Ὅτι δὲ ἀδύνατον ἰάσασθαι μαρασμὸν, ὅταν ὄντως μαρασμὸς ᾖ, λέλεκται μέν που καὶ πρόσθεν, ἡνίκα περὶ τοῦ γήρως ἐγράφομεν, εἰρήσεται δὲ καὶ νῦν. συμβαίνει τι τοιοῦτον τοῖς οἰομένοις ἰᾶσθαι μαρασμὸν, οἷόν τι καὶ τοῖς ὑπειληφόσι τὴν εἰς τὰ πρόσω μετάστασιν τῶν καταμαρανθέντων κατὰ ῥάχιν σπονδύλων. ἐξ ὧν γὰρ ἑκάτεροι περὶ τὰς διαγνώσεις τῶν παθῶν ἐσφάλησαν, ἐκ τούτων ᾠήθησαν ἑαυτοὺς μέγιστα κατωρθωκέναι. καταλεπτυνθέντας μὲν γάρ τινας ἰάσαντο, μαρανθέντας δὲ μηδένας. διττῆς δὲ οὔσης τῶν οὕτω λεπτυνθέντων τῆς διαθέσεως, ὑπὲρ ἑκατέρας ἰδίᾳ λεκτέον. γίνεται τοίνυν ἡ μὲν ἑτέρα τῶν κατισχνωθέντων διάθεσις, ἐπειδὰν ἥ τε ὑγρότης ἀπόλλυται τῶν στερεῶν σωμάτων, ἣν οἰκείαν αὐτῶν ἔφαμεν εἶναι τροφὴν, αἵ θ’ ἁπαλαὶ σάρκες συντακῶσιν· ἡ δ’ ἑτέρα τῶν σωμάτων αὐτῶν ἅπτεται τῶν στερεῶν, ἃ δὴ καὶ πρῶτά τε καὶ ὁμοιομερῆ προσαγορεύομεν. αὕτη μὲν οὖν ἐστιν ἡ ἀνίατος, ὥσπέρ γε καὶ τὸ γῆρας· ἡ δὲ ἑτέρα κινδυνώδης, οὐ μὴν τὸ πάμπαν γε ἀνίατος, ἐν μὲν τῷ κοινῷ γένει ταῖς ἄλλαις ἁπάσαις ἐστὶ, τῶν ἐναντίων τῷ πάθει δεομένη βοηθημάτων, οὐ μὴν ὡσαύτως γε ταῖς πλείσταις αὐτῶν ἀσφαλής. ὑγρανθῆναι μὲν γὰρ χρὴ τὰς τρεῖς διαθέσεις, καὶ τοῦτ’ αὐταῖς κοινὸν ἐπὶ κοινῇ τῇ ξηρότητι, θερμανθῆναι δεομένης τῆς μιᾶς, ἣν τῷ γήρᾳ προσεικάζομεν. ὥσπέρ γε καὶ ψύξαι μίαν, ἣν περιφρυγῆ μαρασμὸν ὀνομάζομεν. ἐπιμίκτου δέ πως ἰάσεως ὁ συγκοπώδης δεῖται μαρασμὸς, οὔτε γεγονὼς ἤδη, μεμνῆσθαι γὰρ χρὴ τούτου διαπαντὸς, ἀλλ’ ἔτι γινόμενος, ἐκδαπανωμένης τῆς συμφύτου τοῖς στερεοῖς μορίοις ὑγρότητος. οὗτοι μὲν οἱ σκοποὶ τῆς ἰάσεως. ὅπως δ’ ἄν τις εὕροι τὰς ὕλας τῶν βοηθημάτων, ἔτι τε σὺν· αὐτοῖς τὸν τρόπον τῆς χρήσεως, ἐφεξῆς ἂν εἴη σκεπτέον. ἄμεινον μὲν οὖν γεγράφθαι τῷ Φιλίππῳ, μὴ μόνον ὅσα γέγραπται κατὰ τὸ πρῶτον περὶ μαρασμοῦ βιβλίον ὑπέρ τε γενέσεως τοῦ πάθους καὶ τῆς κατ’ αὐτὸ διαφορᾶς διαγνώσεώς τε καὶ μεταπτώσεως, ἀλλὰ καὶ περὶ τῆς θεραπείας τι. νυνὶ δὲ ταύτην μὲν, ὡς ἔοικεν, οὐκ ἔφθασεν γράφειν. ζητήσας γοῦν ἐγὼ πάνυ πολλοῖς ἔτεσι τὸ περὶ μαρασμοῦ δεύτερον, οὔτ’ αὐτὸς εὗρον οὔτ’ ἄλλῳ συνέτυχον ἀνεγνωκέναι ποτὲ φάσκοντι. κατὰ δὲ τὸ πρῶτον βιβλίον, ὅ τινες οὐδὲ πρῶτον ἐπιγράφουσιν, ἀλλ’ ἁπλῶς περὶ μαρασμοῦ, διὰ τὸ μὴ φαίνεσθαι τὸ δεύτερον, ἐπεμνήσθη βαλανείου χρήσεως. οὐ μὴν ἀποδέχεται τοὺς χρωμένους ὡς βοηθήματι, βλάπτεσθαι νομίζων ὑπ’ αὐτοῦ τοὺς μαραινομένους· ἅτε δ’ ἐν παρέργῳ μνημονεύσας, οὔτ’ ἐπεξῆλθεν οὔθ’, ὡς εἴωθεν, ἀκριβῶς ἐσκέψατο περὶ τοῦ βοηθήματος. καίτοι γε φαίνεται ἐναργῶς ὑγραῖνον τοὺς κατεξηρασμένους, ὡς ἔνεστιν ἐπί τε τῶν ὁδοιπορησάντων ἐν ἡλίῳ θερινῷ, ἢ καὶ ἄλλως ὁπωσοῦν γυμνασαμένων ἢ ἐγκαυθέντων θεάσασθαι· τούτους τε γὰρ ἅπαντας ἔτι τε πρὸς αὐτοῖς ὅσοι διψώδεις εἰσὶν, ὑγροὺς καὶ ἀδίψους καθίστησί τε καὶ ἐργάζεται· φαίνεται δὲ καὶ τοὺς ἄλλους ὁπωσοῦν ἐξηρασμένους, ἢ ὑπὸ ἀγρυπνίας, ἢ φροντίδος, ἢ ἀφροδισίων, ἢ βρωμάτων, ἢ φαρμάκου ξηραίνοντος, ἢ θυμοῦ, πάντας ἐπιτέγγον τε καὶ ἀνακτώμενον. ἀλλά μοι δοκεῖ Φίλιππος ἐπὶ τῶν ἤδη ὄντως μεμαρασμένων κατεγνωκέναι βαλανείου, οὓς οὐδ’ ἄλλο οὐδὲν ἰᾶται, ὥστε με διχόθεν ἀποστῆναι τῆς γνώμης αὐτοῦ, ἐξ ὧν τε νομίζει τῶν ὄντως μαρανθέντων ἰάσασθαί τινας, ἐξ ὧν τε βαλανείου κατέγνωκεν. ἔνεστι γὰρ ἐναργῆ τῆς δυνάμεως αὐτοῦ λαβεῖν τὴν πεῖραν ἐπὶ τῶν μηδέπω τὸν ἀθεράπευτον νοσούντων μαρασμὸν, ὃν οὐδὲ μαρασμὸν ἄν τις ἴσως ἀκριβολογεῖσθαι βουλόμενος ὀνομάζοι. ἀλλ’ ἡμῖν γε ὀνομάτων οὐ μέλει, δυναμένοις ἑρμηνεῦσαι λόγου τὰ πράγματα σαφέστερον. Οὐσῶν γὰρ τῶν πρώτων τε καὶ γενικωτάτων ἐν τοῖς πυρετοῖς διαφορῶν τριῶν, ἐξαίρομεν ἔν γε τῷ παρόντι τοὺς ἐφημέρους· ὁ δέ μοι λόγος ὑπέρ τε τῶν ἐπὶ χυμῶν γενήσεται καὶ τῶν ἑκτικῶν. τῶν μὲν οὖν ἐπὶ χυμοῖς σηπομένοις ἀναπτομένων πυρετῶν μετὰ τὴν πέψιν τῶν χυμῶν ἴαμα βαλανεῖόν ἐστι· τοῖς δὲ ἑκτικοῖς μόνοις μὲν συνισταμένοις χωρὶς ἐπιπλοκῆς τινος ἑτέρου πυρετοῦ πᾶς χρόνος ἐπιτήδειός ἐστι πρὸς λουτρόν· εἰ δὲ ἐπιπλέκοιτό τινι τῶν ἐπὶ χυμῶν, ὅταν ἐκεῖνοι πεφθῶσι. τοὺς δ’ αὐτοὺς χρὴ νομίζειν εἶναι καιροὺς ὡς ἔγγιστα καὶ δόσεως ψυχροῦ. ἀλλὰ τούτου μὲν ἡ ἀποτυχία μετὰ μεγάλης βλάβης γίνεται· βαλανείου δ’ ἀκίνδυνος ἡ χρῆσις ἐπὶ τῶν εἰρημένων πυρετῶν ἐστι, πλὴν εἴπου μὲν ὑποπτεύοις ἀσθένειαν δυνάμεως· καὶ ἡμεῖς γε πολλοὺς ἐθεραπεύσαμεν ἐπιδόξους μαρανθήσεσθαι διὰ τούτων βοηθημάτων. εἴρηται δ’ ἐν τῷ πρώτῳ περὶ διαφορᾶς πυρετῶν, ὅτι καὶ τῶν ἐφημέρων τινὲς κοινωνοῦσι τῷ γένει τῶν ἑκτικῶν, καὶ ὡς οὐκ ἔστιν ἐν τῇ πρώτῃ τῶν ἡμερῶν ἀκριβῶς γνωρίζειν αὐτοὺς, ἀλλ’ ἤτοι περὶ τὴν δευτέραν, ἢ πάντως γε τὴν τρίτην· καὶ ὡς ἐπειδὰν πρῶτόν τις γνῷ, διδόναι τὸ ψυχρὸν ὕδωρ· ἀκινδυνότατον γὰρ ἐν τούτῳ τῷ καιρῷ, τῆς τε δυνάμεως ἐῤῥωμένης ἔτι καὶ δαψιλοῦς τοῦ αἵματος ἐν τῷ σώματι περιεχομένου. χρονίζοντες μὲν γὰρ ἀσθενεῖς γίνονται δυνάμει, ὀλίγον δ’ ἴσχουσι τὸ αἷμα. βλάπτονται τοιγαροῦν ὡς τὰ πολλὰ βλάβην διττὴν, μίαν μὲν τῷ πλήττεσθαί τε καὶ καταψύχεσθαί τινα τῶν μορίων ἐν τῇ πόσει τοῦ ψυχροῦ· ἑτέραν δὲ, ἐπειδὰν οἱ διδόντες αὐτοῖς τὸ ὕδωρ μὴ κρατήσαντες τοῦ συμμέτρου καταψύξωσιν οὐ μόνον ἄλλο τι μόριον, ἀλλὰ καὶ αὐτὸ τὸ τὴν ἀρχὴν ἔχον τῆς γενέσεως τοῦ πυρετοῦ. εἰ δὲ καὶ τὴν καρδίαν ἐπιπλέον ἐμψύξαιεν, εἰ μὲν ἔτι διαφυλάττει τὴν ἔμφυτον ἰκμάδα, κατάπτωσις γίνεται δυνάμει· εἰ δὲ ἤδη ξηροτέρα ὑπάρχουσα, ἡ τῷ γήρᾳ διάθεσις ἐοικυῖα διαδέξεται. κατὰ δὲ τὸν αὐτὸν καιρὸν ἐν ᾧ πρῶτα τὰ γνωρίσματα σαφῆ τῶν ἑκτικῶν πυρετῶν ἐστι, καὶ ἡ τῶν ἔξωθεν ἐπιτιθεμένων ψυχόντων φαρμάκων προσφορὰ χρήσιμος ὑπάρχει κατ’ αὐτῆς ἐπιτιθεμένων, ὡς ἂν εἴποι τις, τῆς ἑστίας τοῦ πυρετοῦ, περὶ ἧς ὀλίγον ὕστερον ἀκριβῶς διοριοῦμεν. νυνὶ δὲ ἐπὶ τὸ βαλανεῖον ἐπάνειμι χρήσιμον ὑπάρχον ἐν ἅπασι τοῖς αὐχμώδεσι πυρετοῖς, ὅταν γε ἄλλο μηδὲν κωλύοι τῶν ἐπιπλεκομένων αὐτοῖς· χρησιμώτερον δ’ ἔστιν ὅτε καὶ τῶν ἐμψύχων φαρμάκων, ὅταν ἐπικρατῇ τὸ αὐχμῶδες ἤτοι καθ’ ὅλον τὸ ζῶον ἢ κατὰ τὴν ἑστίαν. λέγω δὲ ἑστίαν τοῦ πυρετοῦ τὸ μόριον ἐκεῖνο τοῦ ζώου τὸ πρῶτον ἀμέτρως θερμανθὲν τοῖς στερεοῖς μέρεσιν ἑαυτοῦ. πρώτη μὲν οὖν ἡ καρδία θερμοτέρα τοῦ προσήκοντος γενομένη τὸν ἑκτικὸν πυρετὸν ἐπιφέρει· ἐφεξῆς δὲ τὸ ἧπαρ οὐ καθ’ ἑαυτὸ μὲν, ὥσπερ ἡ καρδία, τῷ δὲ ἐκείνην ἄγειν εἰς συμπάθειαν, ἡνίκα τὸ τῆς καρδίας πάθος μὴ αὐτὸν τῆς αἰτίας ἐφέξει λόγον, ἀλλὰ τὰ τῶν γειτνιώντων αὐτῇ σωμάτων. ἑξῆς δὲ τούτοις ἐστὶν ἡ γαστὴρ, καὶ μετὰ ταύτην ὅσα δύναται συνεκθερμαίνειν ἑαυτοῖς τὴν καρδίαν. ὅσον μὲν οὖν ἐπὶ τῇ γειτνιάσει, μάλιστα πάντων ἐχρῆν τῷ πνεύμονι συνεκθερμαινομένην τὴν καρδίαν ἑκτικὸν καὶ ξηρὸν ἐπιφέρειν πυρετὸν, ᾧ μαρασμὸς ἕπεται· οὐ μὴν φαίνεται γιγνόμενον, ἅμα μὲν ὅτι τὸ σπλάγχνον ὑγρὸν, ἅμα δ’ ὅτι διὰ τῆς ἀναπνοῆς ψυχόμενον, οὐ ῥᾳδίως ἄν ποτε διάθεσις ὁμοίαν αἰτίαν κτήσεται. ὡς τὰ πολλὰ μὲν οὖν κατὰ τὰ λοιπὰ σπλάγχνα μετὰ χολώδους χυμοῦ συνίστασθαι πέφυκεν ὁ ἑκτικὸς πυρετὸς, ἀναποθέντος εἰς τὴν γαστέρα τοῦ πάσχοντος τόπου. καὶ διὰ τοῦτο καὶ ὁ Φίλιππος ἐρυσιπελατώδη διάθεσιν ἐν τῇ γαστρὶ γενέσθαι νομίζει κατὰ τοὺς πλείους τῶν μαραινόντων πυρετῶν. εἰ δὲ ἐν γαστρὶ, ἀναγκαῖον καὶ καθ’ ἧπαρ ὑπονοῆσαι τὴν αὐτὴν συνίστασθαι διάθεσιν, ἐφ’ οἷς σπλάγχνοις πάσχουσι μόνοις ἔοικέν ὁ Φίλιππος ἡγεῖσθαι γίνεσθαι μαρασμόν. ἐθεασάμην δ’ οὐκ ὀλιγάκις τινὰς, ἀπαθῶν ὑπαρχόντων τούτων, ἐν τῇ καρδίᾳ μαρανθέντας, ἧς οὐκ οἶδ’ ὅπως ἐπιλέλησται ὁ μὴ ἐφ’ ἥπατι καὶ γαστρὶ μόνοις πάσχουσιν ἐπιδεῖξαι δυνάμενος ὅπως γίνεται μαραίνων πυρετὸς ἄνευ τοῦ τῇ καρδίᾳ διαδοθῆναι τὸ πάθος. οὐ μόνον δὲ κατὰ τοῦτό μοι σφάλλεσθαι δοκεῖ, ἀλλὰ καὶ καθ’ ὅσον ἐπὶ τοῖς ἄλλοις μέρεσιν οὐχ ἡγεῖται συνίστασθαι μαρασμώδη πυρετόν. εἴτε γὰρ ἐρυσιπελατώδης διάθεσις μόνη κατὰ γαστρὸς γεννηθεῖσα τὸν τοιοῦτον ἐπάγει πυρετὸν, εἴτε καὶ χωρὶς ταύτης ἔστιν ὅτε τὸ σῶμα αὐτὸ μόνον ἐκπυρωθὲν ἄνευ χολώδους ὑγρότητος, ἐγχωρεῖ καὶ κατ’ ἄλλό τι μέρος ὁμοίαν γίνεσθαι διάθεσιν· ἀλλ’ εἴπερ εἴη τὸ μόριον ἐκεῖνο τοιοῦτον, οἷον ἑαυτῷ συνεκθερμῆναι τὴν καρδίαν, ἀνάγκη πᾶσα πυρετὸν γεννῆσαι τὴν διάθεσιν αὐτοῦ, καὶ τοῦτον πάντως ἐν τῷ χρόνῳ γενόμενον ἑκτικὸν, εἰ μὴ λύοιτο, μαρασμὸν ἐπενεγκεῖν. ἄλλως τε ὅπερ εἶπον ἔμπροσθεν, οὐ περὶ τῶν ὀνομάτων σπουδάζειν προσήκει, ἀλλὰ τὰς ξηραινούσας ἁπάσας διαθέσεις τὸ σῶμα διαγινώσκειν τε ἅμα καὶ θεραπεύειν ὀρθῶς, ὧν ἐστι μία καὶ ἡ μετὰ πυρώδους θερμότητος, ἣν βαλανεῖον ὀνίνησιν διαπαντὸς, ὅταν αὕτη καθ’ ἑαυτὴν ὑπάρχῃ μόνη. γίνεται γὰρ, ὡς εἴρηται, ποτὲ σὺν ἐρυσιπελατώδει διαθέσει πυρετὸς ἑκτικός τε καὶ μαρασμώδης, καὶ δεῖται ψυχθῆναι πρότερον ἐδέσμασι τε καὶ πόμασι καὶ τοῖς ἔξωθεν ἐπιτιθεμένοις· ἀλλ’ αὐτὸς καθ’ ἑαυτὸν ὁ τοιοῦτος πυρετὸς ἄμικτος ἑτέρῳ νοσήματι βαλανείου χρῄζει, καθάπερ καὶ αἱ ἄλλαι πᾶσαι ξηρότητες, εἴτε θερμαὶ τύχοιεν, εἴτε ψυχραί τινες οὖσαι. θαυμαστὸν γὰρ δὴ τοῦτο τοῖς  βαλανείοις ὑπάρχει τὸ καὶ τὰς θερμὰς ξηρότητας ὀνίνασθαι καὶ τὰς ψυχρὰς, ὥσπερ γε καὶ τὸ διψώδεις μὲν ποιεῖν τοὺς μὴ διψῶντας, ἀδίψους δὲ τοὺς διψώδεις. ὅτι μὲν ἐργάζεται ταῦτα, καὶ χωρὶς λόγου παντὸς ἐναργῶς ὁρᾶται. φαίνονται γὰρ, ὡς εἴρηται πρόσθεν, ἐξ ἡλίου τε καὶ ὁδοιπορίας θερμαινόμενοί τε καὶ ξηραινόμενοι λουσάμενοι θαυμαστῶς ὅπως ὑγραινόμενοί τε καὶ ψυχόμενοι· καὶ τούτων οὐδὲν ἧττον οἱ ἐκ κρύους ἰσχυροῦ θερμανθῆναι δεόμενοι, τάχιστα καὶ οὗτοι θερμαινόμενοι. καὶ μέν γε καὶ οἱ ἐξ ὁδοιπορίας τε καὶ ἡλίου διψώδεις ἀδιψότεροι γίνονται, καὶ οἱ μὴ διψώδεις δὲ, λουσάμενοι διψῶσι. χρὴ δὲ τούτους μὲν πλεονάκις, ἐκείνους δὲ ἅπαξ λούσασθαι. ταυτὶ μὲν οὕτω φαίνεται γινόμενα, καὶ τὰς αἰτίας αὐτῶν ἐν ἑτέροις εἴπομεν. Ἐπὶ δὲ τὸ προκείμενον αὖθις ἰτέον, ὡς ἅπαντας τοὺς ἑκτικοὺς πυρετοὺς ὀνίνησι βαλανεῖον, ὅταν γε αὐτὸ τοῦτο μόνον ἑκτικοὶ τυγχάνουσιν ὄντες· ἂν δὲ ἐρυσίπελας, ἢ φλεγμονή τις, ἢ σηπόμενοι χυμοὶ καὶ ἔτι ἄπεπτοι περιέχονται κατὰ τὸ σῶμα, διὰ ταῦτα βλαβῆναι συμβήσεται τοὺς νοσοῦντας, οὐ διὰ τὸν ἑκτικὸν πυρετόν. αὐτὸς μὲν γὰρ, ᾗ πυρετός ἐστι, διαπαντὸς ὑπό τε ψυχροῦ σβέννυται πόματος ὑπό τε βαλανείων ὀνίναται, διὰ δὲ τὰς ἐπιμιγνυμένας αὐτῷ διαθέσεις οἱ κάμνοντες βλάπτονται. τὰ μὲν δραστικώτατα τῶν βοηθημάτων, ὡς κωλῦσαι γενέσθαι μαρασμὸν, ταῦτά ἐστι, καὶ χρὴ παραλαμβάνειν αὐτὰ πάνυ θαῤῥούντως κατὰ τοὺς ἑκτικοὺς πυρετούς. εἰ δὲ ἐρυσιπελατώδης εἴη διάθεσις, ἀπέχεσθαι μὲν χρὴ βαλανείου τοπᾶν, ὕδατι δὲ ψυχρῷ κατὰ μὲν τὴν ἀκμὴν τοῦ νοσήματος χρηστέον ἀγωνιστικῶς, οὕτω δ’ ὀνομάζειν εἴωθεν, ὅταν ἀθρόον τε καὶ ψυχρότατον δῶμεν· ἐν ἀρχῇ δ’ οὐ χρηστέον, εἰ μὴ καταναγκασθείημεν ὑπὸ τοῦ κάμνοντος ἐν ἔθει τε ψυχροποσίας ὄντος, οὐ φέροντός τε τὸ δίψος, ἀλλ’ ἔξωθεν ἐπιτιθέναι χρὴ τὰ ψύχοντα, καὶ εἰ μηδὲν ἀνύῃ, καὶ εἴσω τοῦ σώματος ἀναγκάζειν λαμβάνειν. μάλιστα δ’ αὐτοῖς ἁρμόττουσιν αἱ ὑγραὶ καὶ νέαι θριδακίναι, πεπλύσθωσαν δὲ ἀκραιφνεῖ ψυχρῷ, μάλιστα μὲν οὕτω ληφθεῖσαι, δεηθέντος δέ ποτε τὴν ἀηδίαν τῆς προσφορᾶς παραμυθήσασθαι τοῦ κάμνοντος, ὄξος ὕδατι ψυχρῷ μίξαντες συγχωρεῖν ἐν τούτῳ βάπτειν. ἔστω δὲ ἀκριβῶς ἀποκεχωρηκὸς ἁπάσης οἰνώδους ποιότητος τὸ ὄξος. ἔξωθεν δὲ καὶ αὐτὸς μὲν ὁ τῆς θριδακίνης χυλὸς ἐπιτήδειος, ἀλλὰ καὶ ἀειζώου καὶ σέρεως ὅσα τ’ ἄλλα ψύχοντα. κάλλιστον δ’ ᾧ μάλιστα χρώμεθα κατὰ καιρὸν, τῶν ὀμφάκων. ἐνθλίψαντες γὰρ αὐτῶν τὸ ὑγρὸν, ἐμβάλλομεν ὅλμῳ μετὰ τῶν ἀνδραχνῶν, εἶτα κόψαντες ἐκπιέζομεν, ἐνστήσαντες τότε ἀγγεῖον ὕδατι ψυχρῷ, κάλλιον δὲ εἰ καὶ χιόνος ἔχει τι. μίγνυμεν δὲ ἐπὶ τῆς χρήσεως ὀλίγον ἀλφίτου λευκοῦ, κᾄπειτα δεύσαντες εἰς ὀθόνιον δίπτυχον, ἐπιτείνομεν ἔξωθεν αὐτὸ κατὰ τῶν ὑποχονδρίων, οὐκ ἐῶντες χρονίζειν, ἀλλ’ ἐπειδὰν γένηται χλιαρὸν, αἴροντες μὲν τοῦτο, χρώμενοι δὲ ἑτέρῳ παραπλησίως, καὶ τοῦτο διαπαντὸς ἐκ διαδοχῆς ποιοῦντες, ἄχρις ἂν ὁ κάμνων αἰσθάνηται τοῦ βάθους ψυχόμενος, καὶ ἀδιψότερος γένηται. μίγνυμεν δὲ ἐνίοτε καὶ ἔλαιον ὀμφάκινον ἢ ῥόδινον, ἐπειδὰν μάλιστα καὶ φλεγμονῶδές τι καθ’ ὑποχονδρίου ᾖ. τὰς μὲν οὖν ἐρυσιπελατώδεις διαθέσεις οὕτως ἐμψύχειν χρὴ, γινώσκειν δὲ ὡς εἴπερ εἴη τις τοιαύτη διάθεσις, τὸν πυρετὸν ἀκριβῶς ἑκτικὸν ἀδύνατον ὑπάρχειν. ἀκριβῶς δὲ ἑκτικός ἐστιν ὁ μηδεμίαν ἀρχὴν, ἢ ἐπίδοσιν, ἢ ἀκμὴν, ἢ παρακμὴν μερικοῦ παροξυσμοῦ ποιούμενος. εἴρηται δ’ ἐν τῷ περὶ τῆς διαφορᾶς τῶν πυρετῶν τά τ’ ἄλλα καὶ ὡς ἐπὶ ταῖς τροφαῖς μόναις ἀναζέουσιν οἱ ἑκτικοὶ πυρετοὶ, καθάπερ ἡ τίτανος ἐπιχυθέντος ὕδατος, ἀλλ’ ἀφαιρεθείσης γε τῆς τοιαύτης αὐξήσεως, ἴσοι διαμένουσιν ἀεί. εἰ δὲ καὶ παρεμπίπτει ποτὲ κᾂν βραχυτάτη τις αὔξησις ἢ ἐπισημασία, διασκέπτεσθαι, μήτις ἤτοι χυμῶν σηπεδὼν, ἢ τόπος ὁ πρῶτος πεπονθὼς ἕτερός ἔστι παρὰ τὴν καρδίαν, οὐδ’ αὐτὸς ἁπλῆν οὐδ’ ἑκτικὴν ἔχων διάθεσιν, ἀλλ’ ἤτοι φλεγμονώδη τινὰ, ἢ ἐρυσιπελατώδη. καὶ οὕτω τὴν θεραπείαν οἰκείαν ἐφαρμόττειν ταῖς διαθέσεσι. Τοῦ μὲν οὖν περιφρυγοῦς μαρασμοῦ τὴν γένεσιν ἐκ τῶν καυσωδῶν πυρετῶν λαμβάνοντος ἡ κώλυσις ἐν τοῖς ψυκτηρίοις ἐστὶν ἰάμασιν, ἔξωθέν τε κατὰ τοῦ πεπονθότος ἐπιτιθεμένοις, εἴσω τε τοῦ σώματος λαμβανομένοις. εἰ δ’ ἀποτελεσθείη γῆρας ἐκ νόσου, τὸ μὲν ἀκριβῶς ἤδη γεγονὸς ἀδύνατον ἰάσασθαι· τὸ δ’ οὔπω μὲν ἀπηκριβωμένον, ἐγγὺς δὲ ἧκον αὐτοῦ τῆς γενέσεως, ἕνα μὲν ἔχει τὸν τῆς ἰάσεως σκοπὸν, ὃν ἀνάληψίν τε καὶ ἀνάθρεψιν ὀνομάζομεν, ἐκ πολλῶν τε τῶν κατὰ μέρος ἐνεργειῶν, ἃ πολλά τε καὶ παμπόλλης ἀσφαλείας δεόμενα, ὑπὲρ ὧν εἰ λέγοιμι νῦν, ὁ λόγος ἄν μοι γένοιτο μήκιστος, εἴρηται δὲ ἱκανῶς ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου πραγματείᾳ. νυνὶ δ’ ἀρκεῖ τό γε τοσοῦτον εἰπεῖν, ὡς τὰ ἐξηραμμένα τῶν σωμάτων στερεῶν ἰᾶται τροφή. δέδεικται δὲ ἐν τοῖς περὶ τῶν φυσικῶν δυνάμεων, ὡς οὐχ ἑαυτὴν ἡ τροφὴ ποδηγεῖ πρὸς ἅπαντα τὰ μέρη τοῦ σώματος, ἀλλ’ ὑπ’ αὐτῶν ἕλκεται τῶν τρέφεσθαι δυναμένων. ἄτονα δέ ἐστιν ἐν τοῖς μαρασμοῖς ταῦτα, καὶ ἕλκειν ἄῤῥωστα διὰ τὴν ξηρότητα, προσελθούσης δὲ καὶ ψύξεως ἐγγὺς ἤδη νεκρῶν τυγχάνει. χρὴ τοίνυν εὔελκτον εἶναι τὴν τροφὴν, ἵν’ ὅπερ ἐνδεῖ τῇ ῥώμῃ τῶν ἑλκόντων, ἐκ τῆς κατὰ τὴν ὕλην ἐπιτηδειότητος  ἀναπληρῶται. εὔελκτος δέ ἐστιν ἡ λεπτομερής τε καὶ φύσει θερμὴ, ἀλλ’ αὕτη γε τοὐπίπαν ἄτροφός ἐστιν. ἐπιδέδεικται γὰρ ὥστε τροφὴν μόνην ἀναγκαῖον παχεῖάν τε εἶναι καὶ γλίσχραν, ὡς ἂν μόνιμός τε καὶ δυσδιάπνευστος ᾖ, καὶ τοῖς τρεφομένοις σώμασιν ἑτοίμως ὁμοιῶται. μαχομένων γ’ οὕτω τῶν σκοπῶν τούτων, ἀδύνατον μὲν εὐπορῆσαι τροφῆς ἀκριβῶς διασωζούσης ἀμφότερα· πειρατέον δὲ ὅμως κᾂν μετρίως ἑκάτερον ἐργάζεσθαι δυνάμενον ἐξευρεῖν. ἐμοὶ μὲν δὴ βέλτιον οὐδὲν εἰς τὰ τοιαῦτα γάλακτος εἶναι δοκεῖ, μάλιστα μὲν εἴ τις αὐτὸ ὑπομένει βδάλλειν ἐντιθέμενος τῷ στόματι γυναικεῖον τιτθὸν, ὥσπερ Εὐρυφῶν τε καὶ Ἡρόδικος ἐπὶ τῶν φθινόντων ἀξιοῦσιν· εἰ δὲ μὴ, ἀλλὰ τό γε τῆς ὄνου λαμβάνειν ἔτι θερμὸν, ἐλαχίστῳ χρόνῳ ὡμιληκὸς τῷ περιέχοντι. συμφέρει μὲν οὖν ὁ τοιοῦτος σκοπὸς τῶν τροφῶν οὐ μόνον τοῖς γήρᾳ παραπλησίαν ἔχουσι διάθεσιν, ἢ συγκοπώδεσι μαρασμοῖς, ἀλλὰ καὶ τοῖς περιφρυγέσιν ὑπὸ τοῦ Φιλίππου προσαγορευομένοις. χρηστέον δὲ ταῖς ὕλαις τῶν τροφῶν, ἐπί γε τούτων, μὴ θερμαῖς, ὥσπερ ἐπὶ τοῦ γήρως, ἀλλὰ ψυχραῖς. ἐν τῷ μέσῳ δ’ ἀμφοῖν ἔστωσαν αἱ ταῖς συγκοπώδεσι διδόμεναι. γάλα μὲν οὖν καὶ πτισάνη καὶ χόνδρος ἐπὶ τῶν τριῶν διαθέσεων ἁρμόττουσιν. ἀλλὰ τοῦ χόνδρου μὲν, δι’ ὄξους ὁμοίως πτισάνῃ σκευαζομένου, πρὸς τὸ ῥᾴδιον ἀναδίδοσθαι. μέλι δὲ ἐν μὲν ταῖς ψυχραῖς διαθέσεσι ὠφελιμώτατον, ἐν δὲ ταῖς θερμαῖς βλαβερώτερον. οὕτως οὖν ἔχει κᾀπὶ τῶν ἐπιδόξων μαρανθήσεσθαι τοὺς εἰρημένους μαρασμούς. ἐναντιώτατον μὲν γὰρ τοῖς περιφρυγέσιν, ὠφελιμώτατον δὲ τοῖς τῶν γερόντων κινδυνεύουσιν ἴσχειν διάθεσιν. ἐν δὲ τοῖς συγκοπώδεσιν, εἰ μὴ κωλύοι τὰ τῆς γαστρὸς, ἑψῶντα διδόναι καθ’ ἑαυτό τε καὶ σὺν τοῖς ἄλλοις ἐδέσμασι. βαλανείου δὲ χρῆσις εὔκαιρος εἴς τε τἄλλα τὰ προειρημένα καὶ εἰς τὰς ἀναδόσεις τῆς τροφῆς ἄριστον βοήθημα. παραλαμβάνειν δὲ αὐτὸς, πεπεμμένης ἤδη τῆς τροφῆς, οὐκ ἐπ’ ἐνδείᾳ μακροτέρᾳ. τῷ μὲν γὰρ ἀρτίως ἐδηδοκότι προσεισφερόμενον λουτρὸν ὠμῶν καὶ ἀπέπτων χυμῶν ἐμπίπλησι τὸ σῶμα· τῷ δ’ ἐπ’ ἐνδείᾳ μακροτέρᾳ τὴν δύναμιν καθαιρεῖ. ἐν δὲ ταῖς ἄλλαις ἁπάσαις καταστάσεσι τοῦ σώματος, καὶ μάλιστα ἐν τῇ νῦν προειρημένῃ, πειρατέον, ὡς εἴρηται, λούειν ἐπὶ συμπεπληρωμένῃ τῇ πέψει. καὶ ἡ τοῦ οἴνου δὲ χρῆσις ἐπὶ μὲν τοῦ ψυχροῦ μαρασμοῦ μεγάλως ὠφέλιμος, ἐπὶ δὲ τοῦ περιφρυγοῦς φευκτέον· μέση δέ πώς ἐστιν ἐν τῇ συγκοπώδει, διότι καὶ ἡ διάθεσις αὕτη μέση τέ ἐστι καὶ μικτὴ, τὸ μέν τι ψύξεως ἔχουσα, τὸ δέ τι καὶ τοῦ πυρετοῦ διασώζουσα. μεταβαλλούσης δὲ τῆς τοιαύτης διαθέσεως πρὸς τἀναντία, ἐν μέρει ποτὲ μὲν κατάψυξίν τε καὶ ἀσφυξίαν φερούσης καὶ ἁπλῶς εἰπεῖν τὰ τῆς συγκοπῆς ἴδια, ποτέ δὲ θερμότητα καὶ σφυγμοὺς ὁμοίους τῷ περιφρυγεῖ, καὶ τὰ τῆς θεραπείας χρὴ συμμεταβάλλεσθαι κατὰ τὴν τῶν ἐπικρατούντων φύσιν, ἐν μὲν τοῖς συγκοπώδεσιν οἶνόν τε καὶ τροφὰς εὐκράτους διδόντων ἡμῶν, καὶ πιλούντων καὶ πυκνούντων τὸ σύμπαν σῶμα, ἐν δὲ τῷ περιφρυγεῖ τἀναντία. τὴν δὲ κατὰ μέρος ἁπάντων ἐπιδέξιον χρῆσιν ὁ γεγυμνασμένος ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν ἐξευρήσει. τουτὶ γὰρ τὸ βιβλίον οὐ τοῖς ἐπιτυχοῦσιν, ἀλλὰ τοῖς ἕξιν ἔχουσί τινα κατὰ τὴν τέχνην γέγραπται.