Εἰ δὲ δὴ καὶ τὸ μὲν εἴη θερμότερον αὐτῶν, τὸ δὲ ψυχρότερον, ἀλλὰ τοσούτῳ θερμότερον ἢ ψυχρότερον, ὡς μὴ λυπεῖν τὸ πλησιάσαν· ἢ οὕτως ἂν ἦν ἀλλήλοις λυπηρὰ καὶ κατὰ φύσιν ἔχοντα τὰ μόρια, ὡς διαφέροντά γε καὶ αὐταῖς ταῖς κράσεσι. σὰρξ μὲν γὰρ θερμὸν μόριον, ὀστοῦν δὲ ψυχρόν. ἀλλὰ καὶ τούτων καὶ τῶν ἄλλων ἁπάντων ἀνώδυνος ἡ ἀνωμαλία τῷ μέτρῳ τῆς ὑπεροχῆς. οὕτω γοῦν καὶ τὸ περιέχον ἡμᾶς οὐκ ἀνιᾷ, πρὶν εἰς ἄμετρόν τε ψύξιν ἢ θερμασίαν ἐκτραπῆναι· τῶν δ’ ἐν τῷ μέσῳ διαφορῶν αὐτοῦ, καίτοι παμπόλλων οὐσῶν καὶ σαφῆ τὴν ὑπεροχὴν ἐχουσῶν, ἀλύπως αἰσθανόμεθα. κινδυνεύει τοιγαροῦν ἐκ τῶνδε κᾀκεῖνος ὁ λόγος ἔχειν ἐπιείκειαν, ὥς που καὶ Ἱπποκράτης φησὶν, ὁ φάσκων ἕλκη πάντ’ εἶναι τὰ νοσήματα. συνεχείας μὲν γὰρ λύσις τὸ ἕλκος, αἱ δ’ ἄμετροι θερμασίαι καὶ ψύξεις πλησίον ἥκουσι τοῦ λύειν τὴν συνέχειαν. ἡ μὲν γὰρ πολλὴ θερμασία τῷ διακρίνειν τε καὶ διατέμνειν τῆς οὐσίας τὸ συνεχὲς, ἡ δ’ ἄκρα ψύξις τῷ πιλεῖν τε καὶ συνωθεῖν εἴσω τὰ μὲν ἐκπιέζει, τὰ δὲ θλᾷ. καὶ τοῦτόν γέ τις ὅρον τιθέμενος ἀμετρίας θερμοῦ καὶ ψυχροῦ, τάχ’ ἂν οὐκ ἄπο τρόπου γιγνώσκειν δόξειεν. εἴτε δὲ οὗτος εἴτε ἄλλος τις ὅρος ἐστὶ τῆς ἀμετρίας, ἀλλὰ τό γ’ ἐν τῷ πρὸς τὶ πᾶσαν ἀμετρίαν ὑπάρχειν ἤδη που πρόδηλον. οὐ γὰρ ὡσαύτως ὑπὸ τῶν θερμῶν ἢ ψυχρῶν ἅπαν τὸ σῶμα διατίθεται. καὶ διὰ τοῦτο τινὰ μὲν οἰκείους ἔχει τοὺς χυμοὺς ἀλλήλοις ζῶα, τινὰ δ’ οὐ μόνον οἰκείους ἔχει, ἀλλὰ καὶ φθαρτικοὺς, οἷον ἄνθρωπος καὶ ἔχιδνα. τὸ γοῦν σίελον ὀλέθριόν ἐστιν ἑκατέρῳ τὸ τοῦ ἑτέρου. οὕτω γοῦν καὶ σκορπίον ἀναιρήσεις ἐπιπτύων νῆστις, οὐ μὴν ἄνθρωπός γε ἄνθρωπον ἀναιρήσει δάκνων, οὐδὲ ἔχις ἔχιν, οὐδ’ ἀσπίδα ἀσπίς. τὸ μὲν γὰρ ὅμοιον οἰκεῖον εἶναι καὶ φίλιον, τὸ δ’ ἐναντίον ἐχθρὸν καὶ ἀνιαρόν. αὐξάνεται οὖν ἅπαντα καὶ τρέφεται πρὸς τῶν ὁμοίων, ἀναιρεῖται δὲ καὶ φθείρεται πρὸς τῶν ἐναντίων. καὶ διὰ τοῦτο ἡ μὲν τῆς ὑγείας φυλακὴ διὰ τῶν ὁμοίων, ἡ δὲ τῶν νοσημάτων ἀναίρεσις διὰ τῶν ἐναντίων. ἀλλὰ περὶ μὲν τούτων ἕτερος λόγος. ὁ δ’ ἑκτικὸς ἐκεῖνος πυρετὸς ὁ τὴν ἕξιν ἤδη τοῦ ζώου κατειληφὼς ἀναίσθητός ἐστι τῷ κάμνοντι. τῶν δ’ ἄλλων πυρετῶν οὐδεὶς ἀναίσθητος, ἀλλ’ οἱ μὲν μᾶλλον, οἱ δὲ ἧττον ἀνιαροὶ τοῖς νοσοῦσιν. ἔνιοι δ’ αὐτῶν καὶ ῥῖγος ἐπιφέρουσι. γίνεται γὰρ οὖν δὴ καὶ τοῦτο τὸ σύμπτωμα, καθάπερ καὶ ἄλλα πολλὰ, πρὸς τῆς ἀνωμάλου δυσκρασίας. εἰπεῖν δ’ οὐκ ἐγχωρεῖ τὸν τρόπον αὐτῆς τῆς γενέσεως ἐν τῷ ἐνεστῶτι λόγῳ, πρὶν ἀποδεῖξαι περὶ τῶν φυσικῶν δυνάμεων, ὅσαι τέ εἰσι καὶ ὁποῖαι, καὶ ὅ τι δρᾷν ἑκάστη πέφυκεν. ἀλλ’ ἐν ταῖς τῶν συμπτωμάτων αἰτίαις ὑπὲρ ἁπάντων εἰρήσεται. Ἐπάνειμι δὲ πάλιν ἐπὶ τὰς τῆς ἀνωμάλου δυσκρασίας διαφοράς. ὅπως μὲν γὰρ ἐπὶ φλεγμονῇ γίγνεται πυρετὸς ἅπας, ὅτι τε καὶ πυρετὸς καὶ φλεγμονὴ πᾶσα, χωρὶς τῶν ἑκτικῶν ὀνομαζομένων, ἐκ τῶν ἀνωμάλως κεκραμένων νοσημάτων, ἤδη μοι λέλεκται. γίνεται δὲ καὶ χωρὶς φλεγμονῆς ἐπὶ σήψει χυμῶν πυρετός. οὐ γὰρ δὴ τά γε ἐσφηνωμένα καὶ μὴ διαπνεόμενα σήπεται μόνον, ἀλλὰ ταῦτα τάχιστα μὲν καὶ μάλιστα· σήπεται δὲ καὶ ἄλλα πολλὰ τῶν ἐπιτηδείων εἰς σῆψιν. εἰρήσεται δὲ καὶ περὶ τῆς τούτων ἐπιτηδειότητος ἑτέρωθι. καὶ μὲν δὴ καὶ κατ’ ἄλλον τρόπον ἀνώμαλος ἔσται δυσκρασία περὶ σύμπαν τὸ σῶμα, ποτὲ μὲν λιγνυώδους διαπνοῆς ἐπισχεθείσης, ποτὲ δὲ ἐκ γυμνασίων πλειόνων, ἢ πόνων αὐξηθέντων, τὴν θερμασίαν ἐπιτεινόντων, ποτὲ δὲ ἐπὶ θυμῷ, ζέσαντος ἀμετρότερον τοῦ αἵματος, ἢ δι’ ἔγκαυσίν τινα, ἔξωθεν ἐκθερμανθέντος. ὅτι δὲ κᾀν τούτοις ἅπασι τοῖς πυρετοῖς, ὥσπερ κᾀν τοῖς ἐπὶ ταῖς φλεγμοναῖς ἔμπροσθεν ἐλέγετο, παρά τε τὴν ἰσχὺν τοῦ δρῶντος αἰτίου καὶ παρὰ τὴν τοῦ σώματος διάθεσιν οἱ μὲν μᾶλλον πυρέσσουσιν, οἱ δὲ ἧττον, οἱ δὲ οὐδ’ ὅλως, εὔδηλον εἶναι νομίζω. καὶ μὲν δὴ καὶ ὡς ποτὲ μὲν ταύτης τῆς πνευματώδους μόνης οὐσίας, ἐνίοτε δὲ ἅπτεται καὶ τῶν χυμῶν ἡ δυσκρασία, πρόδηλον καὶ τοῦτο οὐδὲν ἧττον, καὶ ὡς ἐπὶ πᾶσι τοῖς τοιούτοις χρονίζουσιν ὁ καλούμενος ἑκτικὸς ἀκολουθήσει.  καί πως ὁ λόγος ἤδη δείκνυσιν, ὡς ἐνίοτε μὲν οὐσίας θερμῆς ἢ ψυχρᾶς ἐπιῤῥυείσης μορίῳ τινὶ γίγνεσθαι συμβαίνει τὴν ἀνώμαλον ταύτην δυσκρασίαν, ὥσπερ ἐπὶ τῶν φλεγμαινόντων ἐλέγετο, πολλάκις δ’ οὐχ οὕτως, ἀλλ’ αὐτῆς τοῦ σώματος τῆς κράσεως ἀλλοιωθείσης κατὰ ποιότητα· καὶ ὡς τῶν ἀλλοιούντων αὐτὴν τὰ μὲν ἐξ αὐτοῦ τοῦ σώματος ὁρμᾶται, τὰ δὲ ἔξωθεν· ὅταν μὲν ἐπὶ σήψεσι μόναις, ἤ τισι φλεγμο ναῖς ἐγείρηται πυρετὸς, ἐξ αὐτοῦ τοῦ σώματος· ὅταν δὲ ἐπὶ ἐγκαύσεσι καὶ γυμνασίοις, ἔξωθεν. εἰρήσεται δὲ καὶ περὶ τούτων ἐπὶ πλέον αὖθις ἐν ταῖς τῶν νοσημάτων αἰτίαις. ὥσπερ δὲ ἐπὶ ἐγκαύσει γίνεται πυρετὸς, ἀλλοιωθείσης τῆς τοῦ σώματος κράσεως, οὕτως ἐν κρύει πολλάκις ἐψύγησαν ἰσχυρῶς ἔνιοι σύμπαν τὸ σῶμα, καί τινες ἐξ αὐτῶν ἀπέθανον· καὶ μὲν δὴ καὶ ὡς ἀλγοῦσιν οὕτω πάντες, οὐδὲ τοῦτ’ ἄδηλον. Ἀλγοῦσι δὲ καὶ ὅσοι καταψυχόμενοι σφοδρῶς ὑπὸ κρύους καρτεροῦ προεθυμήθησαν ἐκθερμῆναι ταχέως ἑαυτοὺς, καὶ πολλοί γε αὐτῶν ἐπενέγκαντες ἀθρόως τῷ πυρὶ τὰς χεῖρας, ἀλγήματος αἰσθάνονται σφοδροῦ κατὰ τὰς ῥίζας τῶν ὀνύχων. εἶτά τις οὕτως ὁρῶν ἐναργῶς ὀδύνης αἰτίαν γιγνομένην τὴν ἀνώμαλον δυσκρασίαν, ἔτ’ ἀπιστεῖ περὶ τῶν ἐντὸς ἀλγημάτων, ἢ θαυμάζει, πῶς χωρὶς φλεγμονῆς ὀδυνῶνται πολλάκις, ἢ τὸ κῶλον, ἢ τοὺς ὀδόντας, ἢ τῶν ἄλλων τι μορίων; οὔτε γὰρ τῶν τοιούτων διαθέσεων οὐδὲν θαυμαστὸν, οὐδὲ πῶς ἅμα ῥιγοῦσι καὶ πυρέττουσιν ἔνιοι τῶν νοσούντων. καὶ γὰρ εἰ φλεγματώδης χυμὸς ψυχρὸς, ὃν ὁ Πραξαγόρας ὑαλοειδῆ καλεῖ, καὶ πικρόχολος καὶ θερμὸς ἅμα πλεονάζοιέν τε καὶ κινοῖντο διὰ τῶν αἰσθητικῶν σωμάτων, οὐδὲν θαυμαστὸν ἀμφοτέρων ὁμοίως αἰσθάνεσθαι τὸν ἄῤῥωστον. οὐδὲ γὰρ εἰ στήσαις ἄνθρωπον ἐν ἡλίῳ θερμῷ, καὶ προσβρέχοις ὕδωρ ψυχρὸν, ἀδύνατον αὐτὸν μὴ οὐχ ἅμα καὶ τῆς ἀπὸ τοῦ ἡλίου θερμότητος αἰσθάνεσθαι καὶ τῆς ἀπὸ τοῦ ὕδατος ψυχρότητος. ἀλλ’ ἐνταῦθα μὲν ἔξωθέν ἐστιν ἀμφότερα καὶ κατὰ τὰ μεγάλα προσπίπτει μόρια· κατὰ δὲ τοὺς ἠπιάλους πυρετοὺς ἔνδοθέν τε καὶ κατὰ μικρὸν, καὶ διὰ τοῦτο σύμπαν ἀμφοτέρων αἰσθάνεσθαι τὸ σῶμα δοκεῖ. τῷ γὰρ δὴ ἐλαχίστῳ παρεσπάρθαι τό τε θερμὸν καὶ ψυχρὸν οὐδέν ἐστιν αὐτῆς λαβεῖν μόριον αἰσθητὸν, ἐν ᾧ θάτερον οὐχ ὑπάρχει. κατὰ μέντοι τὴν εἰσβολὴν τῶν παροξυσμῶν ἔνιοι τῶν πυρεττόντων καὶ ῥιγοῦσι καὶ διψῶσι καὶ ἀμφοτέρων αἰσθάνονται, ψύξεως ἀμέτρου καὶ θέρμης, ἀλλ’ οὐ κατ’ αὐτὸν τὸν τόπον· ἐναργῶς γὰρ ἔχουσι διορίσαι τὰ θερμαινόμενα μόρια τῶν ψυχομένων. ἔνδοθεν μὲν γὰρ καὶ κατ’ αὐτὰ τὰ σπλάγχνα θερμασίας, ἐν δὲ τοῖς ἔξωθεν μορίοις ἅπασι τῆς ψύξεως αἰσθάνονται. ἔτι δὲ καὶ οἱ λειπυρίαι καλούμενοι πυρετοὶ διὰ παντὸς τοιοῦτοι, καί τι γένος ὀλεθρίων καύσων. ὅπερ οὖν ἐν τούτοις κατὰ τὰ μεγάλα μόρια, τοῦτ’ ἐν τοῖς ἠπιάλοις κατὰ σμικρὰ συμπέπτωκεν. ἀνώμαλος μὲν γὰρ δυσκρασία καὶ ἡ τούτων τῶν πυρετῶν· ἀνώμαλος δὲ καὶ ἡ τῶν ἄλλων ἁπάντων, πλὴν τῶν ἑκτικῶν ὀνομαζομένων· ἀνώμαλος δὲ καὶ τοῖς ῥιγοῦσι μὲν, οὐκ ἐπιπυρέττουσι δέ. σπάνιον μὲν γὰρ τὸ σύμπτωμα, γίνεται μὴν ὅλως καὶ γυναιξὶ καί τισιν ἀνδράσιν ἐνίοτε. χρὴ δὲ πάντως ἀργὸν προηγεῖσθαι βίον, ἤ τι πλῆθος ἐδεσμάτων ἐν χρόνῳ πλείονι προσενηνέχθαι τὸν ἄνθρωπον, ἔξ οὗ χυμὸς ἀργὸς καὶ ψυχρὸς καὶ ὠμὸς καὶ φλεγματώδης γεννᾶται, ὁποῖόν τινα καὶ Πραξαγόρας ἡγήσατο τὸν ὑαλοειδῆ. πάλαι δὲ, ὡς ἔοικεν, οὐδεὶς οὕτως ἔπασχεν, ὅτι μηδεὶς τοσοῦτον ἀργῶς καὶ πλησμίως διῃτᾶτο, καὶ διὰ τοῦτο γέγραπται παρὰ τοῖς παλαιοῖς ἰατροῖς ἕπεσθαι ῥίγει πυρετόν· ἀλλὰ καὶ ἡμῖν αὐτοῖς καὶ ἄλλοις πολλοῖς τῶν νεωτέρων ἰατρῶν ὦπται πολλάκις ῥῖγος ᾧ πυρετὸς οὐκ ἐπηκολούθησε. σύνθετος δ’ ἐκ ταύτης ἐστὶ τῆς δυσκρασίας καὶ προσέτι τῆς τῶν πυρεττόντων ὁ ἠπίαλος. οὕτω δ’ ὀνομάζω τὸν πυρετὸν ἐκεῖνον, ᾧ διὰ παντὸς ἄμφω συμβέβηκεν· ᾧ δὲ ἡγεῖται μὲν ῥῖγος, ἕπεται δ’ ὁ πυρετὸς, ὡς ἐν τριταίοις καὶ τεταρταίοις, οὐ καλῶ τοῦτον ἠπίαλον. ὥστε διὰ τῶν ἀνωμάλων δυσκρασιῶν ὁ ἠπίαλος συμπέπλεκται, καὶ οἱ λοιποὶ δὲ πυρετοὶ σχεδὸν ἅπαντες, πλὴν τῶν ἑκτικῶν ὀνομαζομένων. Ὡσαύτως καὶ ὅσα μορίου τινός ἐστι νοσήματα μετ’ ὄγκου, καὶ ταῦτα σύμπαντα παραπλησίως τῇ φλεγμονῇ κατὰ δυσκρασίαν ἀνώμαλον ἀποτελεῖται, καρκῖνος, ἐρυσίπελας, ἄνθραξ, ἕρπης, οἴδημα, φλεγμονὴ, φαγέδαινα, γάγγραινα. κοινὸν μὲν γὰρ αὐτοῖς ἅπασι τὸ ἐξ ἐπιῤῥοῆς ὑγρῶν γεγονέναι· διαφέρει δὲ τῷ τὰ μὲν ἀπὸ τοῦ φλεγματικοῦ χυμοῦ, τὰ δὲ ὑπὸ χολώδους, ἢ μελαγχολικοῦ χυμοῦ, τὰ δὲ ὑφ’ αἵματος ἤτοι θερμοῦ καὶ λεπτοῦ καὶ ζέοντος, ἢ ψυχροῦ καὶ παχέος, ἤ πως ἄλλως διακειμένου γίγνεσθαι. δηλωθήσεται γὰρ ἀκριβῶς ὑπὲρ τῆς κατ’ εἶδος ἐν τούτοις διαφορᾶς ἑτέρωθι· πρὸς δὲ τὸν ἐνεστῶτα λόγον ἀρκεῖ καὶ τοῦτ’ εἰρῆσθαι μόνον, ὡς ὁποῖον ἂν ᾖ τὸ ῥεῦμα, κατὰ τὸν αὐτὸν λόγον ἕκαστον τῶν εἰρημένων ἐργάσεται παθῶν, καθ’ οἷον ἔμπροσθεν ὑπὸ τοῦ θερμοῦ καὶ αἱματώδους ἐδείκνυτο γενέσθαι φλεγμονή· καὶ ὡς τῶν ὁμοιομερῶν τε καὶ ἁπλῶν σωμάτων ἕκαστον, ὑπὸ τοῦ ῥεύματος διατεθειμένον, εἰς ἀνώμαλον ἀφίξεται καὶ αὐτὸ δυσκρασίαν, ἔξωθεν μέντοι θερμαινόμενον, ἢ ψυχόμενον, ἢ ξηραινόμενον, ἢ ὑγραινόμενον, ὁποῖον ἂν ᾖ τὸ ῥεῦμα, μέχρι τοῦ βάθους μηδέπω διακείμενον ὁμοίως· εἰ δὲ πᾶν ὅλον δι’ ὅλου μεταβάλλοι καὶ ἀλλοιωθείη, γενήσεται μὲν εὐθέως ἀνώδυνον, ἐν χαλεπωτέρᾳ δὲ ἂν οὕτω γε διαθέσει κατασταίη. ταῦτα ἀρκεῖν μοι δοκεῖ προεγνῶσθαι τοῖς μέλλουσι τῆ τε περὶ φαρμάκων ἀκολουθήσειν πραγματείᾳ καὶ μετ’ αὐτὴν τῇ τῆς θεραπευτικῆς μεθόδου.