Καὶ κατὰ τοῦτο τὸ μόριον ὥσπερ καὶ κατὰ τἄλλα πάντα διττὸν γένος τῶν νοσημάτων ἐστὶ, τὸ μὲν ἕτερον ἐπὶ δυσκρασίᾳ μόνῃ καὶ χωρὶς ὄγκου παρὰ φύσιν, ἅμα δὲ τοῖς ὄγκοις ἐρυσιπέλατά τε καὶ φλεγμοναὶ καὶ σκίῤῥοι καὶ πνευματικαὶ διατάσεις, καὶ χυμῶν παχέων ἢ γλίσχρων ἐμφράξεις ἐν τοῖς πέρασι τῶν ἀγγείων γιγνόμεναι, ὅσα τῆς ἐπὶ ταῖς πύλαις αὐτοῦ φλεβὸς ἀφώρμηνται. ταύταις μὲν οὖν ἕπεται βάρους αἴσθησις, ἐγκειμένου κατὰ τὸ δεξιὸν ὑποχόνδριον· ὅταν δὲ καὶ πνεύματος ἀμμώδους ἀθροισθῇ πλῆθος οὐκ ἔχοντος διέξοδον, οὐ βάρους μόνον, ἀλλὰ καὶ τάσεως αἴσθησις γίγνεται. καὶ τὰς φλεγμονὰς δὲ, ὅσαι χωρὶς ἀτονίας τοῦ σπλάγχνου γίγνονται, τὰς μὲν ἐν τοῖς κυρτοῖς αὐτοῦ μέρεσι γινομένας, καὶ μάλισθ’ ὅταν ὦσιν μεγάλαι, ῥᾷστον ἂν ἡμῖν γνωρίζειν ἐστὶ καὶ διὰ μόνης τῆς ἁφῆς· τὰς δ’ ἐν τοῖς σιμοῖς διὰ τῶν ἑπομένων συμπτωμάτων μᾶλλον ἢ διὰ τῆς ἁφῆς. ἄρξομαι δ’ ἀπὸ τῶν κατὰ τὰ κυρτὰ γιγνομένων, ἀναμνήσας ὑμᾶς πρότερον ὧν ἐν ταῖς ἀνατομαῖς ἐθεάσασθε τῶν μετὰ τὸ δέρμα τεταγμένων μυῶν, ὀκτὼ τὸν ἀριθμὸν ὄντων ἐν συζυγίαις τέτταρσιν. ἔστι γὰρ αὐτῶν ἡ μέν τις ὀρθίων μυῶν ὅλων σαρκωδῶν, ἀπὸ τῶν κατὰ τὰ στέρνα τόπων ἐπὶ τὰ καλούμενα πρὸς τῶν ἀνατομικῶν ἥβης ὀστᾶ καθηκόντων· ἑτέρων δὲ τριῶν ἄχρι τοῦ ψαῦσαι τῶν ὀρθίων, τὸ σαρκῶδες αὐτῶν μέρος ἐχόντων, ὅταν δ’ ἅψωνται πρῶτον αὐτῶν, εἰς ἀπονεύρωσιν ὑμενώδη τελευτώντων. ἡ μὲν οὖν  μία συζυγία τῶν μυῶν τούτων, ἥπερ καὶ πάντων ἔξωθέν ἐστιν, ἀπὸ τοῦ θώρακος καταφέρεται λοξὴ πρόσω τε καὶ κάτω φερομένη· δευτέρα δ’ ἑτέρα κατὰ τοὐναντίον τῇδε, κάτωθεν ἐρχομένη, πρόσω τε καὶ ἄνω φέρεται λοξή· ταύτῃ δ’ ὑποβέβληται τρίτη συζυγία μυῶν ἐγκάρσιον ἐχόντων θέσιν, ἐπιβεβλημένων τῷ περιτοναίῳ. τῶν μὲν οὖν ὀρθίων μυῶν οἱ παρὰ φύσιν ὄγκοι προμήκεις τέ εἰσι καὶ κατὰ τὸ μέσον ὅλης τῆς γαστρὸς ἐκτείνονται, περιλαμβάνοντες τὸν ὀμφαλὸν, ὥσπερ αὐτὸ τὸ ζεῦγος τῶν μυῶν· ὥστ’ εἰκότως εὔδηλον ἔχει τοῦτο τὴν διάγνωσιν, ἐλεγχομένην ἔκ τε τῆς θέσεως καὶ τοῦ σχήματος, καὶ προσέτι τοῦ μηδένα μῦν ἔξωθεν αὐτῶν προκεῖσθαι. κοινὰ δὲ ταῦτ’ ἐστὶν καὶ τοῖς ἐκ τοῦ θώρακος καταφερομένοις λοξοῖς. οἱ δ’ ὑποβεβλημένοι τούτοις χαλεπωτέραν ἔχουσι τὴν διάγνωσιν, ἁπάντων τε δυσκολωτάτην οἱ ἐγκάρσιοι. τὸ δ’ ἧπαρ εὔδηλον ὅτι καὶ τούτων ἔνδον ἐστὶν ὑπὸ τῷ περιτοναίῳ. τριῶν οὖν ἐπιβεβλημένων αὐτῷ μυῶν, ἡ διὰ τῆς ἁφῆς γνῶσις ἀδύνατός ἐστιν, ἄνευ τοῦ μεγάλην αὐτοῦ γενέσθαι τὴν φλεγμονὴν, ἢ λεπτυνθῆναι τοὺς ἐπικειμένους μῦς. ἀλλὰ τό γε κατὰ τὸ δεξιὸν ὑποχόνδριον βάρος, ἥ τ’ ἀνασπῶσα ἐξεπίτηδες ὅλον τὸ ὑποχόνδριον ὀδύνη, τό τ’ εἰς τὴν κλεῖν ἄλγημα διατεῖνον, καὶ γὰρ καὶ τοῦτό ποτε γίγνεται, βηχία τε σμικρὰ, καὶ τὸ τῆς γλώττης χρῶμα κατ’ ἀρχὰς μὲν ἐρυθρότερον γιγνόμενον, ὕστερον δὲ καὶ μελαινόμενον, ἀνορεξία σφοδρά τε καὶ δίψος ἄπαυστον, καὶ τινες ἔμετοι χολῆς ἀκράτου τε καὶ λεκιθώδους, ὕστερον δέ ποτε καὶ ἰώδους, ἐνδείκνυται πεπονθέναι τὸ ἧπαρ· ἐπίσχεται δ’ αὐτοῖς καὶ ἡ γαστὴρ, ἐάν γε μὴ σὺν ἀτονίᾳ τοῦ σπλάγχνου συμβῇ γίγνεσθαι τὴν φλεγμονήν. ὅμοια δὲ τούτοις ἐστὶ καὶ τὰ τοῦ ἐρυσιπέλατος συμπτώματα, καὶ πυρετὸς ἅμα δίψει σφοδροτάτῳ γίγνεται τούτοις· τοὺς γὰρ ὑπὸ τῶν παλαιῶν ὀνομαζομένους καύσους ὡς τὸ πολὺ γιγνομένους ὁρῶμεν ἐπὶ ταῖς τοῦ ἥπατος ἢ κοιλίας φλογώδεσι διαθέσεσι· γίγνονται μὲν γὰρ καυσώδεις πυρετοὶ καὶ δι’ ἐρυσιπελατώδη φλεγμονὴν πνεύμονος, ὥσπέρ γε καὶ καθ’ ὅλον τὸ σῶμα διὰ σηπεδόνα χυμῶν χολωδῶν εἰς ἄμετρον ζέσιν ἀφικομένων, ἀλλ’ οἱ σφοδρότατοι διὰ γαστέρα καὶ ἧπαρ εἰώθασι γίγνεσθαι, ἐφ’ οἷς μορίοις τοὐπίπαν ἡ μετάπτωσις ἐκ τῶν τοιούτων πυρετῶν εἰς μαρασμὸν τελευτᾷ. περὶ μὲν οὖν μαρασμοῦ γέγραπται κατὰ μόνας· αἱ δὲ κατὰ τὰ σιμὰ μέρη τοῦ ἥπατος γιγνόμεναι φλεγμοναὶ πλεονεκτοῦσι τῶν ἐν τοῖς κυρτοῖς, ἀνορεξίαις τε καὶ ναυτίαις, ἐμέτοις τε χολώδεσι καὶ δίψει σφοδρῷ, καθάπερ αἱ ἐν τοῖς κυρτοῖς τῶν ἐν τοῖς σιμοῖς, τῶ μᾶλλον ὀδυνᾶσθαι κατὰ τὰς εἰρημένας ἀρτίως ἀναπνοὰς, καὶ τῷ βηχία κινεῖν, ἀνατείνεσθαί τε μέχρι τῆς δεξιᾶς κλειδὸς τὴν ὀδύνην, ὡς κατασπᾶσθαι δοκεῖν αὐτήν. αἱ νόθαι δὲ πλευραὶ συναλγοῦσι ἀμφοτέροις ἐνίοτε, καὶ τοῦτ’ αὐτοῖς κοινὸν εἰκότως ἐστὶ, συμβαῖνον οὐ πᾶσι, ὅτι μὴ συνῆπται πᾶσι δι’ ὑμένων τὸ ἧπαρ ταῖς πλευραῖς, ὡς ἔστιν οὐ μόνον ἐπὶ πιθήκων, ἀλλὰ καὶ τῶν ἄλλων ζώων θεάσασθαι· τοῖς μὲν γὰρ φαίνεται συνημμένον, τοῖς δ’ οὔ. γίγνεται μὲν οὖν ποτε καὶ τῶν κυρτῶν τοῦ σπλάγχνου μόνον φλεγμονὴ, καθάπερ γε καὶ τῶν σιμῶν· οὐ μὴν συστῆναί γε δύναται κατὰ θάτερον τῶν μερῶν, ἀκριβῶς περιορισθεῖσα, συνεχὴς γάρ ἐστιν ἡ σὰρξ τοῦ σπλάγχνου κατὰ πάντα αὐτοῦ τὰ μόρια. τοῖς μὲν τῇ φύσει λεπτὸν ἔχουσι τὸ ἐπιγάστριον, ὅταν καὶ διὰ τὸ νόσημα γένηται λεπτότερον, ὑποπίπτουσι σαφέστερον αἱ μεγάλαι φλεγμοναὶ τοῦ ἥπατος, ἴδιον ἔχουσαι παρὰ τοὺς ἐπικειμένους μῦς τὸ κατὰ περιγραφὴν ἀθρόαν παύεσθαι τὸν ὑποπίπτοντα ταῖς χερσὶν ὄγκον· ἕκαστος γὰρ τῶν μυῶν, ἅτε συνεχὴς ὅλως ὑπάρχων ἑαυτῷ, κατὰ βραχὺ μειούμενον ἔχει τὸν ὄγκον τῆς φλεγμονῆς, τῷ δ’ ἥπατι μόνῳ συμβέβηκεν ἀθρόως περιγραφόμενον ἴσχειν αὐτόν. εὔδηλον δ’ ὅτι σκιῤῥούμενον ἐναργεστέραν ἔχει τὴν διάγνωσιν, αὐτοῦ τε τοῦ κατὰ τὸν σκίῤῥον ὄγκου σκληροτέρου τῶν φλεγμονῶν ὑπάρχοντος καὶ λεπτυνομένων τῶν ἐπικειμένων σωμάτων ἐν ταῖς τοιαύταις διαθέσεσι. προϊόντος δὲ τοῦ χρόνου, καίτοι μείζονος γιγνομένου τοῦ κατὰ τὸν σκίῤῥον ὄγκου, συμβαίνει τὴν διάγνωσιν αὐτοῦ πρός τε τὴν ἁφὴν δυσκολωτέραν γίγνεσθαι, τῷ φθάνειν ἤδη παρέγχυσιν ὑδερικὴν ἕπεσθαι· χωρὶς μὲν γὰρ τοῦ παθεῖν τὸ ἧπαρ οὐκ ἂν γένοιτο τοιοῦτον πάθος, οὐκ ἀεὶ δὲ κατὰ πρωτοπάθειαν αὐτοῦ συνίσταται, κᾂν ὅτι μάλιστα διὰ τοῦτο γίγνηται. διότι μὲν γὰρ αὐτὸ τῆς αἱματώσεώς ἐστιν ὄργανον, ἀκόλουθόν ἐστιν ἀποτυγχάνεσθαι τὴν ἐνέργειαν ἐπὶ τῇ τοῦδε τοῦ σπλάγχνου κακώσει· συμβαίνει δ’, ὡς ἔφην, ἄλλοτ’ ἄλλου μέρους ἐν δυσκρασίᾳ πάνυ ψυχρᾷ γιγνομένου διαδίδοσθαι τὴν ψύξιν εἰς ἧπαρ. ἐπὶ μὲν οὖν σπληνὶ καὶ κοιλίᾳ καὶ πᾶσι τοῖς ἐντέροις, καὶ μάλιστα τοῖς κατὰ τὴν νῆστιν, αἱ κατὰ τὸ μεσεντέριον ἅπασαι φλέβες ἑκτικὴν δυσκρασίαν παθοῦσαι, συγκαταψύχουσιν ἑαυταῖς ῥᾳδίως τὰς ἐν τοῖς σιμοῖς μέρεσιν τοῦ ἥπατος ἁπάσας φλέβας, ἐξ ὧν καὶ εἰς αὐτὸ τὸ σῶμα τοῦ ἥπατος ὅλον ἡ διάδοσις γίγνεται τῆς δυσκρασίας· ἐπὶ δὲ πνεύμονι καὶ διαφράγματι καὶ νεφροῖς αἱ κατὰ τὰ κυρτὰ τοῦ σπλάγχνου φλέβες εἰς συμπάθειαν ἔρχονται πρότεραι, συνδιατίθεται δὲ τῷ χρόνῳ δηλονότι καὶ ταύταις ὅλον τὸ σπλάγχνον. ταῦτα μὲν οὕτως ἔχειν ὡς εἴρηται νῦν, οὐδεὶς ἂν ἀμφισβητήσειεν, πλὴν εἴ τις ἐριστικὸς, ἢ παντάπασιν ἀμαθὴς εἴη· περὶ δὲ τῶν ἐμφράξεων οὐχ ὁμοίως εὔδηλον. ὅτι μὲν γὰρ αἱ κατὰ τὰ σιμὰ τοῦ σπλάγχνου φλέβες, ἀπὸ τῆς ἐπὶ πύλας πεφυκυῖαι τελευτῶσιν εἰς λεπτότατα πέρατα, σαφῶς φαίνεται, καθάπερ γε καὶ ὅτι  πρὸς τὸν αὐτὸν ἀφικνεῖται τόπον ἕτερα πέρατα τῶν ἀπὸ τῆς κοίλης εἰς τὰ κυρτὰ τοῦ σπλάγχνου κατασχιζομένων· οὐ μὴν αἴ γε συναναστομώσεις αὐτῶν ὁρῶνται, οὐ μὴν οὐδ’ ἠμφισβήτησέν τις, ἀλλὰ πάντες ὡς ἐξ ἑνὸς στόματος ἀπεφήναντο, τὴν ἀναδιδομένην τροφὴν εἰς ὅλον τὸ σῶμα, διεξελθοῦσαν πάσας τὰς κατὰ τὰ σιμὰ φλέβας, εἰς τὰς κατὰ τὰ κυρτὰ μεταλαμβάνεσθαι διὰ τῶν εἰρημένων περάτων. ὁμολογουμένου δὴ τούτου, καὶ τοῦ τῶν φλεβῶν φλεγμαινουσῶν τε καὶ σκιῤῥουμένων ὄγκου στενοῦντος τὴν διέξοδον τοῦ αἵματος, εὔλογον εἶναι φαίνεται, καθάπερ ἔδοξέ τισιν, ὅσον λεπτόν ἐστι καὶ ὑδατῶδες ἐν αἵματι, μεταληφθήσεσθαι, καὶ πάντῃ τοῦ σώματος ἐνεχθήσεσθαι, τὸ δ’ ἀκριβὲς αἷμα τὸ διὰ πάχος αὐτοῦ κατὰ τὰ σιμὰ τοῦ σπλάγχνου μένον αἴτιον αὐτῷ γενήσεσθαι πληθωρικῶν νοσημάτων. ἀνασκεπτομένοις ἡμῖν τὴν δόξαν τήνδε τὸ μέν τι τοῖς εἰρημένοις ὁμολογεῖν ἐδόκει, τὸ δέ τι καὶ διαφέρεσθαι τοῖς φαινομένοις. τὸ μὲν γὰρ ὑδατῶδες ἐν αἵματι, μεταληφθὲν εἰς τὴν κοίλην φλέβα, πανταχόσε τοῦ σώματος ἀναδίδοσθαι τοῖς προομολογουμένοις ἀκόλουθον φαίνεται· καθάπερ γε καὶ τὸ παχύτερον αἷμα, στεγόμενον ἐν ταῖς κατὰ τὸ σπλάγχνον φλεψὶν, εἴς τε τὴν νῆστιν καὶ τὸ λεπτὸν ἔντερον καὶ τὸ κῶλον καὶ τὸ τυφλὸν καὶ τὸ ἀπευθυσμένον ἀντικαταφέρεσθαι, τάχα δ’ ἄν τινα φάναι, καὶ εἰς αὐτὴν τὴν γαστέρα. οὐ μὴν φαίνεται τοῦτο γιγνόμενον οὔτ’ ἐπὶ τοῖς παρὰ φύσιν ὄγκοις τοῦ ἥπατος οὔτ’ ἐπὶ ταῖς ἐμφράξεσιν, ἀλλὰ τὸ μὲν ὅλον ἄνω καὶ κάτω σῶμα φλεγματικὸν αἷμα περιέχειν φαίνεται, κατά τε τοὺς ἀνὰ σάρκα τε καὶ λευκοφλεγματίας καὶ ὑδέρους ὀνομαζομένους. διὰ δὲ τῆς γαστρὸς οὐδὲν αἱματῶδες οὔτ’ ἐν τούτοις οὔτ’ ἐν τοῖς ἀσκίταις τε καὶ τυμπανίαις ἐκκρίνεται, τῆς δ’ ὑδατώδους ὑγρότητος ἐμπίπλαται τὸ μεταξὺ τοῦ περιτοναίου καὶ τῶν ὑποκειμένων αὐτῷ σωμάτων. εὐλογώτερον οὖν ἐστιν ἐπὶ τῇ ψύξει τοῦ σπλάγχνου μὴ μεταβάλλειν εἰς αἷμα τὴν ἀναδιδομένην τροφὴν, ἀλλὰ καὶ συγκαταψύχεσθαι τὰς ἐν ὅλῳ τῷ σώματι φλέβας, καὶ μάλισθ’ ὅτι πολλάκις ὄγκος μὲν οὐδεὶς ἐν ἥπατι φαίνεται, παρεγχύσεσι δ’ ὑδρωπικαῖς ἁλίσκονται, σπληνὸς κακοπραγοῦντος, ἢ τῶν κατὰ τὴν νῆστίν τε καὶ τὸ λεπτὸν ἔντερον καὶ μεσάραιον, ἢ πνεύμονα καὶ νεφροὺς, ἢ καὶ δι’ ἄμετρον αἱμοῤῥοΐδος κένωσιν, ἢ ῥοῦν γυναικεῖον, ἢ καταμηνίων ἐπίσχεσιν, ἤ τινα ἄλλην ἐν ὑστέρᾳ μεγάλην διάθεσιν· ὁρᾶται γὰρ ἐν ἅπασι τοῖς τοιούτοις, οὐδένα παρὰ φύσιν ὄγκον ἔχοντος τοῦ σπλάγχνου, τοῖς ὑδερικοῖς ἁλίσκεσθαι νοσήμασι τὸ σῶμα. μάλιστα δ’ ἐναργῶς ἔστιν ἰδεῖν τοῦτο τοῖς ἱστορήσασιν ἐπ’ ἀκαίρῳ πόσει ψυχροῦ καταψυχθὲν ἀθρόως τὸ ἧπαρ, ὡς εὐθέως ἐργάσασθαι παρέγχυσιν ὑδερικὴν, πρὶν εἰς ὄγκον ἀρθῆναι σκιῤῥώδη. τοῖς δ’ οὕτως παθοῦσιν ὄρεξις σιτίων ἰσχυρὰ γίγνεται· καὶ οὐδὲν θαυμαστὸν, ἐμάθομεν γὰρ ἐπὶ τῷ τῆς γαστρὸς στόματι ψυχομένῳ τὰς τοιαύτας ὀρέξεις συμβαινούσας. ἀλλὰ περὶ μὲν ὑδέρων ἢ ὑδρώπων ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ, πρός γε τὴν ἐνεστῶσαν ὑπόθεσιν ἀρκεῖ καὶ ταῦτα.