Αἱ μὲν δὴ γάγγραιναι καὶ οἱ ἄνθρακες, ἐπειδὰν οἷον ζέσαν τὸ αἷμα ἐγγύς τε τῆς φλεγμονῆς διακαύσῃ τὸ δέρμα. ταῦτ’ ἄρα καὶ σὺν ἐσχάρᾳ γίγνονται, καὶ φλύκταιναι προηγοῦνται τοῦ ἕλκους, ὥσπερ ἐν τοῖς πυρικαύστοις, ὀξύτατόν τε πυρετὸν ἐπιφέρουσι, καὶ κίνδυνον ὑπόγυιον ἀμφὶ τῇ ζωῇ. μέλαινα δὲ τοὐπίπαν καὶ τεφρώδης ἡ ἐσχάρα φαίνεται τοῦ τῶν ἀνθράκων ἕλκους, οὐ μὴν οὐδ’ ἡ χροιὰ τῆς πέριξ φλεγμονῆς ὁμοίως ταῖς ἄλλαις ἐρυθρά ἐστιν, ἀλλ’ ἐπὶ τὸ μελάντερον ῥέπει, τρόπον ἕτερον τῶν ἐκχυμωθέντων, ἢ ὑπὸ κρύους καταψυχθέντων· οὐ σφοδρῶς γὰρ πελιδνὸς, ὥσπερ ἐπ’ ἐκείνοις ὁ ὄγκος, ἀλλ’ ἔχει τι καὶ στίλβον, οἷον ἡ ἄσφαλτός τε καὶ ἡ πίττα. τοιαύτη δέ ἐστι καὶ ἀκριβὴς  μέλαινα χολή. καὶ τοίνυν καὶ ἡ κακοήθεια τῶν ἐν τοῖς ἄνθραξιν ἑλκῶν ἐντεῦθέν ἐστιν. ἔοικε γὰρ ἤτοι γε ἐξ ἀρχῆς εὐθέως, ἢ ὑπεροπτώμενον ἐν τῇ ζέσει τὸ αἷμα μελαγχολικὸν γίνεσθαι. Χωρὶς δὲ τοῦ ζεῖν ἡ μέλαινα χολὴ τοὺς καρκίνους ἐργάζεται, καὶ ἢν δριμυτέρα τύχῃ, μεθ’ ἕλκους. ταῦτ’ ἄρα καὶ μελάντεροι τῇ χροιᾷ τῶν φλεγμαινόντων εἰσὶ, καὶ ἥκιστα θερμοί. πληροῦνται δὲ αἱ φλεβὲς ἐπ’ αὐτῶν καὶ τείνονται μᾶλλον ἢ ἐν ταῖς φλεγμοναῖς. ἧττον γὰρ ἐκπίπτει τῶν ἀγγείων εἰς τὴν πέριξ σάρκα διὰ πάχος ὁ γεννῶν τοὺς καρκίνους χυμός. οὐ μὴν οὐδὲ ἐρυθραὶ καθάπερ ἐν ταῖς φλεγμοναῖς αἱ φλέβες εἰσὶν, ἀλλὰ καὶ αὐταὶ κατὰ τὸν λυποῦντα χυμόν. Ἕπεται δὲ ταῖς μεγάλαις φλεγμοναῖς ἡ καλουμένη γάγγραινα, νέκρωσίς τε οὖσα τοῦ πάσχοντος μορίου. κᾂν μὴ διὰ ταχέων τις αὐτὴν ἰάσηται, νεκροῦται ῥᾳδίως τὸ παθὸν οὕτω μόριον, ἐπιλαμβάνει τε τὰ συνεχῆ καὶ ἀποκτείνει τὸν ἄνθρωπον. ἐπειδὰν γὰρ ἰσχυρῶς φραχθῇ κατὰ τὰς μεγίστας φλεγμονὰς τά τε στόματα τῶν ἀγγείων, οἵ τε πόροι πάντες οἱ κατὰ τὸ δέρμα τῆς κατὰ φύσιν ἀποστερούμενοι διαπνοῆς, τὰ οὕτω κάμνοντα σώματα νεκροῦνται ῥᾳδίως. καὶ πρῶτον μὲν αὐτῶν ἀποσβέννυται τὸ τῆς χρόας εὐανθὲς, ὃ συνῆν ταῖς φλεγμοναῖς· ἔπειθ’ ἡ ὀδύνη καὶ ὁ σφυγμὸς οἴχονται, οὐ πεπαυμένης δή που τῆς διαθέσεως, ἀλλὰ τῆς αἰσθήσεως νενεκρωμένης. ἀχώριστος δὲ φλεγμονῆς μεγάλης ὁ σφυγμός. οὕτω δὲ ἐοίκασιν ὀνομάζειν οἱ παλαιοὶ τὴν αἰσθητὴν κίνησιν αὐτῷ τῷ κάμνοντι τῶν ἀρτηριῶν, εἴτε χωρὶς ὀδύνης, εἴτε καὶ σὺν ταύτῃ γίγνοιτο. διὸ καὶ προστιθέασί τινες ἐν τοῖς συμπτώμασι τῆς φλεγμονῆς τῷ σφυγμῷ τὸ σὺν ὀδύνῃ. ταυτὶ μὲν οὖν ἐν ὀνόματι τὴν ἀμφισβήτησιν ἔχει, κάλλιον δὲ ἐπίστασθαι τὴν γένεσιν αὐτῶν καταφρονοῦντα τῆς προσηγορίας. ἐν μὲν δὴ τῷ κατὰ φύσιν ἀναίσθητός ἐστιν ἡμῖν ἡ κίνησις τῶν ἀρτηριῶν, ἐν δὲ ταῖς φλεγμοναῖς αἰσθητὴ σὺν ὀδύνῃ. πλήττει γὰρ ἡ ἀρτηρία διαστελλομένη τὰ πέριξ σώματα, καὶ πρὸς τῆς πληγῆς ὀδυνώμεθα. διὰ τὴν φλεγμονήν. ὅταν δὲ καὶ αὐτὸς ὁ χιτὼν ἤδη φλεγμαίνῃ, πλήττουσά τε ἅμα καὶ πληττομένη διπλασιάζει τὴν ὀδύνην. περὶ μὲν δὴ τούτων αὐτάρκως εἴρηται. Λεκτέον δὲ ἐφεξῆς τὰ χολώδη ῥεύματα. νενίκηκε γὰρ οὐκ οἶδ’ ὅπως τὸ τῶν ἰατρῶν ἔθος, ἄν τε χολὴν ὀνομάσωμεν ἁπλῶς ἄν τε χολώδη χυμὸν, ἀκούειν ἡμᾶς τὴν ὠχρὰν καὶ πικρὰν, οὐ τὴν ὀξεῖαν καὶ μέλαιναν. ἐκείνην γὰρ ἀεὶ μετὰ προσθήκης ὀνομάζουσι, συνάπτοντες τῇ προσηγορίᾳ τοῦ χυμοῦ τὴν χρόαν. ὅταν οὖν κατασκήψῃ χολῶδες ῥεῦμα, τὸ μὲν ἀκριβὲς ἑλκοῖ τὸ δέρμα, τὸ δὲ ὑδατώδεσιν ἰχῶρσιν ἢ αἵματι συμμιγὲς ἧττόν ἐστι δριμὺ καὶ μᾶλλον εἰς ὄγκον αἴρει τὸ μέρος ἢ ἑλκοῖ. τουτὶ μὲν οὖν ἐρυσίπελας ὀνομάζεται, θάτερος δὲ ἕρπης. ἐνδείκνυται δὲ τὸν ἐργασάμενον χυμὸν ἥ τε χρόα καὶ ἡ θερμότης τῶν παθῶν. ἐπεὶ δὲ αὖ καὶ τοῦ δριμέος ὁ μὲν ἧττον, ὁ δὲ μᾶλλον ὑπάρχει τοιοῦτος, ἰστέον ἐπὶ μὲν τοῦ δριμυτέρου τὸν ἐσθιόμενον ἕρπητα συνίστασθαι, οὕτω γὰρ αὐτὸν ὠνόμασεν Ἱπποκράτης, ὑπὸ δὲ θατέρου τὸν ἕτερον, ᾧ καὶ κεγχρίαν ἔνιοι τῶν μεθ’ Ἱπποκράτην τοὔνομα ἔθεντο, διότι κέγχροις ὁμοίας ἐξοχὰς ἀποτελεῖ κατὰ τὸ δέρμα. φλέγματι μὲν οὖν μοι δοκεῖ μεμῖχθαι τὸ τοιοῦτον ῥεῦμα· τὸ δὲ ἕτερον ἀκριβοῦς εἶναι χολῆς. διὰ τοῦτο καὶ μετὰ ἀναβρώσεως γίγνεται, τὸ συνεχὲς ἀεὶ τοῦ δέρματος ἐπιλαμβάνοντος τοῦ πάθους, ὅθεν αὐτῷ καὶ τοὔνομα. μιχθέντος δὲ αἵματος ἴσου τῇ χολῇ, τὸ πάθος ἀμφοῖν ἐν μέσῳ τὴν ἰδέαν ἐστὶ καὶ τὴν φύσιν ἐρυσιπέλατός τε καὶ φλεγμονῆς. εἰ δὲ πολὺ ἐπικρατοίη τὸ ἕτερον, ἀπὸ τοῦ κρατοῦντος ἡ προσηγορία τῷ πάθει, κατηγορεῖται δὲ αὐτῷ τὸ μιχθέν. ἐρυσίπελας μὲν οὖν φλεγμονῶδες ἐπὶ τῇ ξανθῇ κρατούσῃ, φλεγμονὴ δὲ ἐρυσιπελατώδης ἐπὶ τῷ κρατοῦντι αἵματι λέγεται. παραπλήσιος δὲ καὶ ἡ τῶν ἄλλων μίξεων ἑρμηνεία, φλεγμονὴ σκιῤῥώδης, καὶ σκίῤῥος φλεγμονώδης, οἴδημά τε φλεγμονῶδες καὶ οἰδηματώδης φλεγμονή. τέτταρα γὰρ ταῦτ’ ἔστι συνεχῶς γινόμενα πάθη δι’ ἐπιῤῥοὴν ὑγρῶν, ἐρυσίπελας καὶ οἴδημα καὶ φλεγμονὴ καὶ σκίῤῥος. ἐρυσίπελας μὲν οὖν, ὡς εἴρηται, χολώδους ῥεύματος κρατήσαντος· φλεγμονὴ δὲ, αἱματώδους· οἴδημα δὲ λεπτοῦ τὴν σύστασιν φλέγματος, ὥσπέρ γε παχέος καὶ γλίσχρου τὸ ἕτερον εἶδος τῶν σκίῤῥων· τὸν γὰρ ἕτερον ἡ ἰλὺς τοῦ αἵματος ἀπεργάζεται. ἔστι δὲ δήπου καὶ αὐτὴ διττὴ, τὸ μὲν ἕτερον εἶδος, ὅπερ Ἱππο κράτης ὀνομάζει μέλαιναν· τὸ δ’ ἕτερόν ἐστι μὲν καὶ τοῦτο μέλαν, ἰδίαν δὲ ἔχει τὴν προσηγορίαν· ὀνομάζεται γὰρ μέλαινα χολή. ταύτης μὲν οἱ καρκῖνοι, θατέρου δὲ τοῦ μέλανος ἕν τι τῶν σκίῤῥων εἶδος ἔγγονον ὑπάρχει. διορίζεται δὲ ἀπὸ θατέρου τοῦ φλεγματικοῦ τῇ χρόᾳ. κοινὰ δ’ ἀμφοῖν ὁ μείζων τοῦ κατὰ φύσιν ὄγκος ἀνώδυνός τε καὶ σκληρὸς, ἥ τε γένεσις ἀμφοτέρων ἐνίοτε μὲν ἐξ ἀρχῆς, ἔστιν ὅτε δὲ ἐκ μεταπτώσεως ἤτοι φλεγμονῆς, ἢ ἐρυσιπελάτων, ἢ οἰδήματος, ἐμψυχθέντων ἀμετρότερον. Ἐγγὺς δ’ ἐστὶ σκίῤῥου τά τε ἐκχυμώματα καλούμενα καὶ τὰ μελάσματα, πρεσβύταις μάλιστα συμβαίνοντα θλασθεισῶν τῶν φλεβῶν. ἔστι δὲ καὶ τούτων ἔνια μὲν, ὡς εἴρηται, μέλανα, καὶ μάλιστα γέρουσι γίγνεται ταῦτα, διὰ σμικρὰς προφάσεις· ἔνιοι δὲ καὶ ἐρυθροὶ καὶ μέλανες ἐν τῷ μεταξὺ, τὰ καλούμενα πελιδνά.  γίγνεται δ’ ἅπαντα τὰ τοιαῦτα ἐκ τῶν φλεβῶν αἵματος ἐκχεομένου, ποτὲ μὲν διὰ τῶν χιτώνων θλασθέντων, ἔστι δ’ ὅτε ἀναστομωθέντων κατὰ τὸ πέρας.