν κνισῶδες, ἐπὶ τούτου θερμασίαν τινὰ πυρώδη κατὰ τὴν γαστέρα φήσομεν ὑπάρχειν, εἶθ' ἑξῆς διοριούμεθα, πότερον ὑπὸ δυσκρασίας αὐτοῦ τοῦ σώματος τῆς κοιλίας αὐτὸ τοῦτο γέγονεν ἢ ξανθῆς χολῆς ἐν αὐτῇ περιεχομένης ἤτοι κατὰ τὴν ἐντὸς εὐρυχωρίαν ἢ οἷον ἀναπεπομένης δυσεκνίπτως εἰς τοὺς χιτῶνας αὐτῆς. οὐ μὴν οὐδ' ἐνταῦθα στησόμεθα, ζητήσομεν δ' ἐφεξῆς, εἴθ' | ἥπατος κακοπραγοῦντος ὁ τοιοῦτος ἀθροίζεται χυμός, εἴτ' ἐξ ὅλου καταρρεῖ τοῦ σώματος, εἴτε καὶ κατ' αὐτὴν γεννᾶται τὴν γαστέρα. ταῦτα γὰρ ἀναγκαιότατα μέν ἐστιν ἐγνῶσθαι, δεῖται δ' ἀνδρὸς γεγυμνασμένου τὸν λογισμὸν ἐν ἐπιστήμῃ τῶν πραγμάτων αὐτῶν, οὐ τῶν δηλούντων ὀνομάτων αὐτά. οὐ γάρ, ὥσπερ ἡ τῆς διαφθορᾶς ἰδέα τὴν ποιήσασαν αἰτίαν ἐνδείκνυται σαφῶς, οὕτως καὶ περὶ τῆς κατ' αὐτὴν γενέσεως εὑρεῖν ἔστιν ὡρισμένην ἔνδειξιν. Εἰ μὲν οὖν κνισοῦται τὰ σιτία κατὰ τὴν γαστέρα μὴ διὰ τὴν ἑαυτῶν φύσιν ἀναγκαῖόν ἐστι τὴν τοῦτ' ἐργαζομένην αἰτίαν εἶναι θερμήν· εἰ δ' ὀξύνεται, ψυχράν. οὐ μὴν ἤδη γέ πω δῆλον, εἴτε δυσκρασία τίς ἐστι κατὰ τὸ σῶμα τῆς κοιλίας, εἴτε χυμός τις μοχθηρός· ἀλλὰ διορίσασθαι χρὴ δόντα σιτία τῆς ἐναντιωτάτης φύσεως τῷ τρόπῳ τῆς διαφθορᾶς, ἄρτον μέν, εἰ τύχοι, καὶ χόνδρον, ἐφ' ὧν κνισοῦται, μέλι δ', ἐφ' ὧν ὀξύνεται· κἄπειτ' ἐπισκοπεῖσθαι τά τ' ἐμούμενα καὶ τὰ διαχωρούμενα, πότερον ἅμα χυμῷ τινι, τὰ μὲν χολώδει καὶ θερμῷ, τὰ δὲ φλεγματώδει καὶ ψυχρῷ λαμβάνει | τὴν κένωσιν ἢ χωρὶς χυμοῦ τινος βραχεῖάν τινα μεταβολὴν ἐσχηκότα. τῆς κοιλίας μὲν γὰρ αὐτῆς δυσκράτου γεγενημένης κατὰ θερμότητα πυρώδη χωρὶς χυμοῦ, τὸν ἄρτον καὶ τὸν χόνδρον ὄψει διαχωρούμενα βραχυτάτης εἰς αὐτὰ μεταβολῆς γεγενημένης· εἰ δὲ χυμός τις εἴη μοχθηρὸς ὁ φθείρων τὴν τροφήν, αὐτά τε τὰ σιτία δεδευμένα φαίνεται τῷ τοιούτῳ χυμῷ καὶ σαφέστερον ἠλλοιωμένα κατὰ τὴν ἐνέργειαν αὐτοῦ. πολὺ δὲ δὴ μᾶλλον ἐμέτοις διορίζεται ταῦτα, ῥᾳδίως πεφυκότος ἐμεῖν τοῦ κάμνοντος, ὡς τόν γε μὴ δυνάμενον ἀναγκάζειν ἐμεῖν οὐκ ἐπιτήδειον. ἀλλὰ ταῦτα μέν, ὅταν ἐμπλέῃ τῷ κύτει τῆς κοιλίας ὁ λυπῶν χυμός, ἀναπεπομένου δ' εἰς τοὺς χιτῶνας αὐτῆς, ναυτίαι μὲν πάντως ἕπονται, δίψος δὲ πλέον ἐπὶ τοῖς θερμοτέροις, ὥσπερ ὄρεξις ἡ πρὸς τὰ σιτία τοῖς ψυχροτέροις ἀκολουθεῖν πέφυκεν. ἐπισκοπεῖσθαι δὲ χρή, καὶ εἰ ἀπαθές ἐστι τὸ ἧπαρ ἢ πέπονθέ τι, καὶ τὸ πάθος ὁποῖον αὐτοῦ, πότερον θερμόν ἐστιν ἢ ψυχρόν· ὡσαύτως δὲ καὶ περὶ τοῦ σπληνὸς λεκτέον.