Ὅταν δὲ εἰς σάρκα μέλαινα κατασκήψῃ χολὴ, δακνώδης μὲν οὖσα διαβιβρώσκει τὸ περικείμενον δέρμα, καὶ ἕλκος ἐργάζεται· μετριωτέρα δὲ ὑπάρχουσα, τὸν χωρὶς ἑλκώσεως ἀποτελεῖ καρκῖνον. εἴρηται δὲ ἔμπροσθεν ὅτι καὶ τὰς φλέβας ἐξαίρει μειζόνως τῶν φλεγμονῶν, ὁποῖόν τε τὸ εἶδος αὐτῶν τῆς χρόας ἐστίν. οὐ μόνον δὲ τὸ καρκινῶδες ἕλκος, ἀλλὰ καὶ ἄλλα πολλὰ σὺν ὄγκοις τῶν περιεχόντων αὐτὰ συνίσταται σωμάτων, ἔγγονα σύμπαντα κακοχυμίας, ἤτοι πικροχολίας τινὸς, ἢ μελαγχολικῆς, ἢ καί πως ἄλλως ἰώδους τε καὶ μοχθηρᾶς ἐκ διαφθορᾶς μείζονος ὑποτραφείσης. Ὅσα δὲ ἐν αὐτοῖς ἐπινέμεται καὶ τῶν πέριξ ἅπτεται διαβιβρώσκοντα τὸ περιέχον ὑγιὲς σῶμα, ταῦτα σύμπαντα φαγεδαινικὰ προσαγορεύεται· τὰ δ’ ἐξ ἀμφοῖν σύνθετα, τοῦ τε ἕλκους αὐτοῦ καὶ τοῦ πέριξ ὄγκου, φαγέδαιναν ὀνομάζουσιν. ἐπινέμεται μὲν οὖν καὶ ὁ ἕρπης ἀναβιβρώσκων τὰ πέριξ, ἀλλ’ ἔστι μόνον τοῦ δέρματος ἕλκωσις, ἡ φαγέδαινα δὲ σὺν τῷ δέρματι καὶ τῶν ὑποκειμένων ἅπτεται. Χειρώνεια δὲ καὶ Τηλέφεια καλεῖν ἕλκη περιττόν· ἀρκεῖ γὰρ ἅπαντα κοινῇ κακοήθη προσαγορεύειν. ἔστι δὲ καὶ ἡ ψώρα καὶ ἡ λέπρα μελαγχολικὰ πάθη μόνου τοῦ δέρματος, ὡς εἴγε κᾀν ταῖς φλεψὶ καὶ τῇ σαρκὶ γίγνοιτο, καρκῖνος ὀνομάζεται.