Προείρηται δ' ὅτι καὶ τῇ τῶν ἐκκρινομένων φύσει τεκμαρτέον ἐστὶ περὶ τοῦ πεπονθότος τόπου. ὅτι δὲ διττῶς τοῦτο ποιητέον, ἔστι | δῆλον ἢ κατὰ τὴν ἰδιότητα τῆς ἐκκρινομένης οὐσίας ἢ ἀπὸ τῶν περιεχομένων ἐν αὐτῷ. λέλεκται δ' ὡς ὅτι κἀκ τῶν ἐπιφυομένων ἐνίοτε τεκμήρασθαί τι δυνατόν ἐστι περὶ τῶν πεπονθότων μορίων. ἔστι δὲ ἐκ τοῦ γένους τῶν συμπτωμάτων καὶ ταῦτα παμπόλλην ἔχοντα πρὸς ἄλληλα διαφοράν, ὑπὲρ ἧς αὖθις εἰρήσεται. 3. Νυνὶ δὲ πάλιν ἐπ' ἀρχὴν ἀναγάγωμεν τὸν λόγον ἐφ' ἑκάστου μορίου ζητοῦντες εὑρεῖν σημεῖα, τὰ μὲν ὡς τῆς ἰδίας οὐσίας αὐτοῦ δηλοῦντα τὰ πάθη, τὰ δὲ ὡς ὀργάνου, καθ' ἑκάτερόν τε πάλιν ἀφορίζοντές τε καὶ διακρίνοντες ἀπὸ μὲν τῶν γεγενημένων ἤδη παθῶν τὰ γινόμενα μὲν ἔτι, μόνιμον δὲ οὐκ ἔχοντα τὴν κατασκευήν, ἀπὸ δὲ τῶν ἐν αὐτῷ τῷ πεπονθότι περιεχομένων αἰτίων τὰ διόδῳ μόνον αὐτῷ χρώμενα, πρόδηλον δ' ὅτι καὶ σύνθετοί τινες ἐκ τῶν εἰρημένων ἔσονται τρόποι. Διορίσωμεν δὲ καὶ τὰ κατὰ συμπάθειαν ἑτέρου μορίου γινόμενα πάθη τῶν κατὰ ἰδιοπάθειαν· οἰκειότερον γὰρ ἰδιοπάθειαν ὀνομάζειν, οὐχ ὡς εἴθισται | τοῖς ἰατροῖς πρωτοπάθειαν ἀντιδιαιρουμένης τῆς συμπαθείας τῇ ἰδιοπαθείᾳ. κυρίως οὖν ὀνομάζειν βουλόμενοι τῇ μὲν πρωτοπαθείᾳ δευτεροπάθειαν ἢ ὑστεροπάθειαν ἀντικεῖσθαι φήσομεν, ἰδιοπάθειαν δὲ τῇ συμπαθείᾳ. καὶ συνελθεῖν γε δύναται πολλάκις εἰς ταὐτὸ κατὰ συμπάθειάν τε καὶ κατ' ἰδιοπάθειαν ἤδη νοσεῖν, ὅταν τῷ συμπάσχοντι μορίῳ μόνιμος ἐγγένηται διάθεσις· οὐ γὰρ δὴ πρωτοπάθειάν γε αὐτὸ τηνικαῦτα φήσομεν, ἀλλὰ δευτεροπάθειάν τε ἅμα καὶ ἰδιοπάθειαν. ἐναργῶς δὲ τοῦτο φαίνεται κἀπὶ τῶν ἐκτός, ὥσπερ ὅταν ἐφ' ἕλκει γενομένου μεγάλου βουβῶνος ἐν πληθωρικῷ σώματι τὸ μὲν ἕλκος εἰς οὐλὴν ἀχθῇ, μένῃ δ' ὁ βουβὼν ἤτοι γε εἰς φλεγμονὴν ἐκπυϊσκομένην μεταβαλὼν ἢ εἰς σκιρώδη διάθεσιν, ἣν προσαγορεύουσι χοιράδα. κατὰ πρωτοπάθειαν μὲν γὰρ οὐκ ἄν τις φαίη γεγονέναι τὰ τοιαῦτα νοσήματα προηγησαμένου γ' ἑτέρου πάθους, ἐφ' ᾧ συνέστη· κατὰ συμπάθειαν μέντοι γενόμενα μεταπεσεῖν εἰς τοιαύτην ἰδιοπάθειαν, ὡς εἰ καὶ πρωτοπάθειά τις ἐξ ἀρχῆς αὐτοῖς συνέπεσεν. Ἀναμνησθῶμεν δ' εἰς τὰ παρόντα χρησίμως καὶ τῶν ἐν τῇ Περὶ τῶν ἰατρικῶν | ὀνομάτων πραγματείᾳ λελεγμένων, ἔνθα περὶ τῶν σημαινομένων ὁ λόγος ἦν, ἃ κακῶς συγχέουσιν οὐκ ὀλίγοι τῶν νεωτέρων ἰατρῶν τε καὶ φιλοσόφων. ἡ μὲν γὰρ κυριωτάτη χρῆσίς ἐστι τῆς πάθος φωνῆς ἀντικειμένη τῇ τῆς ἐνεργείας ἐνεργεῖν μὲν λεγομένου τοῦ τὴν κίνησιν ἔχοντος ἐξ ἑαυτοῦ, πάσχειν δὲ τοῦ τὴν κίνησιν ἔχοντος ἐξ ἑτέρου. κινήσεως δ' οὔσης κατὰ γένος διττῆς, ἀλλοιώσεώς τε καὶ φορᾶς, ὅταν εἰς μόνιμον ἀφίκηται διάθεσιν ἡ ἀλλοίωσις, ὀνομάζεται νόσημα παρὰ φύσιν οὖσα δηλονότι διάθεσις· καταχρώμενοι δ' ἐνίοτε καὶ τὴν τοιαύτην διάθεσιν ὀνομάζουσι πάθος. ὥστε ἄν τις ἕπηται τῇ λέξει τῶν Ἑλλήνων, πάσχειν μᾶλλον ἐρεῖ τὰ μόρια, καθάπερ ἂν ὦσι κινήσεις παρὰ φύσιν, ὡς τά γε διαθέσεις ἔχοντα παρὰ φύσιν, ἐὰν μὲν κυρίως ὀνομάζῃ, νοσεῖν μᾶλλον ἢ πάσχειν ἐρεῖ, καταχρώμενος δ' οὐ νοσεῖν μόνον, ἀλλὰ καὶ πάσχειν.