1. Τόπους ὀνομάζουσι τὰ μόρια τοῦ σώματος οὐχ οἱ νεώτεροι μόνον, ἀλλὰ καὶ τῶν παλαιῶν ἰατρῶν οὐκ ὀλίγοι σπουδάζουσί τε διαγινώσκειν τὰ κατ' αὐτοὺς πάθη, διότι καὶ τὴν θεραπείαν ὑπαλλάττεσθαι συμβαίνει κατὰ τὰς διαφορὰς αὐτῶν. ὁπόσον μὲν οὖν τι τὸ πρὸς τὰς ἰάσεις ἐστὶ χρήσιμον ἐκ τῆς τοιαύτης γνώσεως, ἐν τῇ Τῆς θεραπευτικῆς μεθόδου πραγματείᾳ δηλοῦται· νυνὶ δὲ μόνον, ὅπως ἄν τις διαγιγνώσκοι τὰ πάσχοντα μόρια, πρόκειται σκοπεῖσθαι. Τὰ μὲν οὖν ἐπιπολῆς ἑτοίμως ὑποπίπτει ταῖς | αἰσθήσεσιν ἅμα ταῖς ἰδέαις τῶν παθῶν· ὅσα δ' ἐν τῷ βάθει κατακέκρυπται, γεγυμνασμένου δεῖται τὸν λογισμὸν ἀνδρὸς ἔν τε ταῖς ἐνεργείαις τῶν μορίων καὶ χρείαις, οὐχ ἥκιστα δὲ κἀν τῇ προηγουμένῃ τούτων ἀνατομῇ, ἥτις ἐδίδαξεν ἡμᾶς ἄλλα τε πολλὰ καὶ τῆς οὐσίας ἑκάστου τὴν ἰδιότητα. σῶμα γοῦν τι χονδρῶδές ἐστι κατὰ τὰς τραχείας ἀρτηρίας, ὃ καλοῦσι βρόγχιον, οὗ τὴν ἰδιότητα μόνοις τοῖς τεθεαμένοις ὑπάρχει γινώσκειν. ὅταν οὖν τοῦτό ποτε μετὰ βηχὸς ἀναπτυσθῇ, μέγιστον ἕλκος ἐξ ἀναβρώσεως ἢ σηπεδόνος ἐν πνεύμονι λογιζόμεθ' ὑπάρχειν. ἔστι μὲν γὰρ καὶ καθ' ὅλον τὸν τράχηλον ἐν τῷ μεταξὺ φάρυγγός τε καὶ πνεύμονος ἡ τοιαύτη φύσις τοῦ σώματος, ἀλλ' οὐχ οἷόν τε τηλικαύτην ἕλκωσιν ἐνταυθοῖ γενέσθαι· φθάσει γὰρ ἀποθανεῖν τὸ ζῷον. ἐν δὲ τῷ πνεύμονι δυνατὸν ὡς ἂν σηπομένου τε τοῦ σπλάγχνου δι' ὑγρότητα ῥᾳδίως ὑπό τε μοχθηρῶν χυμῶν ἑτοίμως ἀναβιβρωσκομένου τῶν τε βρογχίων τῶν ἐν αὐτῷ σμικρῶν ὑπαρχόντων. οὐδὲ γὰρ οὐδὲ μόριον αὐτῶν ἀποσαπῆναι δυνατόν, ἀλλ' ὅλον ἀνενεχθῆναι τὸ βρόγχιον | ἀναγκαῖόν ἐστι, τῶν συναπτόντων αὐτὸ τοῖς συνεχέσιν ὑμενωδῶν δεσμῶν ἀπολυθέντων, οἵτινες πάσχουσι πολὺ πρότερον τῶν βρογχίων αὐτῶν. τὰ μὲν γὰρ χονδρώδη τέ ἐστι καὶ σκληρὰ καὶ παχέα, λεπτοὶ δὲ καὶ ἀσθενεῖς οἱ συνδοῦντες ὑμένες αὐτά. Καὶ μὲν δὴ καὶ ἀγγείου τι μόριον οὐ σμικρὸν ἀναβηχθὲν ἐθεασάμεθα σαφῶς ἐνδεικνύμενον καὶ τοῦτο τοῖς ἐμπείροις ἀνατομῆς, ὡς ἐκ τοῦ πνεύμονός ἐστι. τὰ μὲν γὰρ κατὰ τὴν ἐν τῷ τραχήλῳ τραχεῖαν ἀρτηρίαν ἀγγεῖα τριχοειδῆ πάντ' ἐστίν, ὥστ' οὐ μόνον ἡ τῆς οὐσίας ἰδιότης, ἀλλὰ καὶ τὸ μέγεθος ἐνδείκνυται πολλάκις οὐκ ἀσαφῶς, ὁποῖός τίς ἐστιν ὁ πεπονθὼς τόπος. οὕτως γ' οὖν ἐν δυσεντερίᾳ θεασάμενός τις ἐντέρου χιτῶνα διαχωρηθέντα καὶ πάχει καὶ πλάτει μείζονα τῶν ἐν τοῖς λεπτοῖς ἐντέροις, οὐκ ἂν ἀλόγως τεκμαίροιτο τὴν ἕλκωσιν ἐν τοῖς παχέσιν ἐντέροις εἶναι.