Ἀρτηρίας δ’ ἀναστομωθείσης τὸ πάθος ἀνεύρυσμα καλεῖται. γίγνεται δὲ τρωθείσης αὐτῆς, ἐπειδὰν εἰς οὐλὴν μὲν ἀφίκηται τὸ προσκείμενον αὐτῇ δέρμα, μένῃ δὲ τῆς ἀρτηρίας ἕλκος μήτε συμφυθείσης μήτε συνουλωθείσης μήτε σαρκὶ φραχθείσης. διαγινώσκεται δὲ τὰ τοιαῦτα παθήματα τῶν σφυγμῶν τῶν ἐργασαμένων ἀρτηριῶν, ἀλλὰ καὶ θλιβομένων ἀφανίζεται πᾶς ὁ ὄγκος, παλινδρομούσης εἰς τὰς ἀρτηρίας τῆς ἐργαζομένης αὐτὸν οὐσίας, ἣν ἐδείξαμεν ἐν ἄλλοις ἅμα λεπτὸν καὶ ξανθὸν εἶναι αἷμά τι πνεύματι λεπτῷ καὶ πολλῷ συμμιγές. εὐθὺς δὲ καὶ θερμότερόν ἐστι τὸ αἷμα τοῦτο τοῦ κατὰ τὰς φλέβας καὶ τρωθέντος τοῦ ἀνευρύσματος ἐξακοντίζεται δυσεπισχέτως. ὑποχωρεῖ μὲν οὖν κᾀν τοῖς οἰδήμασιν ἡ ὕλη θλιψάντων τῶν δακτύλων, καὶ βοθροῦται τὸ μέρος, ἀλλ’ οὔτε σφυγμός ἐστιν ἐν τούτῳ τῷ πάθει, καὶ ἡ χροιὰ λευκοτέρα, καὶ τὸ οἴδημα πολλῷ πλατύτερόν τε καὶ μεῖζον ἀνευρύσματος, πλὴν εἴποτε θρόμβος τις ἐγγενόμενος ἐξ ἀνευρύσματος σφάκελον ἐργάζοιτο. καλῶ δ’ οὕτω τὴν φθορὰν τῶν στερεῶν σωμάτων ἅπασαν, ὡς καὶ τοῖς ὀστοῖς ἐγγίνεσθαι, μήτοι γε δὴ σαρξὶν, ἢ ἀγγείοις. ἡ δὲ γάγγραινα νέκρωσις καὶ αὕτη τῶν στερεῶν σωμάτων, ἀλλ’ οὔτ’ ὀστοῖς ἐπιγίγνεται καὶ ταῖς μεγίσταις ἕπεται φλεγμοναῖς, εἶδος μέν τι τῶν σφακελῶν ὑπάρχουσα, προσηγορίαν δὲ ἰδίαν ἐξαίρετον ἐπὶ τῇ κοινῇ κεκτημένη. ταῦτ’ οὖν αὐτάρκως διώρισται, καὶ λέγειν ἤδη καιρὸς περὶ τῶν μελαγχολικῶν ῥευμάτων. Ὅταν δὲ εἰς σάρκα μέλαινα κατασκήψῃ χολὴ, δακνώδης μὲν οὖσα διαβιβρώσκει τὸ περικείμενον δέρμα, καὶ ἕλκος ἐργάζεται· μετριωτέρα δὲ ὑπάρχουσα, τὸν χωρὶς ἑλκώσεως ἀποτελεῖ καρκῖνον. εἴρηται δὲ ἔμπροσθεν ὅτι καὶ τὰς φλέβας ἐξαίρει μειζόνως τῶν φλεγμονῶν, ὁποῖόν τε τὸ εἶδος αὐτῶν τῆς χρόας ἐστίν. οὐ μόνον δὲ τὸ καρκινῶδες ἕλκος, ἀλλὰ καὶ ἄλλα πολλὰ σὺν ὄγκοις τῶν περιεχόντων αὐτὰ συνίσταται σωμάτων, ἔγγονα σύμπαντα κακοχυμίας, ἤτοι πικροχολίας τινὸς, ἢ μελαγχολικῆς, ἢ καί πως ἄλλως ἰώδους τε καὶ μοχθηρᾶς ἐκ διαφθορᾶς μείζονος ὑποτραφείσης. Ὅσα δὲ ἐν αὐτοῖς ἐπινέμεται καὶ τῶν πέριξ ἅπτεται διαβιβρώσκοντα τὸ περιέχον ὑγιὲς σῶμα, ταῦτα σύμπαντα φαγεδαινικὰ προσαγορεύεται· τὰ δ’ ἐξ ἀμφοῖν σύνθετα, τοῦ τε ἕλκους αὐτοῦ καὶ τοῦ πέριξ ὄγκου, φαγέδαιναν ὀνομάζουσιν. ἐπινέμεται μὲν οὖν καὶ ὁ ἕρπης ἀναβιβρώσκων τὰ πέριξ, ἀλλ’ ἔστι μόνον τοῦ δέρματος ἕλκωσις, ἡ φαγέδαινα δὲ σὺν τῷ δέρματι καὶ τῶν ὑποκειμένων ἅπτεται. Χειρώνεια δὲ καὶ Τηλέφεια καλεῖν ἕλκη περιττόν· ἀρκεῖ γὰρ ἅπαντα κοινῇ κακοήθη προσαγορεύειν. ἔστι δὲ καὶ ἡ ψώρα καὶ ἡ λέπρα μελαγχολικὰ πάθη μόνου τοῦ δέρματος, ὡς εἴγε κᾀν ταῖς φλεψὶ καὶ τῇ σαρκὶ γίγνοιτο, καρκῖνος ὀνομάζεται. Μελαγχολικὸν δὲ πάθος καὶ ὁ ἐλέφας ἐστὶ, τὴν μὲν πρώτην γένεσιν ἐξ αἵματος ἴσχων μελαγχολικοῦ, τῷ χρόνῳ δὲ πλείων ἡ μέλαινα γίνεται τοῦ αἵματος, ἡνίκα δυσώδεις εἰσὶ καὶ ἀπεχθεῖς ἰδεῖν, ἐνίοις δὲ αὐτῶν καὶ ἕλκη συμπίπτει. τοῦτο τὸ πάθος ἀρχόμενον ὀνομάζουσι σατυριασμὸν, ἐπειδὴ τοῖς σατύροις ὅμοιοι γίγνονται τὸ πρόσωπον. ἔνιοι δὲ τὰς κατὰ τοὺς κροτάφους ἐξοχὰς ὀστώδεις οὕτω καλοῦσι. γίγνονται δὲ καὶ κατ’ ἄλλα μόρια τοιαῦται τῶν ὀστῶν ἐξοχαὶ, καὶ καλοῦσιν αὐτὰς ἐξοστώσεις ἔνιοι, καθάπερ καὶ τὰς κατὰ φύσιν ἐντάσεις τῶν αἰδοίων μὴ καθισταμένας τινὲς ὀνομάζουσι σατυριασμὸν, τινὲς δὲ πριαπισμόν. Ἔστι δὲ καὶ ὁ ἀχὼρ ἕλκος μικρὸν ἐν τῷ δέρματι τῆς κεφαλῆς, εἰκάσαις δὲ αὐτὸ φλέγματος ἁλμυροῦ καὶ νιτρώδους ἔκγονον ὑπάρχειν. ἐκρεῖ γοῦν αὐτοῦ τις ἰχὼρ οὔθ’ ὑδατώδης ἁπλῶς οὔτ’ ἤδη παχὺς ὥσπερ τὸ μέλι, καθάπερ ἐν τοῖς κηρίοις ὀνομαζομένοις. καὶ γὰρ καὶ ταῦτα σὺν ὄγκῳ τινὶ καὶ κατατρήσεσι πλείοσι γίγνεται, μελιτώδους ἐκρέοντος ὑγροῦ. μικρὸς δὲ καὶ τούτων ὁ ὄγκος, ἀλλ’ οὐκ εἰς τοσοῦτον εἰς ὅσον ἀχῶρος. ἔτι δὲ καὶ τούτων ὄγκοι μικρότεροι παρὰ φύσιν ἐπὶ τοῦ δέρματος γεννῶνται, μυρμηκίαι τε καὶ ἀκροχορδόνες τε καὶ ψύδρακες, ἐπικνυκτίδες τε, ἅπασι γνώριμα πάθη. γνώριμος δ’ οὐχ ἥκιστα καὶ ὁ δοθιήν ἐστιν, ἐπιεικὴς μὲν ὑπάρχων, ὅτε ἐν αὐτῷ μόνῳ συνίσταται τῷ δέρματι, κακοήθης δὲ, ὅταν ἐκ πλείονος ἀνίσχηται βάθους. ἔοικε γὰρ οὕτως φύματι, καὶ τῇ σκληρότητι μόνον διήνεγκε φύματος ὁ τοιοῦτος δοθιήν. ἔστι δ’ ἄμφω τὰ πάθη φλεγμονώδη. καὶ τρίτον ἐπ’ αὐτοῖς ὁ βουβὼν, καὶ τέταρτον ὅπερ ὀνομάζουσιν ἔνιοι φύγεθλον, θερμότητι ἅμα καὶ τάχει γενέσεως ἀφορίζοντες τῶν ἄλλων φυμάτων. εἰσὶ δὲ καὶ οἱ κατὰ βουβῶνας καὶ μασχάλας μόνας γίνεσθαι φύγεθλα λέγοντες, φλεγμονὰς ὑπάρχοντα τῶν ἀδένων. τῶν τῇδε σκιῤῥωθέντων τὸ δὲ πάθος ὀνομάζεται χοιρὰς, ὥσπέρ γε καὶ τῶν ὄρχεων σκιῤῥωθέντων ὄνομα τῷ νοσήματι σαρκοκήλην ἔθεντο, καθάπερ ὅταν ὑγρὸν ὑδατῶδες ἐν τοῖς περὶ τὸν ὄρχιν ἀθροίζηται χιτῶσιν, ὑδροκήλην καλοῦσιν, ἐπιπλοκήλην τε καὶ ἐντεροκήλην, καὶ πρὸς τούτων ἔτι τὸ σύνθετον ἐξ ἀμφοῖν, μᾶλλον τοῦ δέοντος πεπλεγμένον, ἐντεροεπιπλοκήλην, νεωτέρων ἰατρῶν ὄνομα, τῶν καὶ σύμπαντας τοὺς κατὰ τῶν ὄρχεων ὄγκους ὀνομαζόντων κήλας διὰ τοῦ η΄ στοιχείου τῆς πρώτης λεγομένης συλλαβῆς, οὐ διὰ τοῦ α΄, καθάπερ ὑπὸ τῶν Ἀθηναίων. ὥσπερ δὲ τῶν εἰρημένων ὀνομάτων ἕκαστον  ἐνδείκνυται τοῦ μέρους τὸ νόσημα καθ’ οὗ λέγεται, οὕτω καὶ ἡ κιρσοκήλη νεώτερον ὄνομα δηλοῖ τὸ πάθος ἐφ’ οὗ λέλεκται.