Φέρε γάρ, ὑποκείσθω παιδίον μὲν τὸ κάμνον, ἔμπροσθεν δ' αὐτῷ γεγονέναι τὰ τοῦ λίθου σημεῖα, τὸ μὲν οὖρον ὑδατῶδες, ὑποστάσεις δέ τινας ψαμμώδεις ἐν αὐτῷ, καὶ κνώμενον τὸ αἰδοῖον συνεχῶς καὶ χαλώμενον ἢ ἐντεινόμενον ἀλόγως, ἔπειτ' ἐξαίφνης ἰσχουρῆσαι· ἐπὶ τούτῳ τις οὐκ ἄν ἀλόγως ὑπονοήσειεν ἐμπεπτωκέναι τῷ τραχήλῳ τῆς κύστεως τὸν λίθον. ὕπτιόν τε οὖν σχηματίσας τὸ παιδίον ὑψηλότερά τε πολλῷ τοῦ λοιποῦ σώματος ἐργασάμενος τὰ | σκέλη διασείσεις πολυειδῶς ἐπιτεχνώμενος ἐκπεσεῖν τοῦ πόρου τὸν λίθον. ἐπειδὰν δὲ ταῦτα πράξῃς, κέλευε προθυμηθῆναι τὸ παιδίον οὐρῆσαι. κἂν μὲν ὑπακούσῃ τὸ ἔργον ἐκκριθῇ τε τὸ οὖρον, ἅμα τῆς τ' αἰτίας ἀκριβῆ διάγνωσιν ἐσχηκέναι καὶ τῆς θεραπείας εὐπορηκέναι πεισθήσῃ· μενούσης δὲ ἔτι τῆς ἰσχουρίας ἐκ δευτέρου διασείσεις σφοδρότερον· εἰ δὲ διασείσαντος καὶ νῦν ἔτι μένοι, διὰ τοῦ καλουμένου καθετῆρος ἅμα μὲν ἀπώσῃ τὸν λίθον ἐκ τοῦ τραχήλου τῆς κύστεως, ἅμα δὲ ποδηγήσεις τοῖς οὔροις. Εἰ δὲ τὰ μὲν λίθου σημεῖα μὴ φαίνοιτο προγεγενῆσθαι τῆς ἰσχουρίας, αἵματος δέ τις ἔκκρισις, εἰκὸς εἶναι θρόμβον ἐμφράττοντα τὴν οὐρήθραν. ἐγχωρεῖ δὲ καὶ τῆς κύστεως ἡλκωμένης ἔκκρισιν μὲν αἵματος μὴ προηγεῖσθαι, κατὰ βραχὺ δὲ συστῆναι θρόμβον· ἐγχωρεῖ δὲ κἀκ τῶν νεφρῶν αἷμα διὰ τῶν οὐρητήρων εἰς τὴν κύστιν ῥυὲν ἐργάσασθαι τὸν θρόμβον. ἀλλὰ κἀπὶ τῶν τοιούτων στοχασμῶν ὁ καθετὴρ χρήσιμος, ὥσπερ κἀπειδὰν πύον ἢ χυμός τις παχὺς καὶ γλίσχρος ὑπονοῆται κατειληφέναι τὸν πόρον. εἰς δὲ τὴν τοιαύτην ὑπόνοιαν | ἀφιξόμεθα διὰ τῆς τῶν προγεγενημένων γνώσεως. εἰ μὲν γὰρ ἤτοι κατὰ κύστιν ἢ νεφροὺς εἴη τι προγεγενημένον πάθος ὡς ἐξ αὐτοῦ δύνασθαι προσδοκῆσαι πύον ἠθροῖσθαι τοσοῦτόν τε καὶ τοιοῦτον, ὑφ' ὅσου τε καὶ οἵου φραχθῆναι τὸν πόρον εἰκός ἐστι, δυνατὸν εἶναι στοχασόμεθα διὰ τὴν αἰτίαν ταύτην ἐπισχεθῆναι τὸ οὖρον, ἢ εἰ καὶ ἀνωτέρω τῶν νεφρῶν ἀπόστημα καθ' ἕτερόν τι μόριον εἴη προγεγενημένον, οὗ ῥαγέντος εἰκός ἐστι τὸ πύον εἰς νεφροὺς μεταληφθῆναι. μηδενὸς δὲ τοιούτου προηγησαμένου τὴν δίαιταν ἐξετάσομεν, εἰ ἀργὸς [ἢ] διὰ πολλῶν ἐδεσμάτων παχεῖς ἢ γλίσχρους ἐργαζομένων χυμούς. οὕτω δὲ εἰ καὶ σάρκα τινὰ δι' ἕλκωσιν ἐπιτραφεῖσαν ἡγούμεθα τὸν τράχηλον τῆς κύστεως ἐμφράττειν, ἔκ τε τῶν προηγησαμένων τοῦ ἕλκους σημείων ἔκ τε τοῦ κενωθῆναι τὸ οὖρον ἐπὶ τῷ καθετῆρι συλλογιούμεθα. καί ποτε καὶ γενόμενον οἶδα τοιοῦτόν τι πάθημα· διεμβαλλομένου γοῦν τοῦ καθετῆρος ἤλγησεν κατ' ἐκεῖνο τοῦ πόρου τὸ μέρος, ἔνθα καὶ πρότερον ἐτεκμηράμεθα τὴν ἕλκωσιν εἶναι· θλασθείσης δὲ τῆς σαρκὸς ὑπὸ τοῦ καθετῆρος ἠκολούθησε μετὰ τὴν τῶν οὔρων ἔκκρισιν αἵματός τι καὶ θρύμματα | τῆς σαρκός. Ταῦτα μὲν οὖν εἴρηταί μοι τῆς προκειμένης ἴδια πραγματείας ὄντα, καὶ γέγονεν ἤδη δῆλον, ὡς λογικὴ μόνον ἐστὶν ἡ μικρὸν ἔμπροσθεν εἰρημένη ζήτησις οὐδὲν ἡμᾶς ὠφελοῦσα πρὸς τὰ τῆς τέχνης ἔργα. τὸ γάρ τοι χρήσιμον εἰς ταῦτ' ἐστὶ γνῶναι τὸν πόρον ἐμπεφραγμένον ὑπὸ θρόμβου τινός, εἰ οὕτως ἔτυχεν, ἢ λίθου· τὸ δ' εἴτε πάθος εἶναι λεκτέον τοῦ πόρου τὸ γεγονὸς εἴτε αἴτιον ἰσχουρίας ἐν τῷ πόρῳ περιέχεσθαι, τῶν ἀχρήστων εἰς τὴν τέχνην ἐστίν. Ἀρχιγένης δ' οὐκ οἶδ' ὅπως ἐν τοῖς τοιούτοις σκέμμασι χρονίζει, μετὰ καὶ τοῦ γράφειν ἀσαφῶς οὕτως ὑπὲρ αὐτῶν ὡς μηδένα νοῆσαι.