Πάλιν οὖν ἀναλαβόντες τὸν λόγον ἐπὶ τὰ συνεχῆ προέλθωμεν, ὡς ἐκ τῶν προγεγενημένων τε καὶ τῶν νῦν ὄντων συμπτωμάτων ἡ τῆς ἰσχουρίας αἰτία γνωρίζεται. πληγεὶς γάρ τις ἰσχυρῶς κατὰ τὸν καλούμενον περίνεον ἐπιγενομένης τῇ πληγῇ φλεγμονῆς οὔτε οὐρεῖν ἠδύνατο καὶ προφανῶς ἡ κύστις αὐτὴ πεπληρωμένη κατὰ περιγραφὴν ἐτέτατο. ἔπειτα τούτῳ καθετῆρα προσφέρειν οὐκ ἐδόκει παροξυνθησομένης ὑπ' αὐτοῦ τῆς φλεγμονῆς, ἀλλὰ καταντλεῖν | ὕδωρ θερμὸν ἔλαιον παραχέοντας ἄμεινον ἐφαίνετο. καὶ σχεδὸν ὥραις τρισὶ τοῦτο ποιήσαντες, ἐπειδὴ τήν τε τάσιν ἑωρῶμεν ἱκανῶς κεχαλασμένην τήν τ' ὀδύνην, ὡς αὐτὸς ὡμολόγει, πραοτέραν γεγενημένην, παρεκελευσάμεθα προθυμηθῆναι περὶ τὴν οὔρησιν· οὕτως τε πράξαντες ἐπεθλίψαμεν ἠρέμα τὸν ὄγκον τῆς κύστεως εἰς τὸ κάτω βιαζόμενοι. καὶ ταῦτα ποιησάντων οὔρησεν ὁ νεανίσκος. Ἐπὶ μὲν δὴ τῶν τοιούτων ἐναργῶς ἡμῖν ἡ τῆς ἰσχουρίας αἰτία διαγινώσκεται, κατ' ἔνια δὲ τῶν ἄλλων οὐκ ἐναργῶς, ἀλλ' ὁ συνήθως ὀνομαζόμενος ὑπὸ πάντων ἤδη χρήσιμος τεχνικὸς στοχασμός, ὃς ἐν τῷ μεταξύ πώς ἐστιν ἀκριβοῦς τε γνώσεως καὶ παντελοῦς ἀγνοίας. ὅθεν οὐδὲ δυνατόν ἐστιν ἐπὶ πάντων τῶν νοσημάτων ποιήσασθαι τὰς ὑπὸ τῶν ἐμπειρικῶν ὀνομαζομένας παθογνωμονικὰς συνδρομάς, ἀλλ' ὅπερ ὁ Ἐρασίστρατος εἴωθε λέγειν, ἀληθέστατόν ἐστι· γεγυμνάσθαι χρὴ τὸν λογισμόν, ὅστις μέλλει διαγνώσεσθαι καλῶς οὐ μόνον τὸ πάθος, ὁποῖόν ἐστιν, ἀλλὰ καὶ τὸν πάσχοντα τόπον. ἡ γυμνασία δὲ γενήσεται προσηκόντως, οὐκ ἐὰν ζητῶμεν, | εἴτε χρὴ φάναι πεπονθέναι τὸν τράχηλον τῆς κύστεως διὰ τὸν ἐμφράξαντα λίθον ἢ θρόμβον, εἴτε τοῦτον μὲν ὑπάρχειν ἀπαθῆ, τὴν δὲ ἐνέργειαν βεβλάφθαι. ταῦτα μὲν οὖν ὁ Ἀρχιγένης ζητεῖ περιττὰ πρὸς τὴν τέχνην. ἕτεροι δὲ τούτων ἐπέκεινα προϊόντες οὐδὲ τὴν ἐνέργειαν βεβλάφθαι φασί· γίνεσθαι γὰρ αὐτὴν ἀνιεμένου μὲν τοῦ σφίγγοντος μυὸς τὸν τράχηλον τῆς κύστεως, περιστελλομένης δὲ αὐτῆς τῆς κύστεως τῷ περιεχομένῳ κατ' αὐτὴν οὔρῳ, συνεπιθλιβόντων δὲ τῶν καθ' ὑπογάστριον μυῶν. ὅταν οὖν ἥ τε κύστις ἀβλαβῆ τὴν ἑαυτῆς ἐνέργειαν ἔχῃ τούς τε μῦς ἡ προαίρεσις, ὡς ἂν ἐθέλῃ, παρασκευάζῃ τοὺς μὲν ἄνωθεν ἐντείνουσα, τὸν δὲ περὶ τῷ τραχήλῳ χαλῶσα, πῶς ἂν ἔτι, φασί, δεόντως τις ὑπολάβοι βεβλάφθαι τὴν ἐνέργειαν? ἀναγκάζονται τοιγαροῦν οὗτοι τὸ τῆς ἰσχουρίας πάθος οὐ βεβλαμμένης τῆς οὐρήσεως, ἀλλ' ἐμποδιζομένης γίνεσθαι λέγειν ὥσπερ ὠφελοῦντές τι τὴν ἰατρικήν, εἰ τὸ βεβλάφθαι ῥῆμα μετατιθέντες ἐμποδίζεσθαι λέγοιεν. Αἱ μὲν δὴ τοιαῦται ζητήσεις, ὡς ἔφην, λογικαί τινές εἰσιν καὶ γυμνάζουσι τὸν λογισμὸν οὔτ' εἰς τὴν τῶν | παθῶν διάγνωσιν οὔτ' εἰς τὴν τῶν πεπονθότων τόπων εὕρεσιν συντελοῦσαι. ἡ δ' ὑφ' ἡμῶν ἀρτίως λεγομένη τῆς προκειμένης πραγματείας ἐστὶν οἰκεία καὶ φαίνεται τό γε τοσοῦτον ἤδη κατ' αὐτήν, ὡς χρὴ γινώσκειν πρῶτον μὲν ἐξ ἀνατομῆς ἑκάστου τῶν μορίων ἀκριβῶς τὴν οὐσίαν, ὁποῖά τίς ἐστιν, ἔπειτα τὴν ἐνέργειάν τε καὶ τὴν πρὸς τὰ πλησιάζοντα μόρια κοινωνίαν, ὅπερ ἐν τῷ τῆς θέσεως ὀνόματι περιλαμβάνεται. καὶ μὴν καὶ ἡ χρεία τῶν μορίων ἑκάστου μεγάλα συντελεῖ πρὸς τὴν τῶν πεπονθότων τόπων εὕρεσιν· αἱ μὲν γὰρ ἐνέργειαι κινήσεις εἰσὶ δραστικαὶ τῶν μορίων, αἱ χρεῖαι δ' ἅπασιν ὑπάρχουσι, κἂν μηδὲν ἐνεργῶσιν. ἐπί γέ τοι τῶν κατὰ τὴν οὔρησιν ἡ μὲν ἐνέργεια τῆς ἐκκρίσεως τῇ περιστολῇ τῆς κύστεως γίνεται συνεπιβοηθούντων ἐνίοτε καὶ τῶν καθ' ὑπογάστριον μυῶν, ὅταν ἤτοι παντάπασιν ὀλίγον ᾖ τὸ περιεχόμενον οὖρον ἢ ἄτονος ἡ κύστις. ἅπαντα δὲ τἆλλα χρήσιμά ἐστι πρὸς τὴν ἐνέργειαν· εἰ μὴ γὰρ ἥ τε κύστις αὐτὴ τὸ κύτος ὅλον οὕτως ἐσχημάτιστο καὶ ὁ τράχηλος αὐτῆς ἐτέτρητο δι' ὅλου καὶ ἡ τῶν οὐρητήρων ἔμφυσις εἰς αὐτὴν ἐγένετο | λοξή, μάτην ἂν εἶχε τὴν περισταλτικὴν κίνησιν. ἐξ οὖν τῆς τούτων γνώσεως ἡ τῶν πεπονθότων μορίων διάγνωσις ἅμα τοῖς κατ' αὐτὰ γίνεται πάθεσιν, οὐκ ἐκ τοῦ ζητεῖν, εἴτε χρὴ πεπονθέναι φάναι τὸ ἐμπεφραγμένον ὄργανον, εἴτ' ἀπαθὲς εἶναι.