καὶ γὰρ εἰ διὰ σμικρότητα πολλάκις ἐκφεύγει τήν θ' ἡμετέραν διάγνωσιν καὶ τὴν τῶν καμνόντων αἴσθησιν, ἀλλὰ τό γε εἶδος ἔχει τὸ οἰκεῖον. οὕτω δὲ καὶ ἡ φλεγμονή, καθότι περ ἂν εἴη μέρος τοῦ ζῴου μέγιστον ἢ σμικρότατον, ἓν καὶ ταὐτόν ἐστι πάθος ὑπηλλαγμένον οὐκ ἰδέας, ἀλλὰ μεγέθους διαφορᾷ. ὅτι δ' ἐγχωρεῖ τινα παθήματα περὶ τοῖς σώμασιν εἶναι διὰ σμικρότητα μηδέπω φαινόμενα, τεκμήριον καὶ ἡ κοιλαίνουσα τὴν πέτραν ἐν χρόνῳ πλείονι ῥανίς, ἐφ' ᾗ καὶ τοῦτο τὸ ἔπος ὀρθῶς εἰρῆσθαι πεπίστευται· «Πέτρην κοιλαίνει ῥανὶς ὕδατος ἐνδελεχείῃ». καὶ μὴν οὔθ' ὑπὸ μιᾶς ἢ δυοῖν ἢ τριῶν ἢ τεττάρων πληγῶν τοῦ ὕδατος εἰς τὴν πέτραν ἐμπεσουσῶν, ὅπου γ' οὐδ' ὑφ' ἑκατόν, αἰσθητή ποτ' ὤφθη κοιλότης, οὔτε δυνατόν ἐστι τῆς μιᾶς τῆς πρώτης μηδὲν ἐργασαμένης τὴν δευτέραν ἐργάσασθαί τι· τὸν αὐτὸν γὰρ ἕξει πρὸς τὴν πέτραν λόγον, ὃν ἔσχεν ἡ πρώτη. δεῖ τοίνυν, εἰ δράσει τι περὶ τὴν πέτραν ἡ δευτέρα | ῥανίς, ὑπηλλάχθαι τι κατὰ τὴν προτέραν, ὡς μὴ πάντῃ διαμένειν ἔτι τοιαύτην, οἷά περ ἐξ ἀρχῆς ὑπῆρχεν. εἰ γὰρ αὐτή τε κατὰ πᾶν ἡ αὐτὴ διαμένοι καὶ τὸ δρῶν εἰς αὐτὴν αἴτιον ἡ ῥανὶς τοῦ ὕδατος, ἀναγκαῖον αὐτήν, ὥσπερ ἐπὶ τῆς πρώτης πληγῆς, οὕτω κἀπὶ τῆς δευτέρας ἀπαθῆ διαφυλαχθῆναι, εἰ δὲ τοῦτο, κἀπὶ τῆς τρίτης· ὁ γὰρ αὐτὸς λόγος. οὕτω δὲ κἀπὶ τῆς τετάρτης καὶ πέμπτης καὶ πασῶν τῶν ἐφεξῆς. ἄχρι γὰρ ἂν ὡσαύτως ἐχούσῃ τῇ πέτρᾳ προσπίπτῃ ταὐτὸν αἴτιον, οὐδὲν ἐργάσεται πλέον. εἰ δὲ μετὰ χιλίας πληγὰς αἰσθητὴ ἡ τῆς πέτρας φανείη κοιλότης, ἀναγκαῖόν ἐστιν ἑκάστην πληγὴν φάναι τὸ χιλιοστὸν αὐτῆς μέρος εἰργάσθαι τοῦ φανέντος πρῶτον αἰσθητοῦ πάθους ἐν τῇ πέτρᾳ. Καὶ τοίνυν καὶ τῶν αἰτίων τῶν δρώντων εἰς τὸ σῶμα τὸ μὲν τοῦ πάθους εἶδος ἐξ ἀρχῆς ταὐτόν, ἀφανὲς δ' ἐστι διὰ σμικρότητα. τὰ δ' οὕτω σμικρὰ πάθη χωρισθέντων τῶν ποιούντων αἰτίων αὐτίκα παύεται τῆς φύσεως ἰωμένης αὐτά. μόνα γὰρ ἐκεῖνα δεῖται τῆς ἔξωθεν βοηθείας, ὧν διὰ τὸ μέγεθος ἀδυνατεῖ κρατεῖν ἡ φύσις. ὥστε κατὰ τὸν λόγον τοῦτον, ὅταν πρῶτον | ὁ δακνώδης χυμὸς ἀποξύσῃ τι τῶν ἐντέρων, εἰ καὶ μηδέπω φαίνεται τὸ γεγενημένον, ἀλλ' ἥ γε διάθεσις ἐν τῷ τῆς δυσεντερίας ἐστὶν εἴδει. καθάπερ οὖν ἕλκη πολλάκις γινόμενα σμικρὰ χωρὶς φαρμάκου παντὸς ἡ φύσις ἐθεράπευσεν, οὕτως καὶ τὰ τῶν ἐντέρων ξύσματα. κατὰ τοῦτον μὲν οὖν τὸν λόγον οὐδ' ἀληθές ἐστιν ὅλως, ὃ λέγουσί τινες, ὡς οὐδὲν ὑπολείπεται κατὰ τὰ τοιαῦτα συμπτώματα πάθος τῶν σωμάτων· εἴπερ ἦν ἀληθές, ἀλλ' ὁπότε γε πόνος ἀξιόλογος ὑπὸ τῆς τῶν διαχωρουμένων δριμύτητος ἀναβιβρωσκομένων τῶν ἐντέρων ἐγίνετο, τηνικαῦτα ἔπασχε τὰ ἔντερα. Φυλαττέσθω δὲ τοῦθ' ἡμῖν ὥσπερ τι στοιχεῖον ἐν ἅπαντι τῷ μετὰ ταῦτα λόγῳ καὶ γινέσθω τῆς μεθόδου τῶν εὑρεθησομένων πεπονθότων τόπων ἀρχή· τὸ μηδέποτε βλάπτεσθαι μηδεμίαν ἐνέργειαν ἄνευ τοῦ πεπονθέναι τὸ ποιοῦν αὐτὴν μόριον. καὶ γὰρ ἐὰν ὀδύνη τις ᾖ κατ' αὐτό, πέπονθε πάντως τι, κἂν ὄγκος τις παρὰ φύσιν, ἔτι δὲ μᾶλλον, ὅταν ἐνέργεια βλάπτηται.