Ἐγγὺς δ’ ἐστὶ σκίῤῥου τά τε ἐκχυμώματα καλούμενα καὶ τὰ μελάσματα, πρεσβύταις μάλιστα συμβαίνοντα θλασθεισῶν τῶν φλεβῶν. ἔστι δὲ καὶ τούτων ἔνια μὲν, ὡς εἴρηται, μέλανα, καὶ μάλιστα γέρουσι γίγνεται ταῦτα, διὰ σμικρὰς προφάσεις· ἔνιοι δὲ καὶ ἐρυθροὶ καὶ μέλανες ἐν τῷ μεταξὺ, τὰ καλούμενα πελιδνά.  γίγνεται δ’ ἅπαντα τὰ τοιαῦτα ἐκ τῶν φλεβῶν αἵματος ἐκχεομένου, ποτὲ μὲν διὰ τῶν χιτώνων θλασθέντων, ἔστι δ’ ὅτε ἀναστομωθέντων κατὰ τὸ πέρας. Ἀρτηρίας δ’ ἀναστομωθείσης τὸ πάθος ἀνεύρυσμα καλεῖται. γίγνεται δὲ τρωθείσης αὐτῆς, ἐπειδὰν εἰς οὐλὴν μὲν ἀφίκηται τὸ προσκείμενον αὐτῇ δέρμα, μένῃ δὲ τῆς ἀρτηρίας ἕλκος μήτε συμφυθείσης μήτε συνουλωθείσης μήτε σαρκὶ φραχθείσης. διαγινώσκεται δὲ τὰ τοιαῦτα παθήματα τῶν σφυγμῶν τῶν ἐργασαμένων ἀρτηριῶν, ἀλλὰ καὶ θλιβομένων ἀφανίζεται πᾶς ὁ ὄγκος, παλινδρομούσης εἰς τὰς ἀρτηρίας τῆς ἐργαζομένης αὐτὸν οὐσίας, ἣν ἐδείξαμεν ἐν ἄλλοις ἅμα λεπτὸν καὶ ξανθὸν εἶναι αἷμά τι πνεύματι λεπτῷ καὶ πολλῷ συμμιγές. εὐθὺς δὲ καὶ θερμότερόν ἐστι τὸ αἷμα τοῦτο τοῦ κατὰ τὰς φλέβας καὶ τρωθέντος τοῦ ἀνευρύσματος ἐξακοντίζεται δυσεπισχέτως. ὑποχωρεῖ μὲν οὖν κᾀν τοῖς οἰδήμασιν ἡ ὕλη θλιψάντων τῶν δακτύλων, καὶ βοθροῦται τὸ μέρος, ἀλλ’ οὔτε σφυγμός ἐστιν ἐν τούτῳ τῷ πάθει, καὶ ἡ χροιὰ λευκοτέρα, καὶ τὸ οἴδημα πολλῷ πλατύτερόν τε καὶ μεῖζον ἀνευρύσματος, πλὴν εἴποτε θρόμβος τις ἐγγενόμενος ἐξ ἀνευρύσματος σφάκελον ἐργάζοιτο. καλῶ δ’ οὕτω τὴν φθορὰν τῶν στερεῶν σωμάτων ἅπασαν, ὡς καὶ τοῖς ὀστοῖς ἐγγίνεσθαι, μήτοι γε δὴ σαρξὶν, ἢ ἀγγείοις. ἡ δὲ γάγγραινα νέκρωσις καὶ αὕτη τῶν στερεῶν σωμάτων, ἀλλ’ οὔτ’ ὀστοῖς ἐπιγίγνεται καὶ ταῖς μεγίσταις ἕπεται φλεγμοναῖς, εἶδος μέν τι τῶν σφακελῶν ὑπάρχουσα, προσηγορίαν δὲ ἰδίαν ἐξαίρετον ἐπὶ τῇ κοινῇ κεκτημένη. ταῦτ’ οὖν αὐτάρκως διώρισται, καὶ λέγειν ἤδη καιρὸς περὶ τῶν μελαγχολικῶν ῥευμάτων.