ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΠΑΡΑ ΦΥΣΙΝ ΟΓΚΩΝ ΒΙΒΛΙΟΝ. Ἕν τι τῶν συμβεβηκότων τοῖς σώμασιν ὑπάρχει τὸ δηλούμενον πρᾶγμα πρὸς τῆς ὄγκου φωνῆς. τὴν γὰρ εἰς μῆκος καὶ πλάτος καὶ βάθος διάστασιν οὕτως ὀνομάζουσιν Ἕλληνες. ἔστι δ’ ὅτε καὶ τὴν ὑπὲρ τὸ κατὰ φύσιν αὔξησιν ὄγκον καλοῦσιν, ὅπερ οὐ τοῖς νοσοῦσι μόνον καθ’ ὁτιοῦν μόριον, ἀλλὰ καὶ τοῖς ὑγιαίνουσιν ὑπάρχει. καὶ γὰρ καὶ οἱ παχεῖς ηὔξηνται μὲν ὑπὲρ τὸ κατὰ φύσιν εἰς βάθος καὶ πλάτος, οὐ μὴν ἤδη γέ πω παρὰ φύσιν ἔχουσιν. ὡς γὰρ πολλάκις εἴρηται, τρίτη τίς ἐστι κατάστασις ἡ τῶν οὐ φύσει διακειμένων σωμάτων, ἐν μέσῳ πως ὑπάρχουσα τῶν κατὰ φύσιν τε καὶ παρὰ φύσιν ἐχόντων. ὁ μὲν οὖν παχὺς ἢ ἰσχνὸς οὐ παρὰ φύσιν, ἀλλ’ ἁπλῶς μόνον ὁ μὲν ὑπὲρ τὸ κατὰ φύσιν, ὁ δὲ ἐνδεέστερον ἔχει τοῦ κατὰ φύσιν, οὐ φύσει δὲ ἑκάτερος. ὁ δὲ ἐξ ὑδέρου τὸν ὄγκον ἐπικτησάμενος, ἢ ἐκ φθόης τὴν λεπτότητα, παρὰ φύσιν ἄμφω διάκεινται. πρόκειται δὲ ἡμῖν ἐν τῷ νῦν ἐνεστῶτι λόγῳ σκέψασθαι περὶ τῶν παρὰ φύσιν ὄγκων, ὅλον τε καταλαμβανόντων τὸ σῶμα, καὶ μόριον ὁτιοῦν αὐτοῦ, τοσοῦτον ἐπιδιορισαμένοις, ὡς τῶν οὐ φύσει διαθέσεων αἱ ὑπερβολαὶ παρὰ φύσιν εἰσίν. ὅρος δὲ τῆς ὑπερβολῆς ἐστιν αὐτῶν ἡ βλάβη τῆς ἐνεργείας. ἀλλὰ περὶ μὲν τούτων τῶν ὄγκων οὐ δεῖ μακροτέρου λόγου. γινώσκεται γὰρ ὑπὸ πάντων ἀνθρώπων, οὐ μόνον τῶν ἰατρῶν, σαρκὸς καὶ πιμελῆς ἀμετρία τὴν γένεσιν αὐτῶν ἐργαζομένη· τοὺς δ’ ἄλλους ὄγκους, ὅσοι κατὰ τὴν διάθεσιν αὐτῶν τῶν σωμάτων, οὐ μόνον τὴν ποσότητα πρώτην, τοῦ κατὰ φύσιν ἐξεστήκασιν, ἤδη σκοπῶμεν, ἀπὸ φλεγμονῆς ἀρξάμενοι. Λέγεσθαι δὲ εἴθισται τοῖς Ἕλλησι τοὔνομα τοῦτο κατὰ τῶν ἐν ὄγκῳ μείζονι μορίων σαρκωδῶν, ἅμα τάσει καὶ ἀντιτυπίᾳ καὶ ὀδύνῃ σφυγματώδει καὶ θερμῇ καὶ μετ’ ἐρυθήματος· ἥτις δ’ ἐστὶν ἡ αἰτία, δι’ ἣν ταῦτα ἐγένετο τὰ συμπτώματα, μὴ ὅτι τοῖς πολλοῖς, ἀλλ’ οὐδ’ αὐτοῖς τοῖς ἰατροῖς ἔγνωσται πᾶσιν. οὐδὲ γὰρ ὁδῷ τινι ποιοῦνται τὴν ζήτησιν οἱ πλείους αὐτῶν, ἀλλὰ τὸ δόξαν αὐτοῖς ἁπλῶς ἀποφαίνονται. γίγνοιτο δ’ ἂν ἡ σκέψις, εἴπερ τις ὁδῷ προέρχοιτο, τοιαδί. μείζων ὄγκος οὐκ ἄν ποτε γένοιτο περὶ σῶμα οὐδὲν ἄνευ τοῦ τὴν οὐσίαν αὐτοῦ δυοῖν τούτων παθεῖν θάτερον, ἢ ὑπὸ θερμότητος πολλῆς οἷον περιζέσασαν χυθῆναι, ἢ ἔξωθέν τινα νεωτέραν οὐσίαν ἐπικτήσασθαι. χεομένη μὲν γὰρ πνευματοῦται καὶ ψυχθεῖσά γε αὕτη τὸν ἀρχαῖον ὄγκον ἀνακτᾶται ῥᾳδίως. οὔτε δὲ πνεῦμα περιεχόμενον ἐν τοῖς φλεγμαίνουσιν ὁρᾶται, καθάπερ ἐν ἄλλοις ὄγκοις πολλοῖς, καὶ ψυχόμενα πρὸς τὴν ἐξ ἀρχῆς κατάστασιν οὔτ’ εὐθὺς οὔτ’ ἐξ ἅπαντος ἐπανέρχεται. ὅτι δ’ οὐ περιέχεται πνεῦμα, δῆλον ἐκ τῆς τομῆς. φαίνεται γὰρ εἰ τμηθείη τὸ φλεγμαῖνον, αἷμα μὲν ἐκχεόμενον πάμπολυ καὶ τὸ χωρίον ὅλον ἐναργῶς αἵματος μεστὸν, ὥσπερ οἱ διάβροχοι σπόγχοι, πνεῦμα δὲ οὔτ’ εὐθὺς ἐκπῖπτον οὔτ’ αὖθις. ἀλλὰ καὶ ἡ χροιὰ μόνη τοῦ αἵματος οἰκεία τε ἅμα καὶ ἀχώριστος. οὐδὲ γὰρ ἄλλο τῶν ἐν τῷ σώματι μορίων ἢ χυμῶν ἐρυθρὸν, πλὴν σαρκός τε καὶ αἵματος. ἀλλ’ οὔτε πολυσαρκία ἐστὶ τὸ πάθημα τῆς φλεγμονῆς, καὶ εἴπερ συσταίη ποτὲ πολυσαρκία κατὰ τὸ σῶμα μόνη, χωρὶς αἵματος πλήθους, ὁ μὲν ὄγκος μείζων γίνεται τοῦ κατὰ φύσιν, ἡ χροιὰ δὲ ἐν ὅροις ὑγιεινοῖς διαμένει, μηδὲν τῆς ἀρχαίας ἐξαλλάττουσα φύσεως. οὐδενὶ γὰρ αὐξανομένῳ κατὰ τὴν οὐσίαν ἐπιτείνεται τὸ πρόσθεν χρῶμα. οὕτω γὰρ ἂν ἥ τε χιὼν ἐγίνετο λευκοτέρα καὶ ἡ πίττα μελαντέρα καὶ ὁ χρυσὸς ξανθότερος. ἕτερον οὖν ἐστι προφανῶς αὔξησις οὐσίας ἀλλοιώσεως. αὐξάνεται μὲν γὰρ κατὰ τὸ ποσὸν, ἀλλοιοῦται δὲ κατὰ τὸ ποιόν. ἔστι δέ που καὶ τὸ χρῶμα ποιᾶς οὐσίας, οὐ ποσῆς γνώρισμα. διὰ ταῦτα μὲν οὖν πολυσαρκία ἕτερον φλεγμονῆς, δι’ αὐτὰ δὲ ταῦτα πλεονάζειν ἄν τις ἐν αὐτῇ τὸν τοῦ αἵματος ὑπολάβοι χυμόν. ἀλλὰ καὶ μεθ’ ἑλκῶν ἐνίοτε μέγισται γίνονται φλεγμοναὶ, καὶ φαίνεταί τις ἐκρέων ἰχὼρ ὑδατώδης λεπτὸς, αἱματώδους φαινομένου τοῦ πέριξ χωρίου. ἀναγκαῖον οὖν ἐν τῷδε τὴν πύκνωσιν τῆς σαρκὸς, ἣν ἐν τοῖς κατὰ τὸ τραῦμα πέρασιν ἑαυτῇ ἐπεκτήσατο, συμμετρίας εἰς τοσοῦτον ἥκειν, ὡς διεκπίπτειν ἐπιτρέπουσαν τοῖς ἰχῶρσιν, ἐναποστέγειν δ’ ἔνδον ἑαυτῆς τὸ αἷμα. καὶ μὴν ὅσον αἵματος ἰχὼρ λεπτομερέστερός ἐστι, τοσοῦτον ἢ καὶ πλέον ἔτι παχυμερέστερος ὑπάρχει πνεύματος. ὥστε εἴπερ ἡ κατὰ τὸ τραῦμα σὰρξ ἐπιτρέπει ἐκπίπτειν τοῖς ἰχῶρσιν, ἐπέτρεπεν ἂν δήπου τῷ πνεύματι. κενωθέντος δὲ ἅπαξ αὐτοῦ, καθίστατο ἂν εὐθέως καὶ ὁ τῆς φλεγμονῆς ὄγκος. ἀμέλει καὶ φαίνεται γιγνόμενον οὕτως ἐν οἷς ἂν μορίοις ὄντως ἀθροισθῇ τὸ πνεῦμα. τμηθέντων γὰρ αὐτῶν αὐτίκα συστέλλεται πᾶς ὄγκος. ἀλλὰ καὶ ἡ γένεσις αὐτῆς τῆς ἐπὶ τραύμασι γενομένης φλεγμονῆς μαρτυρεῖ. ἐν ἀρχῇ μὲν γὰρ ἔτι νεοτρώτων ὄντων ἐκπίπτει πλῆθος αἵματος· ἴσχεται δ’  αὖθις ἤτοι ψυξάντων ἡμῶν, ἢ αὐτομάτως ὑπὸ τοῦ περιέχοντος ψυχθέν. ἀλλὰ καὶ πιλησάντων ἡμῶν ταῖς χερσὶν ἢ ἐπιδησάντων, ἴσχεται κωλυόμενον ἐκρεῖν. εἶτ’ ἐν τοῖς στόμασι τῶν διῃρημένων ἀγγείων ἰσχόμενόν τε καὶ φραττόμενον πιλοῦταί τε καὶ πήγνυται, παραπλήσιόν τι πάσχον θρόμβῳ, πλὴν ὅτι θρόμβος μὲν ἀθρόα τοῦ αἵματός ἐστι πῆξις αἰσθητὴ, τὸ δ’ ἐπὶ τῶν ἑλκῶν γιγνόμενον οὐκέτ’ ἀθρόως, ἀλλὰ κατὰ σμικρὰ καὶ πολλὰ πέρατα τῶν διῃρημένων ἀγγείων ἵστησι καὶ παχύνει τὸ αἷμα. ὅταν οὖν ἅμα μὲν τοῦτο παχύτερον, ἅμα δὲ τῶν ἀγγείων τὸ πέρας γένηται στενότερον, ἴσχεται μὲν ἤδη τὸ αἷμα, διεκπίπτουσι δὲ ἰχῶρες. ταῦτα πάντα τεκμήρια μέγιστα τοῦ πληθύνειν ἐν τοῖς φλεγμαίνουσι μορίοις τὸ αἷμα. θερμότερον μὲν οὖν ἐστι τοῦ κατὰ φύσιν ἐν τοῖς οὕτω διακειμένοις, οὐ μὴν τοσοῦτον θερμότερον, ὡς μόνῃ τῇ χύσει τηλικοῦτον ἐργάσασθαι τὸν ὄγκον. πολλὰ δ’ ἂν εἴη σοι καὶ τὰ τοῦδε τεκμήρια. πρῶτον μὲν οἱ διακαέστατοι τῶν πυρετῶν· ὅσον γὰρ ἐπὶ τούτων ἡ θερμασία σφοδροτέρα τῆς κατὰ τὰ φλεγμαίνοντα μόριά ἐστι, τοσοῦτον τὸν ὄγκον ἐχρῆν εἶναι μείζονα. δεύτερον δὲ τεκμήριον ἐκ τῆς τοῦ αἵματος οὐσίας· οὐ γὰρ ὥσπερ πίττα καὶ ῥητίνη καὶ κηρὸς ὑπὸ ψύξεως πέπηγεν, ἀλλ’ ἔστιν ἀεί τε καὶ φύσει θερμότερον. ἐκείνοις μὲν οὖν θερμαινομένοις εἰς τοὐναντίον ἡ μετάστασις· αἵματι δὲ κατὰ φύσιν ὑπάρχοντι θερμῷ γένοιτο μὲν ὀλίγῳ τινὶ ὁ μείζων ὄγκος, οὐ μὴν ἐπὶ τοσοῦτον, ὅσον ἐξαίρουσιν αἱ φλεγμοναὶ τὰ πάσχοντα μόρια. καίτοι γε πίττα καὶ ῥητίνη καὶ κηρὸς, εἰς τοσαύτην ἀφικνούμενα θερμασίαν, εἰς ὅσην ἥκει τὰ φλεγμαίνοντα, βραχὺ τοῦ ἐξ ἀρχῆς ἐπαύξεται. καί σοι καὶ τοῦτό ἐστι τεκμήριον ἕτερον ἐπὶ τοῖς εἰρημένοις οὐ σμικρὸν τοῦ τὸν ὄγκον τῶν φλεγμαινόντων μορίων μὴ διὰ μόνην γίνεσθαι τὴν χύσιν. ὀλίγη μὲν γάρ ἐστιν ἡ κατὰ θερμασίαν ἀλλοίωσις τοῦ αἵματος, οὐκ ὀλίγῳ δὲ μείζων ὁ ὄγκος. ἱκανὸν δὲ τεκμήριον ἔστω σοι καὶ αὐτὸ τὸ φαινόμενον. οὐ γὰρ ὥσπερ ἡ ῥητίνη καὶ ἡ πίττα καὶ ὁ κηρὸς θερμαινόμενα σφοδρότερον ἐπιπλεῖστον ἥκουσι χύσεως, οὕτω καὶ τὸ αἷμα· φυλάττει δὲ, κᾂν ἐπὶ πυρὸς ἕψηται, τὸν ἔμπροσθεν ὄγκον, ἢ οὐδ’ ὅλως ἢ παντάπασιν ἐλάχιστον εἰς μέγεθος ἐξαιρόμενον. εἴρηται δέ μοι καὶ πρόσθεν, ὅτι ψυχομέναις ταῖς φλεγμοναῖς οὐκ ἀεὶ καθίστασθαι συμβαίνει. τὴν γὰρ ἀκμάζουσάν τε καὶ μεγάλην, ἐφ’ ἧς ἐσφήνωται τὸ ῥεῦμα, κᾂν ἐπὶ πλέον ψύξῃς, οὐ καθαιρήσεις τὸν ὄγκον, ἀλλὰ πελιδνὸν ἐργάσῃ τὸ μέρος καὶ ψυχρὸν, εἰς σκίῤῥον τε μεταστήσεις τὸ πάθος. εὐκολώτατα δὲ πρὶν μὲν σφηνωθῆναι τὸ ῥεῦμα τοῖς ψύχουσί τε καὶ στύφουσιν ἀναστέλλεται, καὶ μάλισθ’ ὅταν ὀλίγον ᾖ· δυσλύτως δὲ ἔμπροσθεν ἐμπλασθὲν, ὑπὸ μὲν τῶν στυφόντων καὶ ψυχόντων οὐδὲν ὀνίναται, κενωθῆναι δὲ δεῖται. ἐξεύρηται τοιγαροῦν τηνικαῦτα τοῖς ἰατροῖς οὐ μόνον τοῖς θερμαίνουσι διαφορεῖν, ἀλλὰ καὶ αὐτοῦ τι τοῦ αἵματος αἰσθητῶς ἐκκενοῦν, ἀμυχὰς εἰς τὸ δέρμα ποιούντων. πάντα ταῦτα οὖν μεγάλα γνωρίσματα τοῦ πεπληρῶσθαι τὸ φλεγμαῖνον αἱματώδους χυμοῦ. θερμὸν δὲ ἀμέτρως οὐκ εὐθὺς ἐξ ἀρχῆς, ἀλλ’ ἐν τῷ χρόνῳ γίνεται, διὰ τὴν ἔμφραξιν ἁπάντων τῶν πόρων ἰσχομένης τῆς ἀρχαίας ἀναπνοῆς. ἀναγκαῖον οὖν δήπου καὶ σήπεσθαι χρονίζοντι τῷ αἵματι. πάντα γὰρ ὅσα θερμὰ καὶ ὑγρὰ σώματα, κατὰ θερμὸν ἀθροιζόμενα τόπον ἑτοίμως σήπεται, μήτε κενούμενα μήτε ἐμψυχόμενα, ὥστε καὶ ἡ ἐκ τῆς σηπεδόνος αὐτοῦ προέρχεται θερμότης, ἐφ’ ᾗ πρόσθεν εἶχεν. ὅτι μὲν οὖν ἐν τοῖς ἀγγείοις αἷμα πλεῖον ἤθροισται κατὰ τὰ φλεγμαίνοντα μόρια, τοῖς ὄγκοις αὐτῶν τεκμαρτέον, οὐχ ἥκιστα δὲ καὶ τῷ φαίνεσθαι φλέβας ἐν αὐτοῖς ἀοράτους ἔμπροσθεν οὔσας ὑπὸ σμικρότητος, οὐ γεννηθείσας δήπου κατὰ τὴν φλεγμονὴν, ἀλλ’ ἐκ τοῦ πληρωθῆναι τοῦ αἵματος εἰς μέγεθος ἀρθείσας τοσοῦτον, ὡς αἰσθητὰς γενέσθαι. μάλιστα δὲ ἐν ὀφθαλμοῖς φαίνεται τοῦτο συμπῖπτον καὶ πόσθῃ καὶ τιτθοῖς. ὅτι δὲ καὶ ἡ σύμπασα φαίνεται σὰρξ, ἧς ἤδη καὶ μάλιστα πάθος ἐστὶν ἡ φλεγμονὴ, πληροῦσθαι ῥεύματος αἱματώδους, ἥ τε χροιὰ καὶ ὁ ὄγκος αὐτὸς ἐνδείκνυται. διὰ τοῦτο δὲ καὶ ὑγρὰ πᾶσα καὶ διάβροχος ὥσπερ ἔριον καὶ σπόγγος φαίνεται, καὶ τούτῳ μαρτυροῦσι καὶ οἱ ἐκρέοντες ἰχῶρες, ἐπειδὰν ἔχῃ στόμιον ἡ φλεγμονή. εἰκότως δὲ, οἶμαι, καὶ τὸ δέρμα σὺν τοῖς ὄγκοις τῶν ὑποκειμένων ἐξαίρεται καὶ περιτείνεται, καὶ τῷ χρόνῳ δὲ δέχεται καὶ αὐτὸ τοῦ ῥεύματος, ὥσπερ καὶ οἱ τῶν ἀγγείων χιτῶνες. οὕτω δὲ καὶ οἱ ὑμένες οἱ κατὰ τὸ φλεγμαῖνον μέρος, ἔτι δὲ καὶ τὰ νεῦρα καὶ οἱ τένοντες ἀπολαύουσιν ἐν τῷ χρόνῳ τῆς φλεγμονῆς, ἐνίοτε μέν τοι τρωθέντων αὐτῶν ἢ καὶ ἄλλως παθόντων, ἐξ αὐτῶν ἐκείνων πρῶτον ἄρχεται τὸ κακόν. ὅλως δὲ οὐδὲν τῷ φλεγμαίνοντι μορίῳ κατὰ φύσιν ἔχον ἀκριβῶς διαμένει χρονιζούσης τῆς φλεγμονῆς, ἀλλὰ συναπολαύει τῇ σαρκὶ πάντα τοῦ ῥεύματος, ὥστ’ ἐνίοτε καὶ τῶν ὀστῶν ἅπτεται, ἐν γοῦν τῷ κατὰ φύσιν ἔχειν χαλαρόν τέ πασχόντων. ἐν γοῦν τῷ κατὰ φύσιν ἔχειν χαλαρόν τέ ἐστι τὸ δέρμα τοῖς γε μὴ παχέσιν, ἥ τ’ ἐν τῷ μεταξὺ χώρα κενὴ, καθ’ ἧς ἐπιπέπτωκεν· ὡσαύτως δὲ καὶ αἱ κατὰ τὴν σάρκα χῶραι, περὶ ὧν ἐπὶ πλέον ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσι λέλεκται, κεναὶ πᾶσαι τυγχάνουσιν οὖσαι, καὶ μάλιστά γε αἱ περὶ τὰς ἀρτηρίας ἐν κύκλῳ ταῖς διαστολαῖς αὐτῶν ἀνακείμεναι· κατὰ δὲ τὰς φλεγμονὰς ἅπασαι πληροῦνται τοῦ αἵματος, ἐκ μὲν τῶν ἀγγείων διιδρουμένου κατὰ τοὺς χιτῶνας αὐτῶν, ἐν παντὶ δὲ μορίῳ τῆς σαρκὸς ἀναμιγνυμένου δροσοειδῶς. Ὅταν δὲ ἐν τῷ χρόνῳ κρατήσῃ μὲν ἡ φύσις, πεφθῇ δὲ σύμπαν τὸ ῥεῦμα, καὶ γένηται πύον, ἐκτὸς ὠθεῖται τῆς σαρκὸς, ὑπὸ τῆς ἐν αὐτῇ δυνάμεως ἀποκριτικῆς τῶν ἀλλοτρίων. ἔνθα μὲν οὖν ἤτοι πόρος ἐστὶ φυσικὸς ἀξιόλογος, οἷον ὀχετός τις ἐκροῆς περιττωμάτων παρεσκευασμένος, ἢ αὐτὸ τὸ χωρίον ἐνταῦθα ἀραιὸν, τοῦ πύου τὸ μέν τι διαπνεῖται, τὸ δὲ αἰσθητῶς ἐκρεῖ· ἔνθα δὲ περίκειται τὸ δέρμα πυκνὸν καὶ σκληρὸν, οἷον τὸ ἔξωθεν ἡμῶν ἐστιν, ἴσχεται ἐνταῦθα τὸ πύον, ἀφίστησί τε τῆς ὑποκειμένης αὐτῷ σαρκὸς, εἶτα καὶ διαβιβρώσκει τῇ δριμύτητι καὶ διεξέρχεται πρὸς τοὐκτὸς, εἰ μή τις φθάσῃ σχάσας αὐτό. κρατηθείσης δὲ τῆς φύσεως ὑπὸ τοῦ ῥεύματος, οὐκέτι εἰς πύον, ἀλλ’ εἰς ἀλλόκοτόν τινα μεταβολὴν ἄλλοτε ἀλλοίαν ἀφικνεῖται τὸ αἷμα. καλεῖται δὲ κοινῇ μὲν σύμπαντα τὰ τοιαῦτα πρὸς τῶν πλείστων ἰατρῶν ἀποστήματα, καὶ μάλισθ’ ὅσα διὰ βάθους ἔνδον ἐστίν· ἔνιοι δὲ οὐχ ἅπαντα προσαγορεύειν οὕτω δικαιοῦσιν, ἀλλ’ ἐκεῖνα μόνον, ὅσα τὴν ἀλλοίωσιν εἰς διαφθορὰν ἑτέραν τινὰ, οὐκ εἰς τὸ συνηθές τε καὶ χρηστὸν ἴσχει πύον. ὡς τά γε ἐκπυΐσκοντα ἅπαντα τινὲς μὲν ἐμπυήματα προσαγορεύουσιν, ἔνιοι δὲ διαπυήματα, καθάπερ καὶ αὐτὸ ἐκπυΐσκειν, καὶ διαπυΐσκειν· ἔνιοι δὲ οὐχ οὕτως, ἀλλ’ ὅταν ἐν σπλάγχνῳ γένηταί τι τοιοῦτον, ἐκεῖνο μόνον ἐμπύημα προσαγορεύουσι, καὶ τοὺς οὕτω πάσχοντας ἐμπύους· ἄλλοι δ’ αὖ τινες ἰατροὶ μόνους ἐκείνους ὀνομάζειν ἐμπύους δικαιοῦσιν, οἷς ἤθροισται πύον ἐν τῇ μεταξὺ θώρακός τε καὶ πνεύμονος χώρᾳ. τῶν μὲν οὖν ὀνομάτων, ὅπερ ἀεί μοι λέλεκται, φροντίζειν χρὴ τοσοῦτον, ὡς ἑρμηνεύεσθαι σαφῶς τὸ δηλούμενον· αὐτὰ δὲ τὰ πράγματα, περὶ ὧν ὁ λόγος, εὑρίσκειν οὕτως σπουδαστέον, ὡς μηδὲν ἐξ αὐτῶν διαλάθοι. σύμπαντα γὰρ ταῦτα παρασκευαστικὰ πρὸς τὴν θεραπευτικήν εἰσι μέθοδον, ἐν ᾗ τὰς διαθέσεις, οὐ τὰς προσηγορίας αὐτῶν ἰώμεθα. τούτων τοίνυν ἀεὶ μεμνημένους ἐπὶ τὰ λείποντα αὖθις τῶν πραγμάτων ἰτέον. Ὅταν ἀποδείρῃ τὰ σώματα τὸ πύον, ἀποστήσῃ τε καὶ διαστήσῃ τῶν ὑποκειμένων τὰ περιέχοντα, κᾄπειτα κενωθέντος αὐτοῦ καθ’ ὁντιναοῦν τρόπον, ἀδυνατήσει τὰ διαστάντα τὴν ἀρχαίαν ἀπολαβεῖν κατάστασιν, ὀνομάζεται τὸ πάθος κόλπος. εἰ δὲ μὴ ταχέως τις αὐτὸν θεραπεύσῃ, τυλοῦται καὶ σκληρὸς γίνεται τῷ χρόνῳ, καὶ οὐχ οἷός τέ ἐστι κολλᾶσθαι τοῖς ὑποκειμένοις αὐτῷ. προστέλλεται μέντοι ξηρανθεὶς ὑπό τε φαρμάκων καὶ διαίτης, ὡς δοκεῖν ὑγιὲς ἀμέμπτως ὑπάρχειν τὸ μόριον. εἰ μὲν δὴ διὰ παντὸς ἀκριβῶς τις διαιτώμενος, ὑγιεινὸν ἀληθῶς ἔχει καὶ ἀπέριττον τὸ σῶμα, προσεσταλμένος ὁ κόλπος μένει· περιττώματος δέ τινος ὑποτραφέντος, αὖθις πληροῦται καὶ γίνεται πάλιν ὅ περ ἐξ ἀρχῆς ἦν ἀπόστημα· καὶ αὖθίς γε, δεόντως ἰωμένων, ἐκκενοῦται καὶ ξηραίνεται καὶ προστέλλεται, καὶ ἀεὶ πολὺ ῥᾴονα ἅπαντ’ αὐτῷ γίνεται ταῦτα τῶν ἐξ ἀρχῆς ἀποστάντων. οὔτε γὰρ ὀδυνᾶται διασπώμενα τὰ μόρια, διέστηκε γὰρ ἤδη· καὶ πληροῦται τάχιστα, ῥᾳδίως ὑποδεχομένου τοῦ κόλπου τὸ ῥεῦμα· καὶ δὴ καὶ κενοῦται ταχέως, ὡδοποιημένων αὐτῷ τῶν ἐκροῶν, ὡς ὅταν γε κολληθῶσιν αὐτὰ, πάλιν ὀδυνῶνται, ῥηγνυμένου τοῦ ἀποστήματος. οὐ μόνον δὲ ἐκ φλεγμονῆς ἡ γένεσις τοῖς ἀποστήμασιν, ἀλλὰ καὶ εὐθὺς ἐξ ἀρχῆς ἐνίοτε δι’ ἄλλον χυμὸν ὁντιναοῦν ἀποδέροντα τῷ χρόνῳ καὶ ἀφιστάντα τῶν ὑποκειμένων τὰ περιέχοντα. καὶ τοίνυν καὶ τμηθέντων, παντοίαν ἰδέαν ὑγρῶν τε καὶ στερεῶν σωμάτων ἐντὸς ἔχοντα φαίνεται. καὶ γὰρ βορβόρῳ, καὶ οὔρῳ, καὶ θρόμβῳ καὶ χυλῷ μελιτώδει, καὶ μυξώδει, καὶ ὀστοῖς, καὶ λίθοις, καὶ πώροις, ὄνυξί τε καὶ θριξὶν, ἐν ἀποστήμασιν εὑρίσκεται παραπλήσια σώματα, καὶ μὴν καὶ ζῶα πολλάκις εὕρηνται, σχεδὸν ἅπασι τοῖς ἐκ σηπεδόνος ἔχουσι τὴν γένεσιν ὁμοιότατα. Ἔστι δὲ καὶ ἡ σύριγξ ὀνομαζομένη στενὸς καὶ προμήκης κόλπος, ὁμοίως τοῖς ἄλλοις κόλποις προστελλομένη τε καὶ αὖθις ἀφισταμένη δι’ ἐπιῤῥοὴν περιττωμάτων, ὥσπερ ἐκεῖνοι. ἀθερώματα δὲ καὶ στεατώματα καὶ μελικηρίδας, ὅσα τε ἄλλα τοιαῦτα, τινὲς μὲν ἐν τοῖς ἀποστήμασι τίθενται, τινὲς δὲ εἰς ἕτερον γένος. εὔδηλος δὲ καὶ ἡ τούτων φύσις ἐκ τῶν ὀνομάτων. ἀθέρᾳ μὲν γάρ τι παραπλήσιον ἐν τοῖς ἀθερώμασιν εὑρίσκεται· μέλιτι δὲ ἐν τοῖς μελικηρίσι· στέατι δὲ ἐν τοῖς στεατώμασιν. ὡς τὸ πολὺ δὲ χιτών τις ὑμενώδης ἅπαντα τὰ τοιαῦτα περιέχει. ταῦτά τε οὖν ἅπαντα παρὰ φύσιν ὄγκοι, καὶ πρὸς τούτοις ἄνθρακες, καὶ γάγγραιναι, καὶ ἕρπητες, ἐρυσιπέλατά τε καὶ σκίῤῥοι, καὶ οἰδήματα, καὶ καρκῖνοι, καὶ πνευματώσεις, ὑπὲρ ὧν οὐδ’ αὐτῶν ἀγνοεῖν χρὴ τὸν ἰατρὸν, ἀλλ’ ἀκριβῶς ἐπισκέπτεσθαι τήν τε γένεσιν ἑκάστου καὶ τὴν οὐσίαν.