καὶ μὲν δὴ κἀπὶ τοῦ μειρακίου τοῦ μετὰ βηχὸς ἀναπτύσαντός ποτε χιτῶνα παχὺν καὶ γλίσχρον ἐτεκμηράμεθα τὸ κατὰ τὸν λάρυγγα σῶμα τὸ ἔνδον, ὃ καὶ τὴν ἐπιγλωττίδα συνίστησιν, εἶναι. ἐθεραπεύθη μὲν οὖν τὸ μειράκιον οὐ πάνυ τι προσ| δοκώντων ἡμῶν, ἐκακώθη μέντοι τὴν φωνήν. ἡ δὲ τῆς οὐσίας ἰδιότης καὶ τὰ κατὰ τοὺς νεφροὺς ἕλκη τῶν ἐν τῇ κύστει διορίζει, καθότι καὶ Ἱπποκράτης ἔγραψεν ἐν Ἀφορισμοῖς· τὰ μὲν πεταλώδη τοῖς οὔροις ἐμφερόμενα τῆς κύστεως ἕλκωσιν σημαίνει, τὰ δὲ σαρκώδη τῶν νεφρῶν. Ἀλλὰ κἀκ τῶν περιεχομένων ἔν τισι μορίοις οὐσιῶν οὐκ ὀλιγάκις ἡμῖν ἔνδειξις γίνεται τοῦ πεπονθότος τόπου. ἐν Μυτιλήνῃ γοῦν τις ἐτρώθη νεανίσκος ὑπὸ ξίφους ἄχρι βάθους ἱκανοῦ περὶ τὴν ἕδραν ἡμερῶν τε τριῶν τῶν πρώτων ἄσιτός τε καὶ ἄποτος μείνας, τῇ τετάρτῃ μετὰ τὴν θεραπείαν τραφεὶς καὶ πιών, εἶτ' αὖθις ἡλίου δύντος θεραπευόμενος ἐξέκρινε διὰ τοῦ τραύματος οὔρου κοτύλας ὡς τέτταρας οὐδ' ὅλως πρότερον οὐρηκώς, ἐξ οὗπερ ἔτυχε τρωθείς· καὶ δὴ καὶ τοῦ βάρους ἀπηλλάχθαι τελέως ἔφη τηνικαῦτα τοῦ πρότερον ἀνιῶντος αὐτὸν ἐν τῷ κατὰ τὸ καλούμενον ἐφήβαιον χωρίῳ. δῆλον οὖν ἦν ἐπὶ τοῦδε τὴν κύστιν τετρῶσθαι. δῆλον δὲ κἀπὶ τοῦ κόπρον ἀποκρίναντος κατὰ τὸ τραῦμα τετρῶσθαί τι τῶν ἐντέρων, ὥσπερ γε καί, εἰ | τροφή τις ἐπανέλθοι, τὴν γαστέρα τετρῶσθαι δηλώσει. καὶ μὴν καὶ φύματός τινι γεννηθέντος ὑπεράνω τοῦ βουβῶνος, ὡς ἐκπυῆσαι τεμόντος τοῦ ἰατροῦ κόπρος ἐπηκολούθησεν, ἐφάνη τε σαφῶς ἀπόστημα γεγονὸς ἐν κώλῳ. τοῦ δ' αὐτοῦ γένους τούτοις ἐστὶν καὶ τὸ τοῦ θώρακος τρωθέντος ἐκφυσώμενον πνεῦμα καὶ τὸ τῆς ἀρτηρίας ἐκχεόμενον αἷμα. πολλάκις γοῦν ἀδήλου πρὸς τὴν αἴσθησιν ὄντος τοῦ τετρωμένου σώματος ἀκριβὴς διάγνωσις ἐκ τούτων γίνεται. τὸ μὲν γὰρ ἐν ταῖς ἀναπνοαῖς τοῦ θώρακος ἐκφυσώμενον πνεῦμα τὸν ὑπεζωκότα τὰς πλευρὰς ὑμένα τετρῶσθαι σημαίνει, τὸ δ' ἐξακοντιζόμενον αἷμα σφυγμωδῶς ἀρτηρίαν· εὐθὺς δὲ τοῦτο καὶ θερμότερόν ἐστι καὶ λεπτομερέστερον καὶ ξανθότερον τοῦ κατὰ τὰς φλέβας. ὥσπερ δὲ ταῦτα σαφῆ τὴν διάγνωσιν ἔχει, κατὰ τὸν αὐτὸν τρόπον, ἐὰν ἐπίπλους ποτὲ ὀφθῇ προπεσὼν διὰ τραύματος ἤ τι τῶν ἐντέρων, ἀναγκαῖόν ἐστι διῃρῆσθαι τὸ περιτόναιον· εἰ δὲ πνεύμονος ὀφθείη τι πέρας λοβοῦ προπεσὸν ἔξω τοῦ τραύματος, ἐνδείκνυται συντετρῆσθαι τὸν θώρακα· διαφέρει δ' οὐδὲν | ἢ τὸν ὑπεζωκότα τετρῶσθαι λέγειν ἢ συντετρῆσθαι τὸν θώρακα. Καὶ μὴν κἀκ τῶν ἐπιφυομένων ἔστιν ὅτε γνωρίζεται τὸ πεπονθός· ἰδιότης μὲν γὰρ τῆς οὐσίας ἐστὶ τῶν ἐπιφυομένων, ὥσπερ τῶν μυκήτων τοῖς ἐν τῇ κεφαλῇ κατάγμασιν, ὅταν ἡ μῆνιγξ ᾖ πεπονθυῖα, ἰδιότης δ' ἑτέρα πάλιν, ὅταν ὀστοῦν πεπόνθῃ κατά τι μόριον. ἐκ τούτου δὲ τοῦ γένους ἐστὶ καὶ ἡ ἐφελκὶς ὀνομαζομένη· δηλοῖ γὰρ ἡλκῶσθαι τὸ μόριον ἐκεῖνο, καθ' ὅπερ ἂν ἐκκριθεῖσα φαίνηται, μετὰ μὲν τῶν οὔρων ὑπελθοῦσα, τῶν οὐρητικῶν τι, μετὰ δὲ βηχὸς ἀναχθεῖσα, τῶν ἀναπνευστικῶν· εἰ δ' ἐμεθείη, τῶν κατὰ τὸν στόμαχον καὶ γαστέρα, καθάπερ γε καὶ εἰ μετὰ τῶν διαχωρημάτων ὑπέλθοι, τῶν ἐντέρων τινὸς ἕλκωσιν ἐνδείκνυται.