Ἕτερον δ' ὑπὸ τῶν εὐπέπτων σιτίων παροξυνόμενον ὁρῶν ἀνηρώτησα τὰ προηγησάμενα πυθόμενός τε ὅτι μετὰ καθαρτικοῦ φαρμάκου δόσιν εἰς ταύτην ἤχθη τὴν διάθεσιν αὖθίς τε ἐρωτήσας, ὑπὸ τίνος αἰτίας ἐπὶ τὴν τοῦ φαρμάκου χρῆσιν ἧκεν, ἀκούσας τε δι' ἀλγήματα δακνώδη καὶ διαβρωτικὰ πολυχρονίως ἐν | τοῖς κατὰ τὴν γαστέρα τόποις διαμένοντα κεκακῶσθαι τὸ ἔντερον ὑπὸ τοῦ καθαρτικοῦ φαρμάκου στοχασάμενος ἐν διαθέσει τε γεγονέναι ῥευματικῇ καὶ δέχεσθαι ῥᾳδίως εἰς ἑαυτὸ τὰ περιττὰ τοῦ ἥπατος, ἐπιδιαφθείρειν τε ταῦτα, τροφὴν ἔδωκα δύσφθαρτόν τε καὶ στύφουσαν· ἐφ' ᾗ τῶν τε δήξεων ἐπαύσατο καὶ διεχώρησεν οὐκ ἔτ' οὐδέν, ἔμπροσθεν ἀεὶ μετὰ τὰς δήξεις ἐκκρίνων διεφθαρμένα τε ἅμα καὶ ὑγρὰ καὶ δυσώδη. προπεπυσμένος δ' ὅτι χρόνῳ πλείονι μετὰ τὴν δῆξιν ἡ διέξοδος αὐτῶν ἐγένετο, τῶν μετεώρων ἐντέρων ἐστοχασάμην εἶναι τὴν διάθεσιν ὡς ἐφ' ἑτέρου τε ταχείας ἐπὶ τῇ δήξει τῆς ἐκκρίσεως γινομένης, ἐτεκμηράμην εἶναι τῶν κάτω τὴν διάθεσιν. ἐκεῖνον μὲν οὖν ἐνέσει φαρμάκου, τοῦτον δὲ τοῖς εἰρημένοις ἐδέσμασιν ἰασάμην ἐπιστάμενός τε τοῦτο βεβαίως, ὅτι τὰ μὲν ἐγγὺς τῆς γαστρὸς τοῖς ἄνωθεν ἐσθιομένοις τε καὶ πινομένοις ἑτοιμότερον ὠφελεῖται, τὰ δ' οὐ πόρρω τῆς ἕδρας τοῖς κάτωθεν. Οὐχ ἁπλῶς οὖν προσήκει σκοπεῖσθαι τοῦτο μόνον, εἰ ἡ γαστὴρ πέπονθεν ἤ τι τῶν ἐντέρων, ἀλλὰ καὶ τί τὸ | πάθος ἐστί, καὶ διορίζεσθαί γε, τίνα μὲν ἴδια τῶν παθῶν ἐστι σημεῖα, τίνα δὲ τῶν πασχόντων μορίων· οἷον ὅτι τὸ μὲν ἀπεπτεῖν γαστρός ἐστι σύμπτωμα, τὸ δ' ἐπὶ τὸ κνισῶδες ἢ ὀξῶδες ἐκτρέπεσθαι τὰ ἐδηδεσμένα τῶν κατ' αὐτὴν αἰτίων τε καὶ παθημάτων. οὕτως δὲ κἀπὶ τῶν κατὰ τὸ ἔντερον ὅ τε χρόνος τῆς διεξόδου καὶ τῶν ἐκκρινομένων ἡ ἰδέα καὶ τῶν συμπτωμάτων ἡ διαφορὰ μετὰ τῶν προηγησαμένων τε καὶ νῦν εἰς πεῖραν ἀγομένων ἐνδείξεται συναμφότερον ἅμα τό τε πάθος αὐτὸ καὶ τὸ μόριον, ἐν ᾧ συνέστη. Φέρε γὰρ ἐκκρίνειν τινὰ κατὰ γαστέρα ποτὲ μὲν ἐφελκίδας ἢ οἷον ὑμενώδη ξύσματα ἢ οἷον αἱματῶδές τι, ποτὲ δ' ἅμα ταῦτα πάντα· τὸ μὲν ἡλκῶσθαι τὸ ἔντερον οὐδ' ἂν ἀμφισβητήσειέ τις, εἴτε δ' ἐν τοῖς λεπτοῖς ἐντέροις ἐστίν, εἴτ' ἐν τοῖς παχέσιν ἡ ἕλκωσις, οὐδέπω δῆλον, ἀλλ' ἐκ τῆς τῶν ξυσμάτων ἰδέας, ὡς ἔμπροσθεν εἴρηται, κἀκ τοῦ χρόνου τῆς διεξόδου καὶ τρίτου τοῦ μεμίχθαι τῇ κόπρῳ τὸ μὲν μᾶλλον αὐτῶν, τὸ δὲ ἧττον ἢ καὶ μηδόλως μεμίχθαι, διορισθήσεται. αἱ μὲν γὰρ ἐν τοῖς κατωτάτω μέρεσιν ἑλκώσεις οὐδ' ὅλως ἔχουσιν | ἀναμεμιγμένα τοῖς διαχωρήμασι τὰ τῶν ἑλκῶν γνωρίσματα· τῶν δ' ὀλίγον ἀνωτέρω μέμικται μέν, ἀλλ' ἐπὶ βραχύ· καθάπερ γε καὶ τῶν ἐπὶ πλέον ἀνωτέρω καὶ ἡ μίξις ἐπὶ πλέον· ἔτι δὲ δὴ μᾶλλον ἐπὶ τῶν ὑψηλοτάτων ἐντέρων ἀναμέμικται τῇ κόπρῳ τὰ τῆς ἑλκώσεως ἴδια. 5. Πολλάκις δ' ἅμα τόπου τε καὶ διαθέσεως ἐξ ἑνὸς γνωρίσματός ἐστιν ἡ ἔνδειξις ἢ τόπου τε ἅμα καὶ αἰτίας· οἷον ἐπὶ μὲν τῶν τόπων ἀπό τε τῆς βεβλαμμένης ἐνεργείας καὶ τῶν ἐκκρινομένων καὶ τῆς θέσεως καὶ τῆς κατὰ τὴν ὀδύνην ἰδιότητος καὶ τῶν οἰκείων συμπτωμάτων ἡ ἔνδειξις, ἐπὶ δὲ τῶν παθῶν ἀπό τε τῆς τῶν ἐκκρινομένων ἰδέας καὶ τῆς τοῦ τόπου φύσεως καὶ τῆς κατὰ τὴν ὀδύνην ἰδιότητος καὶ τῆς τῶν οἰκείων συμπτωμάτων.