Παραπλήσιον δὲ τούτῳ ζήτημά ἐστι καὶ τὸ περὶ τῶν πασχόντων μὲν ἤδη μορίων, οὐδέπω δ' ἐχόντων ἐν ἑαυτοῖς διάθεσιν οἰκείαν· οἰκείαν δ' ὀνομάζουσι διάθεσιν, ὅταν τοῦ ποιοῦντος αὐτὴν αἰτίου χωρισθέντος ἔθ' ὑπομένῃ· κατὰ τοῦτο γοῦν πάλιν τὸ σκέμμα λέγουσιν ἔνιοι μηδὲν πεπονθέναι τὴν κεφαλὴν ἐν ἐκείναις ταῖς κεφαλαλγίαις, ὅσαι γίνονται διὰ χολώδη χυμὸν ἐν τῇ γαστρὶ περιεχόμενον· ἐμεθέντος γὰρ αὐτοῦ παύεσθαι παραχρῆμα τὴν κεφαλαλγίαν, ὡς, εἴγε καὶ μετὰ τὸν ἔμετον ἔτι διαμένοι, τηνικαῦτα πεπονθέναι τὴν κεφαλήν· πολὺ δὲ δὴ μᾶλλον, ὅταν ὅμοια τοῖς τῶν ὑποχεομένων συμπτώματα γίνηται κατὰ τοὺς ὀφθαλμούς, ἐφ' ὧν ἀθροίζεταί τι περίττωμα κατὰ τὸ τῆς γαστρὸς στόμα· ταυτὶ γὰρ οἷον σκιάς τινας εἶναι παθῶν. Ἐν τοῖς τοιούτοις ἅπασι ζητήμασι πλεονάσαντες οἱ πρὸ ἡμῶν ὀλίγιστα περὶ τῆς τῶν πεπονθότων τόπων ἔγραψαν διαγνώσεως, | ἀλλ' ἡμεῖς τὴν ἐναντίαν ὁδὸν ἐκείνοις βαδιούμεθα γυμνάζοντές τε καί, ὡς ἂν εἴποι τις, τεχνοῦντες τοὺς ἐσπουδακότας διαγνωστικοὺς γενέσθαι τῶν πεπονθότων μορίων. ὥσπερ οὖν ὀλίγον ἔμπροσθεν ὑπέκειτο διατεταμένης τῆς κύστεως ἀδυνατῶν ὁ ἄνθρωπος οὐρεῖν, οὕτως νῦν ὑποκείσθω χωρὶς τοῦ κατὰ τὴν κύστιν ὄγκου γεγενημένη ἡ τῶν οὔρων ἐπίσχεσις. ἀνάγκη δήπου κατὰ τὴν τοιαύτην ἰσχουρίαν ἤτοι τοὺς οὐρητῆρας ἢ τοὺς νεφροὺς ἐμπεφράχθαι. πάλιν οὖν ἐνταῦθα σκεπτέον ἐστὶ τὰ πρὸ τῆς ἰσχουρίας συμπτώματα, πότερα λιθιώντων τῶν νεφρῶν ἢ φλεγμαινόντων ἤ τι ἄλλο κακὸν πασχόντων. ἐπισκεπτέον δὲ καὶ περὶ τῆς ἐν ὅλῳ τῷ σώματι διαθέσεως, ἵνα διορισώμεθα καθ' ὅσον οἷόν τε στοχασμῷ τεχνικῷ, πότερον ἐν τοῖς νεφροῖς αὐτοῖς ἡ ἔμφραξις ἐγένετο διὰ λίθους τινὰς ἢ πάχος χυμῶν ἢ κατὰ τοὺς οὐρητῆρας καλουμένους, οἵπερ εἰσὶν οἱ ἀπὸ τῶν νεφρῶν ἐπὶ τὴν κύστιν ἐκτεταμένοι πόροι. τινὰ μὲν γὰρ εἰς ἀκριβῆ διάγνωσιν ἥκει, καθάπερ ὀλίγον ἔμπροσθεν ἐλέγετο, περὶ τῶν ἐμφανιζόντων τῆς πεπονθυίας οὐσίας τὴν ἰδιότητα· τινὰ δὲ ὑποπέπτωκε | τεχνικῷ στοχασμῷ καὶ διὰ ταῦτά γε μακρὸς ὁ λόγος γίγνεται, κἂν ἀποσκευάσηταί τις τοὺς σοφιστάς, ὥσπερ ἀμέλει καὶ νῦν Ἀσκληπιάδου κατεφρονήσαμεν ἀλλόκοτα γράψαντος, ὅσα δι' ἑτέρων ἐξελήλεγκται, περὶ τῆς τῶν οὔρων ἀθροίσεως ἐν κύστει. Κατέγνωσται δ' ἤδη πρὸς ἁπάντων τῶν ἀνατομικῶν καὶ τὰ περὶ τοῦ τῆς ψυχῆς ἡγεμονικοῦ γεγραμμένα τοῖς ἐν τῇ καρδίᾳ νομίζουσιν ὑπάρχειν αὐτό. καὶ οἵ γε περὶ τὸν Ἀρχιγένην μήτ' ἀποστῆναι φανερῶς τοῦ δόγματος ὑπομένοντες ἐξελεγχόμενόν τε αὐτὸ διά τε πολλῶν ἄλλων ὁρῶντες, οὐχ ἥκιστα δὲ καὶ κατὰ τὰς θεραπείας τῶν φρενιτικῶν τε καὶ ληθαργικῶν, ἄνω τε καὶ κάτω τοὺς λόγους στρέφουσιν ἄλλοτ' ἄλλα λέγοντες, ἢ καὶ μηδὲν ὅλως ἀποσαφοῦντες, οἷον ἀμέλει καὶ τὸ τρίτον ἐστὶ Περὶ τῶν πεπονθότων τόπων Ἀρχιγένους. ἡμῖν δὲ περὶ μὲν ἡγεμονικοῦ ψυχῆς ἐν τοῖς Περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ἐπὶ πλεῖστον εἴρηται. νυνὶ δὲ ὡς ἀποδεδειγμένου τὴν ἐπίσκεψιν ποιησόμεθα τῶν πεπονθότων μορίων. ὅπερ δέ ἐστι κοινὸν ἐπὶ πάντων τῶν πεπονθότων τόπων, | οὐκ εἰς λογικὴν ζήτησιν, ἀλλ' ἀναγκαίαν ἐκτεινόμενον ἤδη σοι δίειμι. 2. Τῶν κατὰ τὸ σῶμα τοῦ ζῴου πασῶν ἐνεργειῶν ἑκάστης τι μόριον ἴδιόν ἐστι, δι' οὗ γίνεται. καὶ τοίνυν καὶ βλάπτεσθαι τὴν ἐνέργειαν ἀναγκαῖόν ἐστι παθόντος κατά τι τοῦ δημιουργοῦντος αὐτήν. πάσχει δέ ποτε μὲν οὕτως εὔλυτον πάθος, ὡς εὐθὺς ἅμα τῷ δράσαντι χωρισθέντι πεπαῦσθαί, ποτε δὲ οὕτως δύσλυτον, ὡς παραμένειν ἐπὶ πλεῖστον. ἔστι δ' ὅτε καὶ τὸ δρῶν αὐτὸ διοδεῦον οὐκ ἐστηριγμένον ἐν τῷ μορίῳ τὸ πάθος ἐργάζεται καὶ τοῦτο εἰκάζει σκιᾷ πάθους ὁ Ἀρχιγένης, ὡς ἐπὶ τῶν ὅμοια τοῖς ὑποχεομένοις φανταζομένων ὀφθαλμῶν, ἐφ' ὧν ἐν τῷ στόματι τῆς γαστρὸς ἤθροισται περίττωμα λεπτομερές· ἀτμῶν γάρ τινων ἐντεῦθεν εἰς τοὺς ὀφθαλμοὺς ἀναφερομένων περιπίπτουσα τούτοις ἡ ὀπτικὴ δύναμις ὁμοίως φαντάζεται τῇ κατὰ τοὺς ὑποχεομένους. καὶ μάλιστά γε συμβαίνει τὸ τοιοῦτον, ἐφ' ὧν αὐτό τε τὸ κατὰ τοὺς ὀφθαλμοὺς ὑγρὸν ἀκριβῶς ἐστι καθαρὸν ἥ τ' ὀπτικὴ δύναμις αἰσθητικωτάτη. |