Ὅπερ δ' ἀεὶ λέγων διατελῶ, καὶ νῦν ἐρῶ· κατὰ τὰς ἐπιστημονικὰς διδασκαλίας ἀρκεῖ τοὔνομα εἰπόντα καὶ τὸ σημαινόμενον ἐξ αὐτοῦ, καθότι περ ἂν ὁ διδάσκων ἐθέλῃ, προέρχεσθαι λοιπὸν ἐπὶ τὴν τῶν πραγμάτων ὑφήγησιν. | ἐγὼ δὲ διὰ τοῦτο νῦν ἐμνημόνευσα τῶν σημαινομένων, ὅτι πρὸς τὸ διαστρέφειν ἔνιοι τὰ πρὸς τῶν Ἑλληνικῶν φωνῶν δηλούμενα καὶ τοῖς καλῶς χρωμένοις ἐγκαλοῦσι. τοιοῦτοι δ' εἰσὶ καὶ οἱ φάσκοντες ἐν ταῖς βεβλαμμέναις ἐνεργείαις μηδὲν πάσχειν ἐνίοτε τὰ μέρη, διότι μηδέπω διάθεσιν ἔχει μόνιμον, ὥσπερ ἐπὶ κεφαλαλγίας τῆς διὰ τοὺς ἐν τῇ γαστρὶ περιεχομένους χυμοὺς γινομένης. ὑπαλλάξας γὰρ ἄν τις, εἰ βούλοιτο περὶ τῶν ὀνομάτων ἐρίζειν, οἰκειότερον ἑρμηνεύοι πάσχειν μὲν λέγων τὴν κεφαλὴν, ὅταν συμπαθῇ τῇ γαστρί, νοσεῖν δ', ὅταν ἰδιοπαθῇ· καὶ αὐτήν γε τὴν γαστέρα πάσχειν μέν, ὅταν ὑπὸ μοχθηρῶν ἐνοχλῆται χυμῶν, νοσεῖν δ', ὅταν ἤτοι κατὰ δυσκρασίαν οἰκείαν ἢ διὰ φλεγμονὴν ἢ ἕλκος ἢ ἀπόστημα παρὰ φύσιν ἔχῃ. εἰ δ' ὅλως τις ἐθέλοι τὰ τοιαῦτα διαλεκτικώτερον ἀκριβολογεῖσθαι ζητήσει, ποτὲ μὲν ἅμα τῷ διεφθάρθαι τὰ σιτία καὶ τῆς πέψεως τὴν ἐνέργειαν ἐρεῖ βεβλάφθαι, ποτὲ δ' ἀβλαβῆ μὲν εἶναι ταύτην, διεφθάρθαι δ' ἐκεῖνα. τρεῖς γὰρ αἱ πρῶται καὶ οἷον γενικώταται τῆς | διαφθορᾶς τῶν σιτίων ὑπάρχουσι διαφοραί· μία μὲν ἐπὶ νοσήμασιν ἰδίοις τῆς γαστρός, ἑτέρα δὲ ἐπὶ χυμοῖς μοχθηροῖς ἀθροιζομένοις ἐν αὐτῇ καὶ τρίτη διὰ τὴν τῶν ἐδηδεσμένων ποιότητα. τὰ γοῦν ἤτοι φύσει τι κνισῶδες ἢ ὀξῶδες ἢ οἷον βρωμῶδες ἢ σηπεδονῶδες ἢ ὅλως εὔφθαρτον ἔχοντα καὶ τὰ τῷ τρόπῳ τῆς σκευασίας εἴς τινα τοιαύτην ἠγμένα διάθεσιν, εὔδηλον μέν, ὅτι διαφθείρεται κατὰ τὴν γαστέρα, καὶ κατὰ τοῦτ' ἂν ἠπεπτῆσθαι λέγοιτο. διαφωνεῖται δὲ περὶ τοῦ πεπονθέναι τηνικαῦτα τὴν πεπτικὴν ἐνέργειαν ἐπ' αὐτῶν, ἐνίων μὲν ἀπαθῆ παντάπασιν ἐν ταῖς τοιαύταις ἀπεψίαις εἶναι φασκόντων αὐτήν, ἐνίων δὲ πεπονθέναι. καὶ μὴν καὶ τρίτη τίς ἐστι δόξα τῶν μηδ' ἠπεπτῆσθαι τὰ τοιαῦτα λεγόντων, ἀλλὰ μὴ πεπέφθαι μόνον, ὡς οὐ ταὐτὸν ὂν ἢ δι' ἀποφάσεώς τι δηλοῦν ἢ διὰ τῆς καλουμένης ὑπὸ τῶν διαλεκτικῶν στερητικῆς φωνῆς. κατὰ ταύτην τὴν ἔννοιαν, οἶμαι, καὶ ὁ Ἐρασίστρατος ἔλεγε τὰ γίγαρτα καὶ τὰ σήσαμα κάτω διαχωρούμενα παντάπασιν ἄσηπτά τε καὶ ἀμετάβλητα μηδεμίαν ἐνδείκνυσθαι τῷ ζῴῳ γεγενημένην ἀπεψίαν, ἀλλ' αὐτὸ δὴ τοῦτο μὴ πεπέφθαι μόνον. | 4. Οὔκουν ἀμελεῖν οὐδ' ἐν τούτοις προσῆκεν, ἀλλὰ προσέχοντας τὸν νοῦν ἀκριβῶς, ὅσα μὲν εἰς λογικὴν ἀνάγεται ζήτησιν, ἰδίᾳ καταλιπεῖν, ὅσα δ' εἰς διάγνωσιν τόπου πεπονθότος, ἀκριβῶς ἐπισκοπεῖσθαι· τὸ γάρ τοι προγινώσκειν μὲν τὸ μέλλον ἔσεσθαι, θεραπεύειν δὲ προσηκόντως τὸ γεγονὸς ἤδη πάθος, ἐντεῦθεν ἡμῖν περιγίνεται. διὸ καὶ χωρὶς τῶν ἀμφισβητουμένων ὀνομάτων ἔνεστι τὸ χρήσιμον ἐκ τῶν πραγμάτων λαμβάνειν ὧδέ πως. Ἔστω τινὰ λέγειν ἕωθεν ἀναστάντα κνισῶδες ἐρυγγάνειν ἤ τι ἕτερον οἷον ὠῶν ταγηνιστῶν ἢ δυσωδέστερον καὶ σαπρόν· ὁμολογεῖν δὲ τὸν μὲν τὸ κνισῶδες ἐρυγγάνοντα μετὰ τὸ δεῖπνον ἐδηδοκέναι πλακοῦντος κνισώδους, ὁποῖός ἐστιν ὁ διὰ τοῦ ἐλαίου καὶ ἰτρίων σκευαζόμενος· ἕτερον δὲ ταγηνιστῶν ὠῶν, ὁμολογοῦντα καὶ τοῦτον αὐτῶν ἐκείνων ἐρυγγάνειν· ἄλλον δὲ ῥαφανίδων πολλῶν, ὡς ἂν τὸ δυσῶδές τε καὶ σαπρὸν ἐρυγγάνειν. ὅτι μὲν οὖν οὐ καλῶς ἐπέφθη τὰ σιτία τούτοις, ὁμολογήσουσι πάντες· αὐτή γε μὴν ἡ γαστὴρ οὐδὲν ἐπ' αὐτῶν πέπον| θεν οὐδὲ κατὰ τὸν ἑαυτῆς λόγον ἐσφάλη περὶ τὴν ἐνέργειαν, ὥσπερ οὐδ' ὅταν ὁλόκληρα τὰ γίγαρτα διαχωρήσῃ τις. εἰ μὲν γὰρ ἐπεφύκει κατὰ τὴν τῶν ἀνθρώπων γαστέρα μεταβάλλειν τὰ γίγαρτα, τότ' ἂν ᾐτιώμεθα τὸ σῶμα τῆς κοιλίας αὐτὸ καὶ μοχθηρῶς ἔχειν ἐνομίζομεν· ἐπεὶ δ' οὐ πέφυκεν, ἀλλ' ἔστι τῆς τῶν γιγάρτων οὐσίας σύμπτωμα τὸ μὴ πέττεσθαι, ταῦτα μὲν εἰκότως λεχθήσεται μὴ πεπέφθαι, τὸ δὲ τῆς γαστρὸς σῶμα κατὰ φύσιν ἔχειν, ὅπερ ἐστὶ χρήσιμον ἐγνῶσθαί τε καὶ διωρίσθαι τοῖς ἰατροῖς· εἴτε δὲ βεβλάφθαι χρὴ φάναι τὴν ἐνέργειαν αὐτῆς ἐν ταῖς τοιαύταις διαχωρήσεσιν, εἴτε μή, περιττῶς ζητεῖται πρός γε τὰ τῆς ἰατρικῆς τέχνης ἔργα.