Ἐπὶ μέντοι τῶν ἀλγούντων σφοδρῶς κατ' ἔντερον ἐστηριγμένῳ καθ' ἕν τι μέρος τῷ πόνῳ καὶ οἷον διατιτρῶντι πῶς ἄν τις ἢ μηδ' ὅλως πεπονθέναι τὸ ἔντερον ἢ μὴ τὸ πάθος εἶναι κατ' αὐτὸ λέγοι? καίτοι γ' ἐνίοτε μιᾷ καιροῦ ῥοπῇ τὰ τοιαῦτα τῶν ἀλγημάτων ἐπαύσατο χυμοῦ τινος ὑαλώδους ἐκκριθέντος. οὐ μὴν οὐδ' ἄλλο τι τῆς ὀδύνης αἴτιον ὑπολαβεῖν ἐνδέχεται παρὰ τὸν ἐκκριθέντα χυμόν. ᾧ γὰρ ἐκκριθέντι παραχρῆμα παύσασθαι τὴν ὀδύνην ἠκολούθησεν· ἅπαντες ἄνθρωποι τοῦτο τῆς ὀδύνης αἴτιον εἶναι πεπιστεύκασι φυσικοῦ τινος ἀξιώματος ὑπάρχοντος αὐτοῖς ἐξ ἑαυτοῦ πιστοῦ πρὸς τὴν τῶν τοιούτων αἰτίων γνῶσιν. οὗ γάρ τοι ψαύοντος μὲν ἡμῶν γίνεται τόδε τι τὸ πάθος, ἀποχωρήσαντος δὲ | παραχρῆμα παύεται, τοῦτ' αἴτιον εἶναι πεπιστεύκασι πάντες ἄνθρωποι. οὕτως οὖν καὶ τὸ πῦρ τοῦ καίειν ἡμᾶς αἴτιον εἶναι πεπίστευται καὶ τὸ ξίφος τοῦ τέμνειν ἕκαστόν τε τῶν ἄλλων ὡσαύτως. αἴτιον οὖν ἡγητέον εἶναι καὶ τὸν κενωθέντα χυμὸν τοῦ γινομένου πάθους, ἡνίκα ἐν τῷ μορίῳ περιείχετο. πότερον δὲ τῷ ψύχειν σφοδρῶς ἢ τῷ θερμαίνειν ἢ ὅλως κατὰ δυσκρασίαν ἠνώχλει τὸν τόπον ἢ τῷ διεξέρχεσθαι συνεχῆ σώματα βιαζόμενος ἐπὶ τὴν ἔκκρισιν ἢ διὰ πνεῦμα φυσῶδες ὑπ' αὐτοῦ γενόμενον ὡς διατείνεσθαι τὸ περιέχον ἢ διὰ βιαίαν σφήνωσιν ἢ τὸ διαβιβρώσκειν καὶ δάκνειν, οὐδέπω δῆλον ἔκ γε τῆς μετὰ τὴν κένωσιν ὠφελείας, ἀλλ' ὅτι μόνον ἐλύπει περιεχόμενος. οὐ μόνον οὖν αἴτιον ἡγητέον εἶναι τὸν τοιοῦτον χυμὸν τῆς ὀδύνης, ἀλλὰ καὶ τὸ μόριον, ἐν ᾧ περιείχετο, πάσχειν ἐν ἐκείνῳ τῷ χρόνῳ, καθ' ὃν ὠδυνᾶτο διὰ τὸν χυμόν. οὕτω γέ τοι πάσχειν λέγομεν καὶ διά τι τῶν ἔξωθεν προσπιπτόντων ἢ θερμαῖνον, ὡς τὸ πῦρ, ἢ ψῦχον, ὡς ἡ χιών, ἢ θλῶν, ὡς ὁ λίθος, οὗ | χωρισθέντος εὐθὺς πέπαυται τὸ πάθος οὐδενὸς διὰ τοῦτ' ἐροῦντος, ὡς οὐκ ἔπασχεν, ὅτι μηδεμία κατὰ τὸ μόριον ὑπελείπετο διάθεσις. Ὡς οὖν οὕτως ἡμῶν ἀεὶ χρησομένων τῷ τε τοῦ πάθους ὀνόματι καὶ τῷ τοῦ πάσχειν ῥήματι πρόσεχε τὸν νοῦν τοῖς λεχθησομένοις ἐπισκοπούμενος ἐν αὐτοῖς τὸ χρήσιμον εἴς τε τὰς προγνώσεις καὶ τὰς θεραπείας. ἐνίοτε μὲν γὰρ ὑπὸ αἰτίου τινὸς γίνεται τὸ πάθος, οὐ μὴν ἤδη πω μόνιμον ἔχει τὴν διάθεσιν, εἰ χωρισθείη τὸ αἴτιον· ἐνίοτε δ' ἤδη γέγονεν ἢ ἔτι γίνεται· πολλάκις δὲ πέπαυται μὲν γινόμενον οἰχομένης τῆς αἰτίας, ἤδη δέ ἐστι μόνιμος ἡ διάθεσις. οἷον ἐπὶ δυσεντερίας ὁ δακνώδης χυμὸς αἴτιός ἐστι τοῦ πάθους, ἐν ἀρχῇ μὲν ἀπορρύπτων τε καὶ ξύων, ἐν χρόνῳ δὲ ἑλκῶν τὸ ἔντερον. εἰ μὲν οὖν πρὶν ἑλκῶσαι παύσοιτο διεξιών, οὐδέπω δυσεντερία τὸ πάθος ἐστίν. εἰ δ' ἑλκωθῆναι φθάσειεν τὸ ἔντερον, οὐκ ἂν ἔτι συμπαύσαιτο τῷ χυμῷ τὸ γενόμενον πάθος οὐδὲν ἡμᾶς εἰς τὰ παρόντα τοῦ παρὰ μικρὸν λόγου λυποῦντος, ὃν καὶ σωρίτην ὀνομάζουσιν· κοινὴ γὰρ ἡ ἐξ αὐτοῦ πρὸς πολλὰ τῶν κατὰ τὸν βίον ἀπορία, περὶ ὧν | εἴρηταί τε καὶ δέδεικται τοῖς πρὸ ἐμοῦ φιλοσόφοις τε καὶ ἰατροῖς. διὸ κἀμοὶ μνημονεύειν αὐτῶν περιττόν ἔχοντί γε καὶ κατ' αὐτὸ τοῦτο τῆς τέχνης τὸ μέρος ἐπιδεῖξαι τὴν ἀπορίαν. Ὅτι μὲν γὰρ ἔν τινι χρόνῳ γίνεται τὰ πάθη, τῶν ὁμολογουμένων ἐστίν· εἰ δ', ὥσπερ ἡ οἰκία, καθ' ὃν γίνεται χρόνον, οὐδέπω μέν ἐστιν οἰκία, τὸ δ' ὅλον τοῦτο γινομένη οἰκία, τὸν αὐτὸν τρόπον ἕκαστον τῶν νοσημάτων, ἐν ᾧ γίνεται χρόνῳ γινόμενον μὲν ἔτι, ὂν δ' οὐδέπω, ζητήσεως ἄξιον. οὐδὲ γὰρ ἡ αὐτὴ φύσις ἐστὶν ἁπάντων τῶν γινομένων, ἀλλ' ὅσα μὲν ὁμοιομερῆ τε ὑπάρχει καὶ σχῆμα σύμφυτον ἔχει μηδέν, ἡ οὐσία τούτων εὐθὺς ἐξ ἀρχῆς ἐστιν ἡ αὐτή, τῶν δ' ἤτοι πολυειδῶν τὴν μορφὴν ἢ ἀνομοιομερῶν ἐγχωρεῖ τὴν οὐσίαν ὑστέραν εἶναι τῆς γενέσεως. οὐ γὰρ ἅμα γίνεται τῆς οἰκίας τὰ θεμέλια καὶ οἱ τοῖχοι καὶ ἡ ὀροφὴ καὶ ὁ κέραμος καὶ αἱ θύραι τε καὶ αἱ θυρίδες, ἐξ ὧν ἁπάντων ὡδί πως συγκειμένων καὶ εἰς μίαν μορφὴν ἀναγομένων σύνθετός ἐστιν ἡ τῆς οἰκίας οὐσία. τὸ δέ γε θερμὸν νόσημα καὶ τὸ ψυχρὸν ὑγρόν τε καὶ ξηρὸν εὐθὺς ἐξ ἀρχῆς, ἐπειδὰν πρῶτον ὑπερβάλῃ τοὺς ὑγιεινοὺς | ὅρους τῆς κράσεως τὸ σῶμα, τὴν αὐτὴν ἑαυτῷ φύσιν ἔχει.