Τρόμος μὲν δὴ σαφῶς διώρισται παλμοῦ· ῥίγους δὲ τρόμον διορίσαις ἂν ὧδε. χρὴ δὲ πρότερον, οἷόν τι τὸ ῥιγοῦν ἐστιν ἐπισκέπτεσθαι. καὶ γὰρ οὖν καὶ τοῦτο δοκεῖ μὲν εἶναι τῶν πάνυ γνωρίμων, ἔστι δ’ οὐδενὸς ἧττον δυσδιάγνωστον οὐ ταύτῃ μόνον, ὅτι τὴν αἰτίαν εὑρεῖν ἢ τὴν ἀπ’ αὐτῆς περὶ τὸ σῶμα γινομένην διάθεσιν οὐκ εὐπετὲς, ἀλλ’ ἔτι τούτων πρότερον, ὅτι ἐν αὐτῇ δοκοῦσί μοι τῇ τῆς ἐννοίας ὑπογραφῇ σφάλλεσθαι. ῥῖγος γὰρ εἰ μὲν οὕτως ἁπλῶς κατάψυξιν εἴποις, ὥς τινες ἀπεφήναντο, κατάφωρον τὸ σφάλμα, πολλῶν μὲν ἰσχυρῶς καταψυχομένων, οὐ μὴν καὶ ῥιγούντων· ἀλλ’ οὐδ’ εἰ κατάψυξιν ἰσχυρὰν, οὐδὲ τοῦτ’ ἀληθές· οἱ γοῦν στομαχικῶς ἀλγοῦντες, ἢ καρδιακῶς, ἰσχυρῶς μέν εἰσι κατεψυγμένοι, ῥιγοῦσι δὲ οὔ. τὸ δὲ σὺν τρόμῳ λέγειν κατάψυξιν τὸ ῥῖγος, εἰς ὅπερ οἱ πολλοὶ τῶν ἰατρῶν ἀπηνέχθησαν, ἀφορμὴν ἔσχηκε τῆς ἀπάτης τὸν βρασμὸν καὶ τὸν κλόνον τὸν τοῖς σφοδροῖς ῥίγεσιν ἐζευγμένον. ἐξελέγχεται δ’ ἐναργῶς ἐκ τοῦ μήθ’ ἅπασι τοῖς ῥιγοῦσι συμβεβηκέναι, μόνοις δὲ τοῖς σφοδρῶς, μήθ’ οἷς συμβέβηκε, τρόμου τοῦ γινομένου πάθους ὄντος, ἀλλά τινος οἷον σεισμοῦ τε καὶ κλόνου. τρόμος μὲν γὰρ, ὡς ἀπεδείξαμεν, ἄνευ τοῦ προελέσθαι κινεῖν τὸ μέρος οὐ γίνεται, ὁ δὲ τοῖς σφοδροῖς ῥίγεσι συνεδρεύων κλόνος οὕτω βίαιός τε καὶ μετ’ ἀνάγκης ἐμπίπτει τοῖς σώμασιν, ὥστε ἀμήχανον ἡσυχάζειν, κᾂν πάνυ τις ἀνδρείως ἀντιτάξηται. καὶ τρόμος μὲν ἑνὸς πάθος μέρους, ὅλου δὲ τοῦ σώματος τὸ ῥῖγος. ὅθεν ἔμοιγε καὶ Πλάτωνος ἐπέρχεται θαυμάζειν, εἰ ταὐτὸν ἡγεῖται τρόμον τε καὶ ῥῖγος. εἰ γὰρ οἱ σὺν τρόμῳ κατάψυξιν εἰπόντες τὸ ῥῖγος ἥμαρτον, ποῦ γ’ ἂν αὐτὸς ταὐτὸν εἶναι νομίζων τὸ τρέμειν τῷ ῥιγοῦν ἀληθεύοι; πρὸς μὲν γὰρ οἷς εἴπομεν ἀτόποις, ἔτι καὶ τοῦτο αὐτῷ μάχεται, τὸ τρέμειν μέν τινας, οὐδεμίαν αἴσθησιν ἔχοντας ψύξεως, ἀμήχανον γὰρ εἶναι ῥιγοῦν ἄνευ τοῦ δοκεῖν κατεψύχθαι. διὰ τοῦτ’ οὖν οὐδ’ ἐκεῖνοί μοι δοκοῦσι πόῤῥω τῆς ἐννοίας ἔρχεσθαι τοῦ πάθους, ὅσοι καταψύξεως αἴσθησιν ἔφασαν εἶναι τὸ ῥῖγος. οὐ γὰρ ταὐτὸν δήπου φαίης ἂν ἐψῦχθαί τε καὶ ψύξεως αἰσθάνεσθαι. τὰ μέν τοι παρειμένα τε καὶ τὰ ναρκώδη καὶ δυσαίσθητα καὶ τὰ παντελῶς ἀναίσθητα κατέψυκται πάντα, καὶ τὸ τρομῶδες, καὶ τὸ παράπληκτον, καὶ τὸ ἐπίληπτον, ὡσαύτως δὲ καὶ τὸ φυσῶδες, καὶ τὸ ὑδαρῶδες, καὶ  τὸ ἐμφυσηματῶδες, καὶ τὸ οἰδηματῶδες ἅπαν ψυχρόν· ἀλλ’ οὐδὲν τούτων αἰσθάνεται τῆς ἐν αὐτῷ ψύξεως, ὅθεν οὐδὲ ῥιγοῖ· εἰ δ’ αἴσθοιτο, πάντως εὐθὺς καὶ ῥιγώσει. διὰ ταῦτα τοίνυν φημὶ μὴ καλῶς ὑπολαμβάνειν τὸν Πλάτωνα, ταὐτὸν εἶναι ῥῖγός τε καὶ τρόμον· οὔτε ἑνός ἐστι μέρους τὸ πάθος τὸ ῥιγοῦν, ὡς τὸ τρέμειν, οὔτ’ αἴσθησις ψύξεως τοῖς τρέμουσιν, ὡς τοῖς ῥιγοῦσιν, ἥ τε κίνησις ἐπὶ μὲν τῶν, ἄνευ τοῦ κινεῖν ἐθέλειν τὰ μέρη, παντάπασιν ἀκούσιος· ἐπὶ δὲ τῶν τρεμόντων, οὐκ ἄνευ τοῦ περὶ τὸ κινεῖν ὁρμῆς. ἀλλὰ. Πλάτωνι μὲν ἴσως καὶ συγχωρήσειεν ἄν τις ἐν οὕτω λεπτοῖς καὶ ἰατρικοῖς πράγμασιν ἁμαρτάνειν, καί τοι τῶν γε ἄλλων παθῶν τῶν κατὰ τὸ σῶμα σχεδὸν ἁπάντων τὴν γένεσιν ἀκριβῶς διεξῆλθεν· Ἀθηναίου δὲ ἄξιον θαυμάζειν τοῦ Ἀτταλέως, πολὺ γὰρ ἔτι καὶ Πλάτωνος ὕστερος γενόμενος οὐκ ἐν τοῖς περὶ τῆς αἰτίας λογισμοῖς μόνον ἕπεται τῷ Πλάτωνι, τοῦτο μὲν γὰρ ἀνεκτὸν, ἀλλὰ καὶ περὶ τὴν ἔννοιαν ὁμοίως ἐκείνῳ φαίνεται συγκεχυμένος. οὔτε γὰρ διωρίσατο ῥίγους καὶ τρόμου τὴν ἔννοιαν, ὑπογράφων τε τὸ ῥῖγος ὧδέ πώς φησι· τῇ δὴ μάχῃ καὶ τῷ σεισμῷ τούτῳ τρόμος καὶ ῥῖγος ἕπεται, ψυχρὸν δὲ τὸ πάθος ἅπαν. τοῦτο καὶ τὸ δρῶν αὐτὸ ἔσχεν ὄνομα, ὥς πού, φησι, καὶ ὁ Πλάτων λέγει. οὗτος γὰρ αὐτὴν τὴν λέξιν εἴρηκε τοῦ Πλάτωνος. ἔχει δὲ ἡ σύμπασα τόνδε τὸν τρόπον· τὰ γὰρ δὴ τῶν περὶ τὸ σῶμα ὑγρῶν μεγαλομερέστερα εἰς τὰς ἐκείνων οὐ δυνάμενα ἕδρας ἐνδῦναι, συνωθοῦντα ἡμῶν τὰ νοσερὰ (εἰσὶ δὲ τὰ σμικρότατα) ἔξωθεν τὸν ἕτερον ἐξ ἀνωμάλου κεκινημένον, (οὔτ’) ἀκίνητον δι’ ὁμαλότητα καὶ τὴν ξύνωσιν ἐπεργαζόμενα πήγνυσι. τὸ δὲ παρὰ φύσιν συναγόμενον μάχεται κατὰ φύσιν αὐτὸ ἑαυτῷ εἰς τὸ ἐναντίον ἀπωθοῦν. τῇ δὲ μάχῃ καὶ τούτῳ τῷ σεισμῷ τρόμος καὶ ῥῖγος ἐτέθη. ψυχρὸν δὲ τὸ πάθος ἅπαν, τοῦτο καὶ τὸ δρῶν αὐτὸ ἔσχεν ὄνομα. ὅτι μὲν οὔτε τῷ τρόμῳ ταὐτόν ἐστι τὸ ῥιγοῦν, ἀλλ’ οὐδὲ κατάψυξις ἁπλῶς, οὐ μὴν οὐδὲ κατάψυξις ἰσχυρὰ, σαφῶς ἐπιδέδεικται. τὸ δ’ ὀλίγῳ πρόσθεν ῥηθὲν, ὡς ἄρα κατάψυξίς ἐστιν, ἀλλ’ αἰσθητὴ, βασανίσωμεν, εἰ μὴ ψευδῶς εἴρηται. τινὲς γὰρ οὐκ αἰσθητὴν ψύξιν τὸ ῥῖγος, ἀλλὰ ὀδυνηρὰν εἶναι νομίζουσι. καταψύχεσθαι μὲν γάρ φασιν ἰσχυρῶς πολλοὶ καὶ τῶν ὑγιαινόντων, οἱ μὲν ἑκόντες, ἐμψύξεως ἐπιθυμίᾳ διατρίψαντες ἐπὶ πλέον ἐν ὕδατι ψυχρῷ, τινὲς δὲ καὶ χρείᾳ τούτου χρονίζουσιν ἐν τῷ ψυχρῷ, ῥιγοῦσι δ’ οὐκ εὐθὺς, ὥσπερ οὐδ’ ὁ λελουμένος, εἶθ’ ἑαυτὸν ἐμβαλὼν εἰς ὕδωρ ψυχρόν. οὐδὲ γὰρ οὗτος εἰ μὴ χρονίσειεν ἐπὶ πολὺ, ῥιγοῖ, καίτοι τῆς γε τοῦ ψυχροῦ ποιότητος αἰσθάνεται σαφῶς. ὥσθ’ ὅσον οὖν τῷ τῆς ψύξεως αἰσθάνεσθαι πάντες ἂν εὐθέως ἐῤῥίγουν οὗτοι, εἴπερ ἦν αἰσθητὴ ψύξις τὸ ῥῖγος. ἀλλ’ οὐ ῥιγοῦσιν, εἰκότως· οὐ γάρ ἐστιν ἅπασι μετ’ ὀδύνης ἡ ψύξις, ἀλλά τινες αὐτῶν, ὅσοι θέρους ὥρᾳ μάλιστα μὴ φέροντες τὸ πνῖγος εἰς ψυχρὸν ὕδωρ ἑαυτοὺς ἐμβάλλουσιν, οὕτω φιληδοῦσι πρὸς τὴν ψύξιν, ὥστε διατρίβουσιν εἰς τοσοῦτον ἐν αὐτῷ, μέχρις ἂν ἁπτομένῳ σοι δόξωσιν ἀπεψῦχθαι δίκην κρυστάλλου. ἆρ’ οὖν ἔχοιμεν ἂν ἤδη τὸ πᾶν, ὀδυνηρὰν ψύξιν ὁρισάμενοι τὸ ῥῖγος, ἤ τινος ἔτι προσδεῖ; τάχα γὰρ οὐ πᾶν ῥῖγος οὕτως ὁριστέον. ἐπί γέ τοι τῶν νοσούντων οὐ ταὐτὸν μὲν δοκεῖ τὸ ῥιγοῦν τῷ φρίττειν ἢ καταψύχεσθαι. λέγομεν οὖν πολλάκις, εἰσβολὴν παροξυσμοῦ τῷδε μέν τινι μετὰ ῥίγους, ἑτέρῳ δέ τινι μετὰ φρίκης, ἄλλῳ δὲ μετὰ καταψύξεως μόνης γεγονέναι, κᾀν τοῖς τῶν ἰατρῶν ἁπάντων συγγράμμασιν ἡ αὐτὴ χρῆσίς ἐστι τῶν ὀνομάτων. ὡς ὅταν μὴ μετὰ βρασμοῦ καὶ κλόνου καταψύχηταί τις, οὐ ῥιγοῖ οὗτος, ἀλλὰ δεῖ, εἴπερ μέλλει τὸ πάθος ῥῖγος καλεῖσθαι, τὴν ἀνώμαλόν τε καὶ ἀπροαίρετον αὐτῷ κίνησιν προσεῖναι. τὸ δ’ ἄνευ ταύτης, εἴγε μηδὲ τὴν ἐπιφάνειαν ἀνωμάλως κινεῖ, κατάψυξιν καλοῦσιν· εἰ δὲ ταύτην μὲν ταράττοι τε καὶ σείοι κατά τινας ἐμβολὰς, τὸ δὲ ὅλον σῶμα μὴ συγκινοῖ, φρίκην ὀνομάζουσιν, ὡς εἶναι τὴν φρίκην τοῦ δέρματος μόνου πάθος τοιοῦτον, οἷον τοῦ παντὸς σώματος τὸ ῥῖγος. ἐπὶ δέ γε τῶν ὑγιαινόντων ἑτέρως τὸ ῥιγοῦν λέγομεν, ἐκτείνοντες ἐπὶ πᾶσαν ὀδυνηρὰν κατάψυξιν. εἰ δὲ νοσήματος λόγῳ γίγνοιτο ῥῖγος, οὐκ ἀρκεῖ μόνον τοῦτο φάναι, προσθεῖναι δὲ χρὴ τὴν παντὸς τοῦ σώματος ταραχὴν, ὃ ἐπαγόμενοί τινες, μετὰ τρόμου κατάψυξιν εἶπον αὐτὸ, σαφῶς δὲ οὐχ ἡρμήνευσαν. οὐ γὰρ χρὴ τρόμον καλεῖν, ἀλλὰ βρασμόν τινα ἀπροαίρετον ἢ κλόνον, ἢ σεισμὸν, ἢ τοιοῦτον ἕτερον ἐξευρίσκειν ὄνομα. τὸ γὰρ τοῦ τρόμου κατὰ πάθους ἰδίου κεῖται· ἐοίκασιν οὖν οἱ τὸ νοσερὸν ῥῖγος ὁριζόμενοι κατάψυξιν ἄλλο μηδὲν εἰπόντες, ἀλλὰ τὸ τοῖς ὑγιαίνουσι γινόμενον. καί τοι τὸ νοσερὸν ῥῖγος, ὑπὲρ οὗ τοῖς ἰατροῖς ὁ πᾶς λόγος; ὁρίζεσθαι προὔκειτο καὶ τοῖς εἰρημένοις ἀνδράσι. νοσερὸν δὲ καλοῦμεν, ὅταν ἀπὸ μηδενὸς ἔξωθεν αἰτίας βιαίας, ἀλλ’ ἐξ ἑαυτοῦ τὸ σῶμα τοιαύτην ἴσχει διάθεσιν. οὕτω γὰρ δὴ, οἶμαι, καὶ Ἱπποκράτης ἔλεγεν· ὑπὸ καύσου ἐχομένῳ, ῥίγεος ἐπιγενομένου, λύσις. οὔκουν ψυχρὸν ὕδωρ καταχέας τῷ πυρέττοντι ποιήσεις ῥῖγος, ἀλλ’ ὅταν ἐξ αὐτῆς ἐγείρηται τῆς ἐν τῷ σώματι διαθέσεως. κατὰ δὲ τὸν αὐτὸν τρόπον εἴρηται καὶ ταῦτα· μετὰ ῥίγους ἄγνοια, κακόν. κακὸν δὲ καὶ λήθη. τὰ ἑκταῖα ῥίγεα δύσκριτα. ῥίγεα δ’ ἄρχεται γυναιξὶν ἐξ ὀσφύος διὰ νώτου μᾶλλον, ἀτὰρ καὶ ἀνδράσι μᾶλλον ὄπισθεν ἢ ἔμπροσθεν. ἐν ἅπασι γὰρ τούτοις οὐ τὸ τοῖς ὑγιαί νουσι γινόμενον, ἀλλὰ τὸ νοσῶδες εἴρηται ῥῖγος,  ὅπερ ἐστι κατάψυξις ἀλγεινὴ μετά τινος ἀνωμάλου σεισμοῦ καὶ κλόνου παντὸς τοῦ σώματος. ὁπότ’ οὖν τί ποτέ ἐστι ῥῖγος ἐγνώκαμεν, ἑξῆς ἴδωμεν καὶ τίς μὲν ἡ ποιοῦσα τὸ πάθος αἰτία, τίσι δὲ μάλιστα προηγουμέναις αἰτίαις ἕπεται, καὶ τίσιν ἐπιγίνεται διαθέσεσιν, ὑπὲρ ἁπάσης τε τῆς γενέσεως αὐτοῦ. ὅτι μὲν γὰρ τὸ ῥιγοῦν πάθος ἐστὶ τοῦ κατὰ φύσιν θερμοῦ, σχεδὸν ἅπασιν ὡμολόγηται. δεῖται δὲ πᾶς ὁ λόγος οὗτος ἀκριβοῦς ἀκροατοῦ καὶ πολὺν μάλιστα νοῦν ἔχοντος. ἐγὼ μὲν γὰρ εἶπον τοῦ κατὰ φύσιν θερμοῦ πάθος εἶναι τὸ ῥῖγος, ἵνα μή τις τοῦ ἔξωθεν νομίσας εἰρῆσθαι, καταψεύδεσθαί με δόξειεν Ἐρασιστράτου καὶ Πραξαγόρου καὶ Φιλοτίμου καὶ Ἀσκληπιάδου καὶ μυρίων ἄλλων, ὅσοι τὸ θερμὸν οὐκ ἔμφυτον, ἀλλ’ ἐπίκτητον εἶναι νομίζουσι. πῶς γὰρ. οὖν οὗτοι πάθος ἐμφύτου θερμοῦ λέγοιεν, οἱ μηδὲ τὴν ἀρχὴν ἔμφυτον εἰδότες θερμόν; ἀλλ’ ἔμφυτον μὲν, ὥσπερ εἴπομεν, οὐ πάντες ὁμολογοῦσι τὸ θερμὸν ὑπάρχειν, γένεσιν δὲ ἐπίκτητον αὐτῷ τεχνώμενοι, διαφερόντως ἄλλος ἄλλην, ἕν τοῦτο πάντες ὁμολογοῦσιν, ὡς ἔσται τι κατὰ φύσιν ἐν ἑκάστῳ ζώῳ θερμὸν, ἐν τῷ προσήκοντι μέτρῳ θεωρούμενον. καὶ δὴ περὶ τοῦτο ῥῖγός τε καὶ φρίκην φασὶν ἅπασάν τε γίνεσθαι κατάψυξιν. Ἀσκληπιάδης γοῦν οὐ μόνον τὸ θερμὸν, ἀλλ’ οὐδ’ ἄλλην τινὰ τιθεὶς ἔμφυτον δύναμιν, ἅπαντα πυρετὸν ἐπί τισιν ἐμφράξεσιν ὄγκων ἐν πόροις ἀεὶ συνίστασθαι λέγων, ἐν μεγέθεσι πόρων τὴν διαφορὰν τιθέμενος αὐτοῦ, οὕτω φιλοτεχνεῖ, δείκνυσί τε, τίσι μὲν ἀνάγκη ῥῖγος ἐζεῦχθαι, τίσι δ’ οὔ. καὶ ἔγωγ’ ἂν εἰ μὴ μακρότερόν τε τοῦ καιροῦ τὸν λόγον ἤλπιζον ἔσεσθαι καὶ ἄλλως οὐ δίκαιον ἡγοῦμαι ὑπὲρ Ἀσκληπιάδου μὲν ἐπισκέψασθαι μόνου, παρελθεῖν δὲ τὰ τῶν ἄλλων, ἢ πάλιν ἁπάντων ἐπιχειρῶν μνημονεύειν, εἰς μακρὸν καὶ ἀπέραντον ἐμπεσεῖν λόγου μῆκος, ἑξῆς ἂν ὑπὲρ ἁπασῶν τῶν δοξῶν ἐπισκεψάμενος, ἀφ’ ὅτου γε πιθανὸν τὴν ἀφορμὴν ἔσχηκεν ἑκάστη, καὶ τί μάλιστα τὸ ἀπατῆσαν, ὅπῃ τε σφάλλονται δείξας, οὕτως ἂν ἐπὶ τὴν ἡμετέραν ἧκον δόξαν. ἀλλὰ τοῦτο μὲν εἰς ἕτερον ἀναβεβλήσθω καιρόν. οὐδὲ γὰρ Ἀθήναιον ἐπαινῶ περὶ μὲν Ἀσκληπιάδου καὶ Ἡρακλείδου τοῦ Ποντικοῦ καὶ Στράτωνος τοῦ φυσικοῦ λέγοντά τι, τῶν δ’ ἄλλων οὐδενὸς μνημονεύοντα, καί τοί γε οὐ τὰς τούτων δόξας μόνον περὶ ῥίγους, ἀλλ’ ἑτέρας πολὺ πλείους οὐδὲν ἧττον ἐνδόξους τε καὶ πιθανὰς εἶχεν εἰπεῖν. ἡμεῖς οὖν ἀρχὴν ὁμολογουμένην λαβόντες, ὡς ἔστι τοῦ κατὰ φύσιν ἐν ἑκάστῳ ζώῳ θερμοῦ πάθος τὸ ῥῖγος, ἴδωμεν ὅπως γίνεται. προκόψει δ’ ὁ λόγος ἐπὶ ταῖς Ἱπποκράτους ἀρχαῖς οὐκ ὄγκους καὶ πόρους ἡμῶν στοιχεῖα τιθεμένων τοῦ σώματος, οὐδὲ κινήσεως ἢ παρατρίψεως ἤ τινος ἄλλης αἰτίας ἔκγονον τὸ θερμὸν ἀποφαινόντων, ἀλλὰ τὸ μὲν ὅλον σῶμα σύμπνουν τε καὶ σύῤῥουν ἡγουμένων, τὸ θερμὸν δ’ οὐκ ἐπίκτητον οὐδ’ ὕστερον τοῦ ζώου τῆς γενέσεως, ἀλλ’ αὐτὸ πρῶτόν τε καὶ ἀρχέγονον καὶ ἔμφυτον. καὶ ἥ γε φύσις καὶ ἡ ψυχὴ οὐδὲν ἄλλο ἢ τοῦτ’ ἔστιν, ὥστ’ οὐσίαν αὐτοκίνητόν τε καὶ ἀεικίνητον αὐτὸ νοῶν οὐκ ἂν ἁμάρτοις. ἕκαστον δὲ τούτων ἰδίᾳ βεβασάνισται, καί τοι μαθεῖν ἔνεστιν ὑπὲρ αὐτῶν ἑτέρωθι, τὸ νῦν δὲ εἶναι τοῦ λόγου τὸ συνεχὲς ἐρευνητέον. ἅτε γὰρ ἀεικίνητον ὂν τὸ ἔμφυτον θερμὸν, οὔτ’ εἴσω μόνον οὔτ’ ἔξω κινεῖται, διαδέχεται δ’ ἀεὶ τὴν ἑτέραν αὐτοῦ κίνησιν ἡ ἑτέρα. ταχὺ γὰρ ἂν ἡ μὲν ἔσω μονὴ κατέπαυσεν εἰς ἀκινησίαν, ἡ δὲ ἐκτὸς ἐσκέδασέ τε καὶ ταύτῃ διέφθειρεν αὐτό. μέτρια δὲ σβεννύμενον καὶ μέτρια ἀναπτόμενον, ὡς Ἡράκλειτος ἔλεγεν, ἀεικίνητον οὕτω μένει. ἀνάπτεται μὲν οὖν τῇ κάτω συννεύσει, τῆς τροφῆς ὀρεγόμενον· αἰρόμενον δὲ καὶ πάντῃ σκιδνάμενον σβέννυται. ἀλλὰ τὴν μὲν ἄνω τε καὶ ἔξω φορὰν καὶ ὡς ἄν τις εἴποι ἐξάπλωσιν ἀπὸ τῆς ἰδίας ἀρχῆς, διότι φύσει θερμόν ἐστι, κέκτηται· τὴν δ’ εἴσω τε καὶ κάτω, τουτέστιν ἐπὶ τὴν ἰδίαν ἀρχὴν ὁδὸν, ὅτι ψυχροῦ τι μετέχει· μικτὸν γὰρ ἐκ θερμοῦ καὶ ψυχροῦ γέγονε. κατὰ μὲν τὸν πρῶτον λόγον τοῦ θερμοῦ, τοῦτ’ ἔστι αὐτοκίνητον αὐτοῦ, καὶ τούτου μάλιστα δεῖται πρὸς τὰς ἐνεργείας· μεγάλην δ’ ὅμως αὐτῷ χρείαν καὶ τὸ ψυχρὸν παρέχει. πέφυκε γὰρ τὸ μὲν θερμὸν εἰς ὕψος αἴρεσθαι καὶ συμπροσάγειν αὐτῷ τὴν τροφήν· εἰ δὲ μὴ τὸ ψυχρὸν ἐμποδὼν ἐγένετο, καὶ ἐπὶ μήκιστον προῆκε. γίνεται δ’ ἐμποδὼν τὸ ψυχρὸν τῇ τοιαύτῃ τοῦ θερμοῦ κινήσει, ὡς μὴ ἀπόλοιτο ἐκτεινόμενον. κίνδυνος γὰρ ὑπὸ κουφότητος καὶ τῆς πρὸς τὸ ἄνω ὁρμῆς ἀποστῆναι τῶν σωμάτων αὐτό. ἀλλὰ τὸ ψυχρὸν ἐπέχει τε καὶ κωλύει, καὶ τῆς ἄγαν ταύτης κινήσεως ἀφαιρεῖ τὸ σφοδρόν. ἐπανέλθωμεν οὖν ἐφ’ ἅπερ ἐξ ἀρχῆς ὑπεθέμεθα, δεικνύντες οἷόν τι πάθος ἐστὶ τῆς ἐμφύτου θερμασίας τὸ ῥῖγος. ὅτι μὲν γὰρ ἐπειδὰν ἐν τοῖς κατὰ φύσιν ὅροις μένῃ τῆς κράσεως, ὑγιαίνει τὸ ζῶον, οὐ δεῖται λόγου, τουτέστιν ὅταν, ὡς Ἱπποκράτης ἔλεγε, μετρίως ἔχῃ τὸ θερμὸν καὶ τὸ ψυχρὸν τῆς πρὸς ἄλληλα κράσεως· ἢν δὲ τὸ ἕτερον τοῦ ἑτέρου κρατήσῃ, νοσεῖν ἀνάγκη τὸ ζῶον εἶδος νοσήματος ἐοικὸς τῇ φύσει τοῦ κρατήσαντος αἰτίου. φλεγμοναὶ μὲν οὖν καὶ ἐρυσιπέλατα καὶ ἕρπητες καὶ ἄνθρακες καὶ τὰ καυσώδη καὶ φλογώδη καὶ πάντα τὰ πυρετώδη πάθη, ὅταν ἡ τοῦ θερμοῦ δύναμις ἐπικρατῇ· σπασμοὶ δ’ αὖ πάλιν καὶ τέτανοι καὶ παλμοὶ καὶ νάρκαι καὶ παραλύσεις, ἐπιληψίαι τε καὶ παραπληγίαι, τοῦ ψυχροῦ κρατοῦντος πάθη. ἕν τι τῶν τοιούτων παθῶν ἐστι καὶ τὸ ῥῖγος τουτὶ, οὐχ ἁπλῶς ὂν κατάψυξις, ἀλλὰ συναίσθησις, ὅθεν αὐτῷ δεῖ προσθεῖναι καὶ  τὸ ἀθρόον· ἔτι δὲ σφοδρὰν εἶναι χρὴ τὴν κατάψυξιν καὶ βιαίαν, ὡς εἶναι σαφῶς διοριζόμενον ἀληθεύειν, κατάψυξιν ἀθρόαν καὶ βίαιον εἶναι τὸ ῥῖγος τοῦ ἐμφύτου θερμοῦ. πάλιν γὰρ, ὡς ὁ Πλάτων ἔλεγε, τὸ μὲν ἠρέμα καὶ κατὰ μικρὸν ἀναίσθητον· εἰ δὲ αἰσθητὸν, ἀνάγκη τοῦτο μεγάλως κινεῖν, καὶ τρέμειν ἀθρόως. ὥστ’ ἔμψυξις ἡ μὲν ἀναίσθητος ἐν χρόνῳ πλείονι καὶ κατὰ βραχὺ γένοιτ’ ἄν· ἡ δὲ ταχεῖά τε καὶ μεγάλως ἐξαίρουσα πάντως σὺν αἰσθήσει. οὐδὲ γὰρ ἂν τὸ τοιοῦτον πάθος διαλάθοι. τὸ δὲ τοιοῦτον πάθος σὺν αἰσθήσει τῆς ψύξεως οὐχ ἅπαν ὀδυνηρὸν, ἀλλ’ ἔστιν ὅτε καὶ ἥδιστον. ἔλεγε γὰρ αὖ πάλιν ὁ Πλάτων, ὅτι τὸ μὲν παρὰ φύσιν καὶ βίαιον γινόμενον ἀθρόον ἐν ἡμῖν πάθος ἀλγεινὸν, τὸ δὲ εἰς φύσιν ἀπιὸν αὖ πάλιν ἀθρόον ἡδύ. ὥστε τὸ μὲν ἀθρόον κοινὸν ἀμφοῖν, ἡδέος τε καὶ ἀλγεινοῦ, τοῦ μὴ λαθεῖν τὸ πάθος ἕνεκεν ἀναγκαίως ἐζευγμένον· ἐπὶ τούτῳ δὲ τὸ μὲν πρὸς τῷ μὴ λανθάνειν εἰς τὴν φύσιν ἐπανάγον ἡδὺ, τὸ δ’ ἐξιστὰν τοῦ κατὰ φύσιν ἀλγεινόν. ὅθεν ἓν καὶ ταὐτὸ τῷ πλήθει ψυχρὸν, τὸ μὲν ἧσε, τὸ δ’ ἠνίασεν. εἰ μὲν ὑπερτεθερμασμένῳ σώματι προσάγοιτο, πάντως ἧσε τὸ γὰρ ἄμετρον, τῇ θερμασίᾳ πονούμενον, ἐπὶ τῇ τοῦ λείποντος εἰσόδῳ ψυχροῦ παρηγορηθὲν, ἥσθη μὲν, ὅτε παρηγορήθη· τὴν δ’ ἑαυτοῦ φύσιν ἔχον ἢν ἀθρόως ἐμψύχοις, ἀνιάσεις, πονήσει γὰρ ἐπὶ τῷ τῆς κράσεως ἀμέτρῳ. τοῖς γὰρ κατὰ τὴν φύσιν, ὡς Ἱπποκράτης ἔλεγε, διαλλασσομένοισι καὶ διαφθειρομένοισιν αἱ ὀδύναι γίνονται. οὐ μόνον οὖν ἀθρόαν χρὴ καὶ σφοδρὰν εἶναι τὴν ψύξιν, ἵνα ῥῖγος γένηται, ἀλλ’ ἔτι τούτῳ προσεῖναι δεῖ τὸ βίαιον τοῦ πάθους, τουτέστι τὸ παρὰ φύσιν, ὥστε ἀθρόαν ψύξιν εἰς τὸ παρὰ φύσιν ἄγουσαν εἶναι τὸ ῥῖγος. καί μοι δοκεῖ τοῦτο χρῆναι διαφυλάττειν ἐν τούτῳ τῷ λόγῳ μάλιστα περὶ τὴν τοῦ πάθους γένεσιν, εἰ μέλλοι τις ἀληθεύειν εἰπὼν, ψύξιν ἀθρόαν καὶ βίαιον ἐν τῷ ῥίγει γίνεσθαι τοῦ ἐμφύτου θερμοῦ. ψύχεται μὲν οὖν καὶ διαφορούμενον, ἐπιλείποντος αὐτὸ τοῦ συνέχοντος τόνου, καὶ τροφῆς ἀποροῦν, ὅθεν ἀνήπτετο· ἀλλ’ οὐδέτερον τούτων αὐτοῦ τῶν παθημάτων ῥῖγος ἐργάζεται, ἢ πάντες ἂν οἱ ἀποθνήσκοντες ἐῤῥίγουν. ὥστε τὸ διαφθείρεσθαι τὸ θερμὸν ἑνί γε τρόπῳ κοινὸν ἅπασι τοῖς ἀποθνήσκουσιν· ἀλλ’ οὐ ῥιγοῦσιν, οὐ γὰρ ἁπλῶς φημι χρῆναι ψύχεσθαι τὸ θερμὸν, ἀλλ’ ἀθρόως τε καὶ βιαίως, τουτέστιν ἐῤῥωμένον αὐτὸ μένον, οὔτε τὴν οὐσίαν οὔτε τὸν τόνον βεβλαμμένον, ὑπό τινος τῶν ἔξω αἰτίων ἀνιᾶσθαι. φλόγα δή μοι νόησον ἐκτὸς ποτὲ μὲν ἀπορίᾳ τῆς ὕλης ὅθεν ἀνήπτετο διαφθειρομένην, ποτὲ δὲ ἐν ἡλίῳ λαμπρῷ μαραινομένην, αὖθις δ’ ὑφ’ ὕδατος πολλοῦ κατασβεννυμένην, ἤ πλήθει ξύλων ἐπ’ αὐτῆς σωρευθέντων καταπνιγομένην. τέτταρες αὗται ἐπ’ αἰτίοις τέτταρσιν οὐ τὸν αὐτὸν ἅπασαι τρόπον ἀδικοῦσαι τὴν φλόγα. τῆς μὲν γὰρ ἐν ἡλίῳ μαραινομένης ὁ τόνος σκίδναται, βίᾳ τοῦ περιέχοντος διαφορούμενος, ἰσχυροτέρα γὰρ ἡ τῶν ἡλιακῶν ἀκτίνων ῥώμη καὶ διαρκεστέρα τοῦ πυρός· ὅταν δὲ ὕλης ἀποροῦσα μηκέτι ἀνάπτηται, τῆς οὐσίας ἀπολλυμένης, διαφθείρεται. τὸ μὲν γὰρ ἀναφθὲν ἀεὶ διαφορεῖται κατὰ τὴν ἔξω κίνησιν· ἔσω δὲ νεύουσα τοῦ τραφῆναι χάριν, εἶτ’ ἀποροῦσα τοῦ θρέψαντος, ἀσθενῶς οὕτω τὸ δεύτερον ἀποτείνεται. ὕλης δὲ πλήθει βαρυνθεῖσα καὶ τῆς ἀναπνοῆς στερηθεῖσα, πνίγεται. ἐπὶ δὲ τῆς ἀφ’ ὕδατος βλάβης οὐδὲ λόγου δεῖ· μάχη γὰρ ἰσχυρὰ φλογὶ πρὸς ἅπασαν εἰλικρινῆ τε καὶ πολλὴν ὑγρότητα, ὡς εἰ καὶ τοὔλαιον αὐτῇ προσάγῃς ἀθρόον, ἀνάγκη ψόφον καὶ σεισμόν τινα γενέσθαι, μονονουχὶ φωνῇ τοῦ πυρὸς ἐνδεικνυμένου τὸ βίαιον. τοιοῦτον δή τι πάθος περὶ τὴν ἔμφυτον θερμασίαν νόει τὸ ῥῖγος. οὔτε γὰρ ὅταν δι’ ὕλης ἔνδειαν ἀτροφοῦν τὸ θερμὸν μαραίνηται, οὔθ’ ὅταν ὑπὸ τοῦ πλήθους αὐτῆς βαρυνόμενον, οὔθ’ ὅταν ἀῤῥωστῆσαν ὀκλάζῃ, ῥῖγος εὑρήσεις γινόμενον, ἀλλ’ ὅταν ἰσχυρὸν ὂν ἀποτείνεσθαι δυνάμενον, εἶτα κωλύηται. δι’ αὐτὸ δὲ τοῦτο καὶ τὸ κλονεῖσθαι τῷ σώματι συμβέβηκε, διπλῆς κᾀνταῦθα καὶ συνθέτου κινήσεως γενομένης, ὡς ἐπὶ τῶν τρεμόντων, ἕτερον δὲ τρόπον. ἐκεῖ μὲν γὰρ ἀσθενείᾳ τῆς κινούσης τὸ σῶμα δυνάμεως ἡ μικτὴ κίνησις ἐγίνετο, καθ’ ὅσον ἂν ἐνδῷ τοῦ τόνου διαίρουσα τὸ κῶλον, ὑποῤῥέοντος ἀεὶ τοῦ μέρους εἰς τὸ κάτω· νυνὶ δὲ τῆς φυσικῆς τοῦ θερμοῦ κινήσεως ἰσχομένης βίᾳ, τὸ ῥῖγος ἀπαντᾷ. βούλεται μὲν γὰρ ἅτε μήτε τὴν οὐσίαν μήτε τὸν τόνον βεβλαμμένον, ἀποτείνεσθαί τε καὶ πάντῃ τοῦ σώματος φέρεσθαι· κωλυόμενον δὲ καὶ βίᾳ συνωθούμενον εἰς τὸ βάθος, ἐπὶ τὴν ἰδίαν ἀρχὴν καταφεύγει. μένειν δὲ ἐνταῦθα μὴ δυνάμενον, ἀεικινήτῳ γὰρ οὐσίᾳ τὸ στῆναι θάνατος, ἀθροῖσαν ἑαυτὸ καὶ οἷον συνεσπειραμένον γεγονὸς, ὁμαλῶς μὲν οὐκ ἔσω τὴν ἀβίαστον ἀποτείνεται· σφοδρᾷ δὲ τῇ φορᾷ χρώμενον καὶ οἷον ἀπὸ ὕσπληγγος ἐξαλλόμενον, ἐνίοτε ἐνίσταται τοῖς ἐνισταμένοις αὐτοῦ τῇ πρόσω κινήσει, διώσασθαι μὲν ταῦτα, καθαρὰς δὲ αὐτῷ τὰς ὁδοὺς ἀπεργάσασθαι σπεῦδον. προσκροῦον δ’ αὐτοῖς ἐπεσχέθη μὲν ἐξ ἀνάγκης τῆς ῥοιζώδους φορᾶς, ἐκλόνησε δὲ κατὰ τὴν ἔμπτωσιν ὅλον τὸ σῶμα. τά τε γὰρ ἄλλα καὶ ἀτμῶδες νῦν γεγονὸς, ἐν τῷ προσκρούειν τοῖς ἐνισταμένοις εἴσω πάλιν ἀποπάλλεται, πληγῇ τι πάσχον ἐοικός· ἐπὶ δὲ τὴν ἀρχὴν ἀνέρχεται τὸ δεύτερον· ἐντεῦθεν δὲ πάλιν ὁρμηθὲν, ἐμπίπτει βιαιότερον, αὖθις δ’ ἀποπάλλεται καὶ κατὰ τήνδε τὴν ἔμπτωσιν·  καὶ τοῦτο πολλάκις ἐκ διαδοχῆς γίνεται, ἐφ’ ὅσον μένει τὰ λυποῦντα. ὀδυνηρόν τε οὖν ταύτῃ τὸ πάθος, ἅτε τοῦ σώματος ταῖς πληγαῖς πονοῦντος, ἥ τε κίνησις ἀνωμάλως ἐπάγουσα κατ’ ἀμφοτέρας τὰς κινήσεις τὸ ζῶον. ἐν μὲν γὰρ τῷ κατὰ φύσιν ἔχειν τὸ συγγενὲς ἡμῶν θερμὸν ὁμαλέσι τε καὶ ἀκωλύτοις ταῖς διεξόδοις ἐκέχρητο, καιρῷ καὶ μέτρῳ κινήσεως εἰς αὐτὸ συννεῦον, εἶτ’ ἐξαπλούμενον· ἐν δὲ τῷ ῥιγοῦν οὔτε συννεύσεις οὔτ’ ἐξαπλώσεις αἱ κινήσεις εἰσὶ, δικαιότερον δ’ ἂν φαίης εἴσω μὲν ἰὸν αὐτὸ, χρήσομαι δ’ ὀνόμασιν οὐκ ἐμοῖς, ἀλλ’ ἀνδρῶν παλαιῶν, καθάλλεσθαί τε καὶ συνωθεῖσθαι καὶ ἀναστέλλεσθαι καὶ συντρέχειν, ἔξω δὲ φερόμενον, ἐκρήγνυσθαί τε καὶ ἐνσείεσθαι καὶ ἐκπίπτειν καὶ ἐξάλλεσθαι. καὶ γὰρ αὖ καὶ ταῦτα παλαιῶν ἀνδρῶν ὀνόματα, καλῶς ἅπαντα κείμενα, καὶ τὸ συμβαῖνον πάθος, ὡς ἔνι μάλιστα, σαφῶς ἑρμηνεύοντα. τὸ κλονεῖσθαι δέ φημι πάντα τὰ ἐν τῷ σώματι, καὶ τὸ σείεσθαι, καὶ τὸ βράττεσθαι, καὶ πᾶσα ἡ κατὰ τὸ ῥιγοῦν ἀνώμαλός τε καὶ ἄτακτος καὶ ἀβούλητος κίνησις ἐπὶ ταῖς ἀνωμάλοις τε καὶ σφοδραῖς καὶ βιαίοις ἐμπτώσεσί τε καὶ ἀποπάλσεσι τῆς ἐμφύτου θερμασίας ἀτμώδους γεγενημένης ἐπιτελεῖται. διὰ τοῦτο ἐπὶ τοῖς ῥίγεσιν ἀναθερμαίνεται πλέον τὸ σῶμα ἢ ὅτε κατὰ φύσιν ἔχον θερμὸν ἦν. ἐκχέονται δὲ καὶ ἱδρῶτες. ὅταν γὰρ κατὰ πολλὰς ἐμπτώσεις διώσηται ἀκωλύτως τὰ λυποῦντα καὶ τελέως ἀναπνεύσῃ, διὰ τρεῖς αἰτίας ἀνάγκη τὸ σῶμα θερμανθῆναι, ὅτι τε πολλάκις ἀποκλεισθὲν τὸ θερμὸν τῆς ἔξω διαπνοῆς ἠθροίσθη κατὰ τὸ βάθος· ὅτι τε νῦν ἔξω πᾶν ἐτάθη σφοδρῶς· καὶ τρίτον ὅτι ταῖς ἐμπτώσεσι καὶ πληγαῖς καὶ βιαίοις κινήσεσιν ἀνάπτεσθαι πέφυκεν ἡ θερμασία. καὶ ξύλον μὲν ἢ λίθον παρατρίβων ἐφάψεις ποτὲ πῦρ· τὸ δ’ ἔμφυτον πνεῦμα, φύσει θερμὸν ὑπάρχον, ἢν σφοδρῶς τύχῃ κινηθὲν, οὐ πολὺ μᾶλλον ἐξαφθήσεται; ἀλλὰ τοῦτο κᾀπὶ τῶν κατὰ φύσιν κινήσεων ἐναργῶς ἔστιν ἰδεῖν, ὡς δραμόντες ἄνθρωποι, καὶ διαπαλαίσαντες, καὶ τριψάμενοι, καί πως ἄλλως κινηθέντες ἐθερμάνθησαν οὐδὲν ἧττον ἢ εἴ τις ἐν ἡλίῳ θερινῷ καὶ παρὰ πυρὶ θαλφθείη. πολλάκις δὴ καὶ κατὰ τὴν τοιαύτην ἐκ τοῦ βάθους ἐπάνοδον οἷον ζέον τὸ θερμὸν ἀποχεῖ τι τῶν ὑγρῶν ἀθρόον, ὃ δὴ καλοῦμεν ἱδρῶτα. διὰ τοῦτο ἐπὶ ῥίγει ψυγέντα μηκέτι ἀναθερμανθῆναι, πονηρόν· ἡττήθη γὰρ ἐν τῇ διαμάχῃ τὸ θερμόν. ἡττᾶται δὲ ποτὲ μὲν τῇ ῥώμῃ τοῦ λυποῦντος αἰτίου κρατηθὲν, ποτὲ δ’ αὐτὸ τυγχάνον ἀσθενέστερον. οὕτω γοῦν εἴρηται κᾀκεῖνο· αἱ ἐκ ῥίγεος καταψύξιες μὴ ἀναθερμαινόμεναι, κακόν. αὖθις δὲ τὰς διαθέσεις ἑκατέρας, ἐφ’ αἷς ὀλέθρια γίνεται ῥίγη, διδάσκων ἐρεῖ· ἐπ’ ὀμμάτων διαστροφῇ, πυρετῷ κοπιώδει, ῥῖγος ὀλέθριον. τοῦτο μὲν δὴ τὸ ῥῖγος ἰσχυρᾶς αἰτίας ἔκγονον· ἕτερον δὲ δι’ ἀῤῥωστίαν δυνάμεως ὀλέθριον· ἢν ῥῖγος ἐμπέσῃ πυρετῷ μὴ διαλείποντι, ἤδη ἀσθενέος ἐόντος, θανάσιμον. ἀλλὰ περὶ μὲν τούτων ἐπιπλέον ἑτέρωθι λέγεται. Τὸ δὲ νῦν εἶναι σκεπτέον εἰ δικαίως ἀναφέρουσιν ἅπαντες σχεδὸν αἰτίῳ ψυχρῷ τὸ ῥῖγος. ὅτι μὲν γὰρ ψυχρὸν τὸ πάθος, ἐναργές· εἰ δὲ καὶ τὸ δρῶν αὐτὸ τοιοῦτον, ἄξιόν μοι δοκεῖ σκέψεως εἶναι. τριταίου γοῦν ἀκριβοῦς, εἴπερ τι καὶ ἄλλο, ῥῖγος γνώρισμα. συνεισβάλλουσι γὰρ οἱ παροξυσμοὶ ῥίγεσι σφοδροῖς, καί τοι τόν γε πυρετὸν τοῦτον οὐκ ἄν τις οὐδὲ μαινόμενος ἐπὶ ψυχρῷ φαίη συνίστασθαι χυμῷ· καῦσος γάρ ἐστι τῷ γένει, τοσοῦτον ἀποδέων θατέρου καύσου τοῦ συνεχοῦς, ὅσον διαλείπει τὸ θερμὸν τοῦ πυρετοῦ καὶ φλογῶδες καὶ περικαές. τὸ δ’ ἄπαυστον δίψος, ἥ τε τῆς ἐμψύξεως ἐπιθυμία, τό τ’ ἐμεῖν ἀκράτου χολῆς, καὶ ῥᾳστωνεῖν τοῖς γ’ ἐμέτοις, πῶς οὐκ εἰσὶν ἅπαντα φανερῶς ἐπὶ τῷ θερμῷ πλεονάζοντι; πῶς οὖν ῥιγοῦσιν ἐν τριταίοις; πῶς δ’ ἐν καύσοις πυρετοῖς τοῖς συνεχέσιν, εἰ μὴ διαλείποντες, ἀλλ’ ἀεὶ καίοντες ἔγκεινται, ῥῖγος ἐπιγίνεται, καὶ κριτικόν γε πυρετοῦ; ὑπὸ καύσου γάρ, φησιν, ἐχομένῳ, ῥίγεος ἐπιγενομένου, λύσις. ἀλλὰ καὶ δριμὺ καὶ θερμὸν φάρμακον ἕλκει προσαχθὲν· ὠδύνησε μὲν τὰ πρῶτα, φρίκην δ’ αὖθις, εἶτ’ ἐπ’ αὐτῇ ῥῖγος ἐργάζεται, καὶ πολλοὺς ἴσμεν ῥιγώσαντάς τε καὶ πυρέξαντας ἐφ’ ἕλκεσιν ἐρεθισθεῖσιν ὑπὸ δριμέων φαρμάκων. ἀλλὰ καὶ φλεγμονῆς εἰς ἀπόστημα τρεπομένης ἀνάγκη ῥῖγός τε καὶ φρίκην συνεδρεῦσαι. πολλῶν δ’ ἄν σε καὶ ἄλλων ἀνέμνησα διαθέσεων, ἐφ’ ὧν ἐναργῶς ἐπὶ δριμεῖ μᾶλλον ἢ ψυχρῷ χυμῷ συνίσταται ῥῖγός, εἰ μὴ τοῦ λόγου τὸ μῆκος ἔφευγον. μὴ τοίνυν τῷ ψυχρῷ μόνῳ βιαζόμενοι τὸ ῥῖγος ἀναφέρωμεν, ἐπεὶ καὶ φοβερὸν ἄκουσμα καὶ θέαμα φρίκην τε καὶ ῥῖγος ἐργάζεταί ποτε. τοῦτο μέν γε καὶ Πλάτων ἐγίνωσκεν, οὐ μόνον Ἱπποκράτης. διαλεγόμενος οὖν ὑπὲρ τῶν ἐπὶ χολῇ ξανθῇ γινομένων νοσημάτων, ἐμνημόνευσε καὶ ῥίγους. ὅθεν ἄλλων τε πολλῶν χάριν ἐπέρχεταί μοι θαυμάζειν τῶν μετὰ ταῦτα γενομένων ἰατρῶν, κᾀν τοῖς περὶ τοῦ ῥίγους λόγοις οὐχ ἥκιστα. πῶς γὰρ οὐ δεινὸν, εἰ Πλάτων μὲν οὐκ ὢν ἰατρὸς οὐκ ἠγνόησεν, ὅτι καὶ διὰ χολὴν γίνεταί ποτε ῥῖγος, ἐξευρεῖν τε τὴν αἰτίαν ἐσπούδασεν, οἱ δὲ τοσοῦτον ἀποδέουσι τοῦτο πάντῃ γινώσκειν, ὥστ’ οὐδ’ ὅτι καὶ διὰ χολὴν καὶ διὰ δριμὺν ὁντιναοῦν χυμὸν ῥῖγος γίνεται, ἐπίστανται; ἀλλ’ ἄπορον ἐξευρεῖν τὴν αἰτίαν, ὅπως ἐπὶ δριμεῖ τε καὶ θερμῷ χυμῷ συνίσταται πάθος ψυχρόν. ἴσως μὲν οὐκ ἄπορον, εἴγε μηδὲ Πλάτων ἠπόρει· πολὺ δ’ οὖν ἦν ἄμεινον, εἴπερ ὄντως ἐστὶν ἄπορον, οὐκ ἀνατρέπειν ἐπιχειρεῖν τὸ πρᾶγμα φαινόμενον ἐναργῶς, ἀλλὰ τῆς αἰτίας ὁμολογῆσαι τὴν  ἄγνοιαν. τὸ δ’ ἀναιρεῖν τὸ φαινόμενον, ὅμοιόν ἐστι τῷ μηδ’ ὁρᾷν ἡμᾶς ὁμολογεῖν, ὅτι μὴ γινώσκομεν ὅπως ὁρῶμεν. οὐκοῦν ὅτι μὲν οὐδὲν ἧττον ἐπὶ δριμεῖ τε καὶ θερμῷ χυμῷ γένοιτ’ ἂν ῥῖγος, ἢ ἐπὶ ψυχρῷ τε καὶ πηγνύντι, παντὸς μᾶλλον ἀληθές. εἶτα σκοπεῖν, εἰ ἁπλῶς τὸ ψυχρὸν ἢ τὸ δριμὺ πλεονάζειν χρὴ εἰς τὸ δυνηθῆναι ῥῖγος ἐργάσασθαι. ἐφεξῆς δ’ ἐκεῖνο διορισόμεθα, πολλοῖς ἀγνοούμενον, οὔτε γὰρ ἁπλῶς ψυχροῦ χυμοῦ πλεονάζοντος, οὔθ’ ἁπλῶς δριμέος γίνεται ῥῖγος. ἐπὶ μέν τοι τοῦ ψυχροῦ σαφῶς ἔμπροσθεν ἔδειξα, τὸ οἰδηματῶδες ἅπαν καὶ τὸ ναρκῶδες καὶ τὸ παράλυτον καὶ τὸ ὑδαρῶδες ὑπομνήσας· ἐπὶ δὲ τοῦ θερμοῦ τε καὶ δριμέος νῦν ἐπιδείξω σοι· κακόχυμοι γὰρ ἂν ἰκτερικοί τε καὶ πυρέττοντες ὀξέως καὶ καυσούμενοι πάντες ἐῤῥίγουν. οὔτ’ οὖν ἁπλῶς χρὴ πλεονάζειν ἢ ψυχρὸν χυμὸν ἢ δριμὺ πρὸς ῥίγους γένεσιν· ὑπάρχειν δ’ αὐτῶν ἀναγκαῖον ἑκατέρῳ τρόπον ἴδιον. εἴη δ’ ἂν ὁ τρόπος, οὐ γὰρ ἀποκνητέον ἐπὶ πᾶν ἰέναι τῷ λόγῳ τῆς ἀληθείας ἐρῶσιν, ἢ τὸ τοῦ πλήθους μέτρον, ἢ ἡ τοῦ χυμοῦ ποιότης, ἤ τις τόπος τοῦ σώματος ἐν ᾧ χρὴ τοῦτον ἀθροίζεσθαι. γένοιτο δ’ ἂν καὶ περὶ τὸ μένειν ἢ κινεῖσθαι καὶ περὶ τὸν τρόπον τῆς κινήσεως οὐ μικρὰ διαφορά. εἰς ταύτας οὖν αὐτὰς καὶ Πλάτων ἀφορῶν ἔλεγε· ταύτην δὴ τὴν δύναμιν ἐχουσῶν ἰνῶν ἐν αἵματι, χολὴ φύσει παλαιὸν αἷμα γεγονυῖα, καὶ πάλιν ἐκ τῶν σαρκῶν εἰς τοῦτο τετηκυῖα θερμὴ καὶ ὑγρὰ κατ’ ὀλίγον τὸ πρῶτον ἐμπίπτουσα, πήγνυται διὰ τὴν τῶν ἰνῶν δύναμιν· πηγνυμένη δὲ καὶ βίᾳ κατασβεννυμένη χειμῶνα καὶ τρόμον ἐντὸς παρέχει, πλείων δ’ ἐπιῤῥέουσα, τῇ παρ’ αὐτῆς θερμότητι κρατήσασα τὰς ἶνας, εἰς ἀταξίαν ζέσασα, διέσωσεν. ἐν τούτοις ὁ Πλάτων ἅπαντ’ ἐπειράθη διελθεῖν, ὅσα χρὴ γινώσκειν ἐν ἅπασι γένεσι πάθους. τό τε γὰρ εἶδος τοῦ χυμοῦ εἶπε, χολὴν ὀνομάσας αὐτόν· ἐδήλωσε δὲ καὶ τὴν ποιότητα, θερμὴν καὶ ὑγρὰν εἰπών· ὅθεν τε ἡ γένεσίς ἐστι τῇ τοιαύτῃ χολῇ, τηκομένης γὰρ ἔφη γίνεσθαι σαρκὸς αὐτήν. ἀλλὰ καὶ τὸν τόπον εἰς ὃν ῥεῖ προσέθηκεν, ἐκ τοῦ δηλοῦσθαι πήγνυσθαι τὴν ἐπιῤῥέουσαν χολὴν ὑπὸ τῶν περιεχομένων ἰνῶν κατὰ τὸ αἷμα. τούτῳ δὲ τῷ λόγω συνῆπται καὶ ἡ τοῦ πάθους γένεσις, ἐν ὧ χειμῶνα καὶ τρόμον ἔφη γίνεσθαι, χειμῶνα μὲν ὀνομάσας τὴν ἐν τοῖς ῥίγεσιν αἴσθησιν τῆς ψύξεως, τρόμον δὲ τὸν ἀνώμαλον σεισμόν τε καὶ κλόνον, ἐν ᾧ φαμεν οὐ τοῦτον μόνον, ἀλλὰ καὶ τῶν ἰατρῶν πολλοὺς ἐσφάλθαι. διώρισται γὰρ ἡμῖν ἔμπροσθεν ἡ κατὰ τὸν τρόμον γενομένη κίνησις τῆς κατὰ τὸ ῥῖγος. ὅταν οὖν, φησι, νικήσῃ τὰς ἶνας ἐπιῤῥέουσα πλείων, ἐξεθέρμανε τὸ σῶμα πρὸς τὴν ἑαυτῆς δύναμιν ἀντιμεταβάλλουσα τὰς ἶνας, ὡς αὐτὴ πρότερον ὑπ’ ἐκείνων μετεβάλλετο. περὶ μὲν οὖν τῆς ἀληθείας ὧν εἶπεν ὁ Πλάτων οὐ πρόκειται νῦν ἐπισκοπεῖσθαι, μελλόντων γε ἡμῶν ἐν ἑτέροις ὑπομνήμασιν ἐξηγεῖσθαί τε ἅμα καὶ κρίνειν ἃ κατὰ τὸν Τίμαιον εἶπεν· ὅτι δ’ οὐδὲν παρέλιπεν ὧν ἐχρῆν λέγεσθαι τοῖς ἀποφαινομένοις περὶ ῥίγους, τοῦτο ἤδη πέφηνεν ἐκ τῆς ῥήσεως αὐτοῦ. καὶ γὰρ τὸν χυμὸν εἶπεν ὑφ’ οὗ γίνεται τὸ ῥῖγος, καὶ τὸν τόπον εἰς ὃν ῥεῖ, καὶ τὸ τῆς κινήσεως εἶδος, ἔτι τε τὸν τρόπον καθ’ ὃν ψύχεταί τε καὶ αὖθις ἐκθερμαίνεται τὸ σῶμα. περὶ μὲν οὖν τῆς Πλάτωνος δόξης (καὶ τῆς) κατὰ τὴν ἐξήγησιν τῶν ἐν τῷ Τιμαίῳ γεγραμμένων ἰατρικῶς ἐπισκεψόμεθα· νυνὶ δὲ τὴν ἡμετέραν ἀποφαινόμεθα γνώμην, ἐπιδιαρθρώσαντες ὅσα κατὰ τὴν Ἱπποκράτους δόξαν ὀλίγον ἔμπροσθεν εἴρηται. ταῖς γὰρ τῶν θερμῶν φαρμάκων ὁμιλίαις ἐνίοτε μὲν φρίκη μόνη, πολλάκις δὲ καὶ ῥῖγος ἐπιγίνεται, καθάπερ ἐν καύσοις τε καὶ τριταίοις πυρετοῖς κινουμένης τῆς ξανθῆς χολῆς, οὐκ ἐν ταῖς κοιλότησι τῶν ἀγγείων, ἀλλὰ διὰ τῶν σαρκῶν, ἤτοι τῷ γεννηθῆναι πλείονα τοῦτον τὸν χυμὸν ἐν αὐταῖς, ἢ τῷ δι’ αὐτῶν ὑπὸ τῆς φύσεως ἐκκαθαίρεσθαι. κατὰ τοῦτο γὰρ αὐτὸ μόνον καὶ οἱ καῦσοι πυρετοὶ τῶν τριταίων διαφέρουσι, τῶν μὲν (γὰρ) καύσων ἐν τοῖς ἀγγείοις ἐχόντων τὴν χολὴν, τῶν δὲ τριταίων ἔξω τῶν ἀγγείων διὰ τῶν αἰσθητικῶν σωμάτων φερομένην. ἐν γὰρ τῇ δι’ αὐτῶν φορᾷ, λυποῦσα τῇ δριμύτητι, τὴν ὀδύνην ἐργάζεται. συμβαίνει τοιγαροῦν ἐν τῷδε δύο τινὰ γίνεσθαι, συννεύειν μὲν εἰς τὸ βάθος τοῦ σώματος τὸ αἷμα, καὶ διὰ τοῦτο καταψύχεσθαι τἀκτὸς αὐτοῦ· τὰ μόρια δὲ αὐτὰ τοῦ σώματος, ἐν οἷς ἡ χολὴ, διὰ τῆς ἀποκριτικῆς τῶν ἀλλοτρίων δυνάμεως ὠθεῖν αὐτὴν ἕκαστον ἐξ ἑαυτοῦ πρὸς τὸ πλησιάζον, ἄχρις ἂν ἐξ ἁπάντων ἐλαυνομένη, δι’ ἱδρώτων ἢ δι’ ἐμέτων ἢ καὶ διὰ τῆς κάτω γαστρὸς ἐκκριθείη. τοῦτο δὲ καὶ τοῖς ἠπεπτηκόσιν ἢ κακοχυμίας μεστοῖς, ἢ εἰς ἥλιον θερινὸν ἢ βαλανεῖον ἀφικομένοις, ἢ γυμναζομένοις συμπίπτει. φρικώδεις οὖν αὐτίκα γίνονται, καί τινες αὐτῶν καὶ ῥιγοῦσι. χρὴ γὰρ οὐ μόνον αἴτιον εἶναί τι δακνῶδες ἐν ἡμῖν, ἀλλὰ καὶ σφοδρῶς κινούμενον, εἰ μέλλει ῥῖγος ἐργάσασθαι. καὶ κοινὸν τοῦτο συμβέβηκεν ἀμφοτέρῳ τῷ γένει τῶν αἰτίων, ὅσα τε ψυχρὰ καὶ ὅσα θερμὰ ταῖς δυνάμεσίν ἐστι, τὸ κινεῖν ὀδυνηρῶς τὸ σῶμα. καὶ διὰ τοῦτο τοῖς τεταρταίοις πυρετοῖς καὶ τοῖς τριταίοις συνεισβάλλει ῥῖγος, καί τοι ὑπὸ χυμῶν ἐναντίων τῇ δυνάμει συνισταμένοις, ψυχρὸς μὲν γὰρ ὁ μελαγχολικὸς χυμὸς, θερμὸς δὲ ὁ τῆς ξανθῆς χολῆς. οὐχ ἁπλῶς δὲ πλεονάζειν αὐτοὺς ἔφην χρῆναι μέλλοντας ἐργάσασθαι ἢ φρίκην ἢ ῥῖγος, ἀλλὰ καὶ διὰ τῶν αἰσθητικῶν σωμάτων φέρεσθαι κινουμένους σφοδρότερον. ἐν ᾧ δὲ συννεύει μὲν εἰς τὸ βάθος τοῦ σώματος καὶ τὰ σπλάγχνα τὸ αἷμα, καὶ σὺν  αὐτῷ δηλονότι καὶ ἡ θερμασία, ψυχρά τε καὶ ἄναιμα γίνεται τά τε κατὰ τὸ δέρμα μόρια καὶ σκελῶν καὶ χειρῶν τὰ τελευταῖα, διότι πλεῖστον ἀφέστηκε τῶν σπλάγχνων. ἐὰν μὲν οὖν ἐν τῷ βάθει συμβῇ σβεσθῆναι τὴν ἔμφυτον θερμασίαν, ἢ πνιγεῖσαν ὑπὸ τοῦ μὴ διαπνεῖσθαι πρὸς τοὐκτὸς, ἢ ἐκνικηθεῖσαν ὑπὸ τῶν ψυχρῶν αἰτίων, ἀποθνήσκει τὸ ζῶον· ἐὰν δὲ συννεύσῃ μὲν εἰς τὸ βάθος, ἀντίσχῃ δὲ τοῖς βιασαμένοις αἰτίοις ἀθροισθεῖσα, κατὰ τοῦτο καθάπερ ὄργανον γίνεται τῆς τῶν ἀλλοτρίων ἀποκριτικῆς δυνάμεως τῆς ἐν ἅπαντι μορίῳ τοῦ σώματος ὑπαρχούσης. πεφυκυῖα γὰρ ἤδη καὶ αὐτὴ καθ’ ἑαυτὴν ἐκκρίνειν τὰ λυποῦντα, πολλῷ μᾶλλον ἐργάζεται μετὰ τῆς ἐκ βάθους ἀναφερομένης θερμασίας, συνεκβαλλούσης αὐτὰ τῇ ῥύμῃ τῆς φορᾶς εἰς ὅ τι περ ἂν εὐπετέστερον αὐτῇ γένηται. πολλάκις μὲν οὖν διὰ τοῦ δέρματος ἐκβάλλει τὰ λυποῦντα, πολλάκις δὲ δι’ ἐμέτων καὶ τῆς κάτω γαστρός. οὐ μόνον δ’ ἐπὶ τῆς ξανθῆς ἢ μελαίνης χολῆς ῥῖγος, ἀλλὰ καὶ ἐπὶ τῷ ψυχρῷ πάνυ φλέγματι φιλεῖ γίνεσθαι· καλεῖ δὲ ὑαλώδη τὸν χυμὸν τοῦτον ὁ Πραξαγόρας. ἀλλὰ τό γε τοιοῦτον ῥῖγος οὔτε σφοδρόν ἐστι, καί τοι διαμένον ἡμέραις ἐνίοτε πλείοσιν ἐφεξῆς· ἡσυχαζόντων δὲ καὶ μηδόλως κινουμένων, ἡσυχάζει καὶ αὐτό· κινηθεῖσι δὲ εὐθέως ἕπεται κατὰ τὰ μέτρα τῆς κινήσεως, ἐπὶ μὲν ταῖς ἰσχυροτέραις καὶ συντόνοις κινήσεσι σφοδρότερον, ἐπὶ δὲ ταῖς ἀσθενέσι βραχύτερον. εἶδον τοῦτο τὸ σύμπτωμα γυναιξὶ μᾶλλον ἢ ἀνδράσι γινόμενον, καὶ γυναιξὶ ταῖς ἀργότατα διαιτωμέναις καὶ λουτροῖς ἐπὶ τροφῇ χρωμέναις. εἶδον δὲ καὶ νεανίσκῳ τινὶ τῶν ἡμετέρων συμφοιτητῶν ἐν Ἀλεξανδρείᾳ γινόμενον, ἡνίκα πρῶτον εἰς αὐτὴν κατεπλεύσαμεν ἐν ἀρχῇ φθινοπώρου. προσηνέγκατο δὲ οὗτος ἐφεξῆς ἡμέραις πλείοσι φοι νίκων βαλάνους πολλὰς ἁπαλὰς καὶ νέας, ἐπὶ λουτροῖς τε καὶ πρὸ τούτων, ἦσαν δὲ οὐκ ἀκριβῶς αἵ γε πλείους αὐτῶν πέπειροι. συνέβη δὲ αὐτῷ τό γε πρῶτον ἀπὸ σφοδρᾶς ἄρξασθαι φρίκης ἐπὶ γυμνασίῳ τε καὶ λουτρῷ, δι’ ἣν καὶ προσδοκήσας πυρέξειν, κατεκλίθη τε καὶ σκεπάσας ἑαυτὸν ἱματίοις ἔμεινεν ἥσυχος. ὡς δὲ διελθούσης ὅλης τῆς νυκτὸς ἀπύρετος ἦν, ἐξανίστατο μὲν ἕωθεν ἐπὶ τὰ συνήθη, φρικώδης δ’ ἐν τούτῳ γιγνόμενος αὖθις κατακλιθεὶς ἡσύχαζεν ἄχρι τῆς κατὰ τὸ βαλανεῖον ὥρας. ἐξαναστάντι δὲ αὐτῷ πάλιν ὡς ἐπὶ τὸ λουτρὸν ἡ φρίκη μείζων ἐγένετο, καὶ ἦν τὸ σύμπτωμα ῥῖγος καὶ ἤδη μικρόν. τότ’ οὖν ἡγησάμενος ἐκ παντὸς τρόπου πυρέξειν, ἔτι καὶ μᾶλλον ἐφ’ ἡσυχίας αὑτὸν συνέσχεν. ἐπεὶ δὲ καὶ διὰ τῆς ἡμέρας ὅλης καὶ διὰ τῆς ἐπιούσης νυκτὸς ἀποπειρώμενος ἐξεῦρεν ἑαυτὸν ἐπὶ μὲν ταῖς μετρίαις κινήσεσι φρίττοντα, ῥιγοῦντα δὲ, εἴ ποτε μειζόνως κινηθείη, συμβούλοις ἡμῖν ἐχρῆτο περὶ τῶν ποιητέων. ἀναμνησθεὶς οὖν ἐγὼ κατὰ τὴν ἡμετέραν Ἀσίαν γυναικὶ τοιοῦτόν τι συμβεβηκὸς, ἀδεέστερόν τε τὸν ἑταῖρον ἐποίησα καὶ προὐτρεψάμην χρῆσθαι τοῖς θερμαίνουσί τε καὶ τέμνουσι πάχος χυμῶν ἐδέσμασί τε καὶ πόμασι καὶ φαρμάκοις. ἐκεῖνός τε οὖν οὕτω κατέστη, καὶ μετὰ ταῦτα τοῖς ὁμοίως πάσχουσιν ἐν ἀρχῇ μὲν ἔδωκα τὸ διὰ τῶν τριῶν πεπέρεων φάρμακον, ἐφεξῆς δὲ τὸ διὰ τῆς καλαμίνθης ἡμέτερον, εἶτα τὸ δι’ ὀποῦ Κυρηναϊκοῦ καὶ καστορίου συντιθέμενον, ὃ καὶ ταῖς τεταρταϊκαῖς περιόδοις ἐστὶν ὠφελιμώτατον, καὶ μάλισθ’ ὅταν ὑπὸ ῥίγους σφοδροῦ χειμάζωνται. μὴ θαυμάσῃς δὲ παρὰ τοῖς παλαιοῖς ἰατροῖς εὑρὼν γεγραμμένον ἐπὶ τοῖς ἄνευ κρύους ῥίγεσιν ἐξ αὐτῆς τῆς ἐν τῷ σώματι διαθέσεως ὁρμωμένοις ἐξ ἀνάγκης ἕπεσθαι πυρετόν. οὔτε γὰρ λουτροῖς τοσούτοις ἐπὶ τροφαῖς οὔτ’ ἀργῷ βίῳ χρωμένοις τοῖς παλαιοῖς οὐδὲν τοιοῦτον συνέπιπτε· νυνὶ δ’ ἄμφω ταῦτα πλεονάσαντα καὶ τουτὶ τὸ καλούμενον ἀνεκθέρμαντον ῥῖγος ἐργάζεται, νέον τι καὶ ξένον σύμπτωμα, διὰ τὸ νέον τῆς διαίτης· ἅπασί τε τοῖς οὕτω παθοῦσιν ἤτοι τάσεως ἢ βάρους αἴσθησις γίνεται κατὰ τὸ δεξιὸν ὑποχόνδριον, ἔνθα κεῖται τὸ ἧπαρ, ἐμφραττομένων δηλονότι τῶν κατ’ αὐτὸ φλεβῶν ὑπὸ τοῦ πάχους τῶν χυμῶν. ὥσπερ δὲ βάρους καὶ τάσεως τῆς κατὰ τὸ σπλάγχνον οἱ πάσχοντες ἴσχουσιν αἴσθησιν, οὕτω καὶ τοῦ ῥίγους αἰσθάνονται διαφέροντος τοῦ ἐν τεταρταίοις τε καὶ τριταίοις πυρετοῖς. ἐν μὲν γὰρ τοῖς τεταρταίοις τοιοῦτο γίνεσθαί φασιν αὐτοῖς τὸ ῥῖγος, οἷόν περ ὅταν ὁδοιπορήσωσι διὰ κρύους ἰσχυροῦ. ὡσαύτως δὲ κατὰ τοὺς τριταίους καὶ τοὺς καύσους πυρετοὺς, ὡς ὑπὸ βελονῶν ὀξέων τε καὶ λεπτῶν κεντούμενοι τὰς σάρκας αἰσθάνονται πολλάκις. ἐγὼ μὲν οὖν καὶ αὐτὸς ἄπειρός εἰμι τοῦ τῶν τεταρταίων ῥίγους, ἔμπειρος δὲ θατέρου, τετράκις μὲν ἐν νεότητι πυρέξας τριταῖον πυρετὸν, καῦσον δὲ ἅπαξ. ὥστε ἔχω μαρτυρεῖν τῇ λελεγμένῃ τοῦ ῥίγους ποιότητι κατὰ τοιαῦτα παθήματα. τὸ δὲ τῶν τεταρταίων οἱ πειραθέντες ἄχρι καὶ τῶν ὀστῶν φασι διήκειν, ὅταν ᾖ σφοδρὸν, ὅμοιον ὑπάρχον τοῖς ἐκ τοῦ περιέχοντος ἰσχυρῶς ψυχροῦ γιγνομένοις ῥίγεσιν. ἀλλὰ καὶ τοῦτ’ ἔχομεν προσθεῖναι τριταίοις τε καὶ καύσοις πυρετοῖς, οὐχ ὑπάρχον τοῖς τεταρταίοις. καὶ γὰρ διψῶσιν οἱ πλεῖστοι καὶ θερμασίας αἰσθάνονται κατὰ τὸ βάθος ἐν αὐτῷ τοῦ ῥίγους τῷ χρόνῳ, ὧν οὐδέτερον ὑπάρχει τοῖς ἐν τεταρταίῳ πυρετῷ ῥιγοῦσιν. Ἐπεὶ δὲ καὶ περὶ ῥίγους αὐτάρκως εἴρηται, λείποιτ’ ἂν ἔτι καὶ περὶ σπασμοῦ διελθεῖν. ἔσται δὲ οὔτε μακρὸς οὔτε ἀσαφὴς ὁ λόγος, εἴ τις ὧν ἄχρι δεῦρο διῆλθον εἴη μεμνημένος. ἄρξομαι δὲ καὶ νῦν ἀπὸ τῆς ἀναμνήσεως ὧν ἐν τοῖς περὶ μυῶν κινήσεως ἔδειξα. πασῶν  γὰρ τῶν καθ’ ὁρμὴν κινήσεων ἐπιτελουμένων διὰ τῶν μυῶν, ὅταν ἐπὶ τὰς ἑαυτῶν κεφαλὰς ἀνελκόμενοι συνεπισπάσωνται τῶν μορίων ἕκαστον εἰς ὃ καταπεφύκασιν, ἐπειδὰν γένηταί τι πάθος εἰς τάσιν αὐτοὺς ἄγον, ἀκολουθεῖ τούτῳ κίνησις, ὁμοία μὲν τῇ κατὰ φύσιν, ἀβούλητος δὲ, καὶ καλεῖται τὸ πάθος σπασμός. τὸ μὲν γὰρ τείνεσθαί τε καὶ σπᾶσθαι πρὸς τὴν ἰδίαν ἀρχὴν τὸν μῦν, ὥσπέρ γε καὶ τὸ συνεπισπᾶσθαι πρὸς αὐτὸν ἐκεῖνο τοῦ σώματος τὸ μόριον εἰς ὃ τὴν ἔμφυσιν ἔχει, κοινὸν τοῖς θ’ ὑγιαίνουσίν ἐστι καὶ τοῖς σπωμένοις· τὸ δὲ ἀκούσιον ὑπάρχειν, τοῖς παρὰ φύσιν ἔχουσιν, οὐχ ὑπάρ χον τοῖς ὑγιαίνουσιν. ἐὰν οὖν εὕρωμεν ὑπὸ πόσων αἰτίων τείνεται τὰ νευρώδη σώματα, πέρας ἂν ἤδη καὶ οὗτος ὁ λόγος ἡμῖν λάβοι. καὶ μὴν οὐδέν ἐστι τῶν ἔξω τοῦ σώματος εὑρεῖν χορδῶν νευρωδέστερον, ἃς ὁρῶμεν ὁσημέραι κατά τε τὰς λύρας καὶ κιθάρας ὑπὸ τῶν τεχνιτῶν ἐντεινομένας μὲν, ἐπειδὰν χρῆσθαι μέλλωσι τοῖς ὀργάνοις, ἀνιεμένας δὲ, ὅταν παυσάμενοι κατατίθενται. ῥήγνυνται δὲ ἐν ταῖς τοῦ περιέχοντος ἀμετροτέραις κράσεσι, κατὰ μὲν τὰς ὑγρὰς καὶ νοτίους διαβρεχόμεναι, κατὰ δὲ τὰς ξηράς τε καὶ βορείους ἰσχυρῶς ξηραινόμεναι. διὰ τοῦτο οὖν ἀνιᾶσιν αὐτὰς κατατιθέμενοι, καὶ μάλισθ’ ὅταν ᾖ τι περιέχον, ὁποῖον εἴρηται· ῥήγνυνται γὰρ ἑκατέρως τεινόμεναι. νόει δή μοι καὶ τὰ νεῦρα καὶ τοὺς τένοντας ἐν τοῖς τῶν ζώων σώμασιν ἤτοι διατεινομένους ὑπὸ περιττῆς ὑγρότητος, ἢ ξηραινομένους ὑπὸ τῶν ξηραινόντων αἰτίων, εἰς τοσαύτην ἄγεσθαι τάσιν, ἐν ᾗ τοῖς ὑγιαίνουσιν ἡ καθ’ ὁρμὴν ἐγίνετο κίνησις· ἐννόει δὲ καὶ ὡς ἐνδέχεταί τι τῶν ἐν τῷ σώματι μορίων ἢ διὰ φλεγμονὴν ἢ δι’ ἄλλην τινὰ αἰτίαν ἰσχυρῶς παθὸν, ἑαυτῷ συνεπισπᾶσθαι τὰ συνεχῆ νεῦρα. νοήσας γὰρ ταύτας πάσας τὰς διαθέσεις, εὑρήσεις ἐφ’ αἷς γίνεται σπασμός. αἱ γὰρ φλεγμοναὶ τῶν νευρωδῶν μορίων, καὶ μάλισθ’ ὅταν ἐπὶ τῆς ἀρχῆς τῶν νεύρων ἢ καὶ πλησίον αὐτῆς γεννῶνται, τείνουσιν ἐπισπώμεναι τὰ συνεχῆ νεῦρα, καθάπερ ἐκτὸς οἱ τεχνῖται τὰς χορδάς· εἰ δὲ ὑπὸ πλήθους χυμῶν διαφραχθέντα τὰ νευρώδη σώματα τείνοιτο, παραπλήσιον ἐν τῷδε τὸ πάθημα γίνεται ταῖς διὰ τὴν ὑγρότητα τοῦ περιέχοντος ἐντεινομέναις σφοδρότερον χορδαῖς. ἔμπαλιν δὲ ἐπὶ τοῖς κακοήθεσι καύσοις καὶ ταῖς ἰσχυραῖς φρενίτισι φαίνεται γινόμενον· ὡς γὰρ οἱ πλησιάζοντες ἱμάντες πυρὶ ξηραινόμενοι συσπῶνται καὶ τείνονται, τὸν αὐτὸν τρόπον οἱ σπασμοὶ γίνονται δι’ ὑπερβάλλουσαν ξηρότητα νοσημάτων, ἰσχυρῶς ξηραίνουσαν τὸ νευρῶδες γένος. ἐπὶ μὲν οὖν τοῖς καύσοις διὰ μόνην τὴν ξηρότητα τοῦτο συμβαίνει· ταῖς δὲ φρενίτισι καὶ διὰ τὴν φλεγμονὴν τῆς ἀρχῆς τῶν νεύρων ἕπεται τὸ σύμπτωμα. γινώσκεις δὲ ἤδη, ὡς πᾶσιν ὡμολόγηται τοῦ πάθους τούτου τὸ μὲν ἐμπροσθότονος εἶναί τε καὶ καλεῖσθαι, τὸ δὲ ὀπισθότονος, τὸ δὲ τέτανος· ὅταν μὲν εἰς τὸ πρόσω τείνηται τὰ μόρια τοῦ σώματος, ἐμπροσθότονος· ὅταν δὲ εἰς τοὐπίσω, ὀπισθότονος· τέτανος δὲ ἰσοσθενὴς ἐφ’ ἑκάτερα. τοὺς μὲν ἐπὶ ξηρότητι σπασμοὺς οὐκ ἂν ἰάσαιο, φθάνουσι γὰρ οἱ οὕτω παθόντες ἀπόλλυσθαι, μηδὲ ἐπινοῆσαι πρὸς αὐτοὺς ἴαμα συγχωροῦντες· ὅσοι δὲ διὰ πλῆθος ἢ φλεγμονὴν γίνονται σπασμοὶ, τούτους ἰάσῃ, τὸ μὲν πλῆθος κενῶν, τὴν φλεγμονὴν δὲ τοῖς ἰδίοις αὐτῆς βοηθήμασιν ἐκθεραπεύων, ἃ μεμάθηκας ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν.