Ἕτερος δὲ τρόπος ἐστὶ διαγνώσεως ἐκ σημείων τινῶν, ὅταν ἐν ἀλλοτρίᾳ χώρᾳ περιέχηταί τι παρὰ φύσιν, οἷον ἐν νεφροῖς ἢ κύστει λίθος ἢ πύον ἐν θώρακι. ἐκ τούτου δὲ τοῦ γένους ἐστὶν καὶ θρόμβος αἵματος, ἐν ᾧπερ ἂν ᾖ περιεχόμενος, ἤ τις ἕτερος χυμὸς ἀνιαρὸς ἐν τῷ σώματι τοῦ ζῴου γεν| νηθεὶς ἢ ἔξωθεν ἐπεισκριθείς. ὅθεν καὶ ζήτησις οὐδὲν μὲν εἰς τὰ τῆς ἰατρικῆς τέχνης ἔργα συντελοῦσα λογικωτέραν δέ τινα θεωρίαν ἔχουσα πολλοῖς τῶν νεωτέρων ἰατρῶν ἐγένετο, πότερον ἐκ τῶν πεπονθότων τόπων ἐστὶ καὶ τὰ τοιαῦτα τῶν παρὰ φύσιν ἐν ἡμῖν γινομένων ἢ τόπος μὲν οὐδεὶς πέπονθεν, ἐνοχλεῖται δὲ τὸ ζῷον ὑπὸ τῆς παρὰ φύσιν αἰτίας. ὅτι δ', ὡς ἔφην, ἄχρηστός ἐστιν ἡ τοιαύτη ζήτησις, ἔνεστί σοι γνῶναι ῥᾳδίως ἐννοήσαντι τὸ χρήσιμον εἰς τὴν τέχνην ἐκ τῶν διαγνώσεων. ὑποκείσθω γοῦν τις ἡμερῶν τριῶν μηδ' ὅλως οὐρηκώς. ἆρ' οὐκ εὐθέως ζητήσομεν, ἐν τίνι μορίῳ τοῦ σώματός ἐστιν ἡ τοῦ συμπτώματος αἰτία, πότερον ἐν τοῖς νεφροῖς ἢ τοῖς οὐρητῆρσιν ἢ κατὰ τὴν κύστιν ἢ τὴν οὐρήθραν? οὐ μὴν ἐν ἥπατί γε καὶ πνεύμονι καὶ σπληνὶ καὶ γαστρὶ καὶ καρδίᾳ ζητήσομεν αὐτὴν οὐδ' ὅλως ἐν ἄλλῳ μορίῳ, διότι οὐδὲν ἐκείνων ἐστὶν οὐρήσεως ὄργανον. εἰ δέ γ' ἠγνοοῦμεν, ὡς ἐν μὲν τοῖς νεφροῖς πρώτοις ἡ τῶν οὔρων γίνεται διάκρισις, ἐφεξῆς δὲ διὰ τῶν οὐρητήρων ἐπὶ τὴν κύστιν ἀφικνεῖται κἄπειτ' ἐντεῦθεν ἐκκρίνεται, καθ' ὃν ἐμάθομεν τρόπον ἐν τοῖς τῶν φυσικῶν ἐνεργειῶν λογισμοῖς, | οὐδὲν ἂν τούτων εὑρεῖν ἠδυνήθημεν. οὐ μὴν οὐδ' ἄχρι τοσούτου προελθεῖν ἀρκέσει· σκέψασθαι γὰρ ἄμεινον, ἥτις ποτέ ἐστι τῶν εἰρημένων αἰτία, δι' ἣν ἴσχεται τὸ οὖρον. ἡ δὲ ὁδὸς τῆς σκέψεως ἥδε· πάντ' ἐπισκέψασθαι χρὴ τά τε παρόντα καὶ τὰ προγεγονότα συμπτώματα, τὰ μὲν παρόντα θεασάμενον αὐτόν, ὅσα δ' ἔμπροσθεν ἐγένετο διαπυνθανόμενον οὐ τοῦ κάμνοντος μόνον, ἀλλὰ καὶ τῶν οἰκείων. Ἔστω τοίνυν ἕνεκα παραδείγματος ὄγκος μέν τις κατὰ τὸ καλούμενον ἐφήβαιον ἐν περιγραφῇ σαφῶς ἐνδεικνύμενος πεπληρῶσθαι τὴν κύστιν, ἐκκρινέσθω δὲ μηδέν, ἆρ' οὐ πρόδηλον, ὡς ἤτοι παραλελύσθαι τὴν ἀποκριτικὴν τῶν οὔρων ἐνέργειαν ἀναγκαῖόν ἐστιν ἢ τὸν τῆς οὐρήθρας πόρον ἐστεγνῶσθαι? πρῶτον μὲν οὖν ἐπισκεπτέον, εἰ παραλελύσθαι δυνατόν, ἀναμνησθέντας, ὅπως ἡ τῶν οὔρων ἔκκρισις γίνεται τοῖς ὑγιαίνουσιν, ὅταν αὐτοὶ προέλωνται, τοῦ μὲν ἐν κύκλῳ περιβεβλημένου τῷ τραχήλῳ τῆς κύστεως μυὸς παυσαμένου τῆς ἐνεργείας, αὐτῆς δὲ τῆς κύστεως ἐνεργούσης. ἔστι δὲ ἡ μὲν τοῦ μυὸς ἐνέργεια κατὰ τὴν ἡμετέραν γινομένη | προαίρεσιν, ἡ δὲ τῆς κύστεως ἀπροαίρετός τε καὶ φυσική. Δέδεικται γὰρ ἐν τοῖς Τῶν φυσικῶν δυνάμεων ὑπομνήμασιν, ἐν ἅπασι σχεδὸν τοῖς τοῦ σώματος μορίοις ἀποκριτικὴν τῶν περιττωμάτων ὑπάρχειν δύναμιν, ἣν ἔχει μὲν ἀεὶ πάντα, χρῆται δ' αὐτῇ, ὅταν ὑπὸ τῶν περιττωμάτων ἀνιαθῇ. ταύτης οὖν παθούσης ἐγχωρεῖ ποτε γενέσθαι τὴν ὀνομαζομένην ἰσχουρίαν· ἀλλ' ἐὰν οὕτω σχηματίσῃς τὸν ἄνθρωπον ὡς κατάρροπον εἶναι τὸν αὐχένα τῆς κύστεως, ἐπιθλίψῃς τε ταῖς χερσὶν τὸν παρὰ φύσιν ὄγκον, ἐκκριθήσεται τὸ οὖρον· εἰ δὲ ταῦτα πράξαντί σοι μηδὲν γίγνοιτο πλέον, ἀφίστασθαι μὲν χρὴ τῆς κατὰ τὴν παράλυσιν αἰτίας, ἐστεγνῶσθαι δὲ τὴν οὐρήθραν ὑπολαμβάνειν· ὁ γάρ τοι μῦς ὁ περικείμενος αὐτῇ παραλυθεὶς οὐκ ἰσχουρίας, ἀλλ' ἀκουσίου κενώσεως οὔρων αἴτιος γίνεται. Κατὰ πόσους δὴ τρόπους ἐγχωρεῖ στεγνωθῆναι τὸν πόρον τοῦ τραχήλου τῆς κύστεως, ὃν ὀνομάζουσιν οὐρήθραν, ἐφεξῆς ἂν εἴη σκέπτεσθαι. ἐμοὶ μὲν δοκοῦσι τρεῖς οἱ πάντες εἶναι ἤτοι τοῦ σώματος αὐτῆς εἰς ὄγκον τινὰ παρὰ φύσιν ἀρθέντος οὕτω μέγαν ὡς ὑπ' αὐτοῦ καταληφθῆναι τὸν πόρον ἤ τινος | ἐπιτραφέντος αὐτῷ παρὰ φύσιν οἷον σαρκοειδοῦς ἢ πωροειδοῦς σώματος ἢ καὶ φράξαντός τινος τὸν πόρον. αὐτὸ μὲν δὴ τὸ σῶμα πρὸς ἀξιόλογον ὄγκον ἐπιδώσει φλεγμαῖνον ἢ σκιρούμενον ἢ ἀφιστάμενον ἢ ὁπωσοῦν οἰδισκόμενον· ἐπιτραφήσεται δὲ τῷ πόρῳ σὰρξ μὲν ἑλκώσεώς τινος προηγησαμένης, ἑτέρα δέ τις οὐσία χρόνῳ πολλῷ κατὰ βραχὺ χυμοῦ παχέος καὶ γλίσχρου γεννήσαντος αὐτήν. φραχθήσεται δ' ὑπό τε λίθου καὶ θρόμβου καὶ πύου καὶ χυμοῦ παχέος τε καὶ γλίσχρου. ταῦτ' οὖν χρὴ διορίζεσθαι πάντα μὴ μόνον τὰ παρόντα συμπτώματα θεώμενον, ἀλλὰ καὶ τὰ προηγησάμενα.