κατὰ δὲ τὴν αὐτὴν αἰτίαν ἐπί τε τῶν αἱμορραγησάντων ἐν νόσοις ἢ ἐμεσάντων ἐνίοτε προφαίνεται τὰ τοιαῦτα συμπτώματα. καὶ γράφει γε περὶ αὐτῶν ὁ Ἱπποκράτης ἐν τῷ Προγνωστικῷ ταυτί· «Ὅστις δ' ἂν ἐν πυρετῷ μὴ θανατώδει φῇ τὴν κεφαλὴν ἀλγέειν ἢ καὶ ὀρφνῶδές τι πρὸ τῶν ὀφθαλμῶν φαίνεσθαι, ἢν καρδιωγμὸς τουτέῳ προσγένηται, χολώδης ἔμετος παρέσται.» καὶ μετ' ὀλίγα πάλιν· «Οἷσι δ' ἂν ἐν τοιουτοτρόπῳ πυρετῷ κεφαλὴν ἀλγέουσιν ἀντὶ μὲν τοῦ ὀρφνῶδές τι πρὸ τῶν ὀφθαλμῶν φαίνεσθαι, ἀμβλυωγμὸς γίνεται ἢ μαρμαρυγαὶ προφαίνονται, ἀντὶ δὲ τοῦ καρδιώσσειν ἐν τῷ ὑποχονδρίῳ ἐπὶ δεξιὰ ἢ ἐπ' ἀριστερὰ ξυντείνεταί τι μήτε ξὺν ὀδύνῃ μήτε ξὺν φλεγμονῇ, αἷμα διὰ τῶν ῥινῶν τουτέῳ ῥυῆναι προσδόκιμον ἀντὶ τοῦ ἐμέτου.» αὗται μὲν αἱ τοῦ Ἱπποκράτους ῥήσεις, ἐδίδαξε δὲ δι' αὐτῶν, ὡς ἐπὶ χυμοῖς πολλάκις ἠθροισμένοις ἐν τῇ γαστρὶ συμβαίνει τινὰ φαντάσματα γίνεσθαι κατὰ τὴν ὄψιν. ἀλλ' εἴπερ ὅλως ἀπὸ τῶν χυμῶν ἐπὶ τοὺς ὀφθαλμοὺς ἀνεφέρετο μηδέν, οὐδὲν ἂν τῶν τοιούτων συμπτωμάτων ἐγίνετό τι, καθάπερ οὐδ' εἰ πρὸς τοὺς τῶν | ὤτων ἠνέχθη πόρους ἢ τοὺς τῆς ῥινὸς ἢ τὸ τῆς γλώττης σῶμα. κἀν τῷδε δῆλον, ὡς ἀπολαῦσαί τι χρὴ τῆς κατὰ τὴν γαστέρα διαθέσεως τοὺς ὀφθαλμούς, εἰ μέλλει παρόψεσθαι τὸ ζῷον. Οὕτως δὲ κἀπειδὰν εἴπῃ πάλιν ὁ Ἱπποκράτης· «οἷσι χολώδεα διαχωρήματα, κωφώσιος ἐπιγενομένης παύεται, καὶ οἷσι κώφωσις χολωδέων ἐπιγενομένων παύεται.» τίς οὕτω ληρώδης ἐξηγητής, ὃς ἐάσας ἐν τῷ λόγῳ τὰ ὦτα πάσχειν, ἐπειδὰν ἐπὶ τοὺς ὀφθαλμοὺς ἀνενεχθῆναι συμβῇ τὴν ἔμπροσθεν ἐκκενουμένην διὰ τῆς κοιλίας χολήν, τηνικαῦτα γενέσθαι τὴν κώφωσιν φαίη? Ἀεὶ τοίνυν ἀναγκαῖόν ἐστιν ἄρχεσθαι μὲν ἀπὸ τοῦ τῆς βεβλαμμένης ἐνεργείας ὀργάνου, ζητεῖν δ' ἐφεξῆς, ὅστις ὁ τρόπος αὐτῷ τῆς βλάβης ἐστίν, ἆρά γε διάθεσις ἤδη μόνιμος ἢ γινομένη μὲν ἔτι, τὸ μόνιμον δὲ οὔπω προσειληφυῖα. καὶ εἰ γινομένη, πότερον ἐν αὐτῷ τῷ μορίῳ περιεχομένης τῆς ποιούσης τὸ πάθος αἰτίας ἢ διοδευούσης αὐτό. ξηρανθέντος μὲν γὰρ ἀμέτρως τοῦ κρυσταλλοειδοῦς ὑγροῦ μόνιμος ἡ βλάβη τῷ μορίῳ καὶ τὸ πάθος ἴδιον τῆς οὐσίας αὐτοῦ. παχυμεροῦς δὲ ὑγροῦ συνισταμένου | κατὰ τὴν κόρην οὐδέπω μὲν ἡ οὐσία βέβλαπται, τὸ δὲ τοῦ συμπτώματος αἴτιον ἐν αὐτῷ περιέχεται τῷ ὀφθαλμῷ. διέρχεται δ' αὐτόν, ὅταν ὁ ἀτμίζων χυμὸς ἐν τῇ γαστρὶ περιέχηται. τὸ δὲ τηνικαῦτα μόνον ἡγεῖσθαι πεπονθέναι τὸ μόριον, ὅταν τῆς οὐσίας αὐτοῦ μόνιμος ἀλλοίωσις γένηται, νομοθετούντων ἐστὶν ἴδια σημαινόμενα τῶν Ἑλληνικῶν ὀνομάτων.