Ὁ τρόμος μὲν οὖν γίνεται τῆς ὀχούσης καὶ κινούσης τὸ σῶμα δυνάμεως ἀῤῥωστίᾳ. οὐ γὰρ ἐξ ἑαυτῶν δήπου τὰ μόρια τῶν ζώων οὕτως ὄντα βαρέα καὶ κάτω φέρεσθαι πεφυκότα, τὰς εἰς ἅπαντα τόπον ἔχει κινήσεις, ἀλλ’ ἡ διὰ τῶν νεύρων τοῖς μυσὶν ἀπὸ τῆς ἀρχῆς ἐπιπεμπομένη δύναμις οἷον ὄχημά τι καὶ πτέρωμα τῆς κινήσεως αὐτοῖς ἐστιν, ἣν ὅταν μὲν ἀπολέσῃ τελέως, ἀπόλλυσι δὲ τὰ παραλελυμένα, καταφέρεται καὶ πίπτει κάτω δίκην ὄρνιθος πτεροῤῥυήσαντος, ὅθεν οὐδεμία κίνησις ἀπολείπεται τοῖς οὕτω παθοῦσιν. εἰ δὲ περιγίνοιτο μὲν ἡ δύναμις, ὀλίγη δὲ καὶ ἀσθενὴς, ὡς μήθ’ ἱκανῶς ὀχεῖν τε καὶ βαστάζειν τὰ μέρη τοῦ σώματος, ἢ ὥσπέρ τι φορτίον φέρειν μὴ δύνασθαι, ἀνάγκη τὸ διακείμενον οὕτω μόριον ἐν τρόμῳ καθορᾶσθαι. αἱ γὰρ ὑπὲρ τὴν δύναμιν τοῖς ἀσθενέσι κινήσεις βίαιοί τε καὶ πρὸς ἀνάγκην γιγνόμεναι τρομώδεις εἰσίν. οἶμαί σε πολλάκις ἑωρακέναι βαρὺ φορτίον ᾑρημένον τινὰ, κᾄπειτα βαδίζειν ἐπιχειροῦντα πρὸς βίαν, ὡς τρομώδης γίνεται τοῖν σκελοῖν. καὶ γὰρ εἰ καὶ ταῖν χεροῖν ὑπέρβαρύ τι βαστάζειν ἐπιχειροίη, τρομώδης ἔσται ταῖν χεροῖν. οὕτω δὲ καὶ ἄνθρωπος ὅταν φοβῆται, ἤν τέ τι ταῖς χερσὶ δρᾷν, ἤν τε βαδίζειν ἐθέλῃ, τρομώδεις μὲν αἱ χεῖρες αὐτῷ τολμῶντι δι’ αὐτῶν ἐνεργεῖν, τρομώδη δὲ τὰ σκέλη βαδίζειν ἐπιχειροῦντι. καθαιρεῖ γὰρ ἰσχὺν δυνάμεως οὐδὲν ἧττον τῶν ἄλλων φόβος. ἢν δὲ ἅπαξ αὕτη καταπέσῃ καὶ ἀῤῥωστήσῃ, πᾶν ἄχθος γίγνεται, κᾂν παντελῶς ᾖ κουφότατον. ὥστε καὶ τὸ σῶμα τοῦ ζώου, κοῦφον ὂν πρότερον, οἷα φορτίον αὐτὴν βαρύνει. γέροντες δ’ ὡσαύτως ἀπ’ ἀσθενείας τὰ πολλὰ τρομώδεις εἰσὶ, ὅσοις τε διὰ νόσον ἡ τοῦ σώματος ἰσχὺς ἐπόνησεν, οὐδὲ τούτοις ἄνευ τρόμων αἱ κινήσεις. ἐν πᾶσι γὰρ τοῖς οὕτως ἔχουσιν ἡ κινοῦσα τὰ μέρη καὶ βαστάζουσα δύναμις, ἀῤῥωστήσασα νυνὶ, ὅσον ἐπεφύκει πρότερον αἴρειν, οὐκέτι δύναται, καθάπερ ὀκλάζουσα περὶ τὴν κίνησιν. ἔνθα δ’ ἂν ὅλος ὁ τόνος ἐνδῷ τῆς φύσεως, ἐνταῦθα τοῦ κουφίζοντος ἀποροῦντα τὰ σώματα τῷ σφετέρῳ βάρει φέρεται κάτω, καὶ ἔμεινεν ἐνταῦθα. καθάπερ ἐν παραλύσεσιν, εἰ πᾶσαν τὴν δύναμιν ἡ ἰσχὺς ἐπελελοίπει τελέως· ὅσον δὲ αὐτῆς λείπεται, τοῦτο πάλιν ὀχεῖν ἐπιχειρεῖ. δύναται δὲ οὐδὲ νῦν ὅσον βούλε ται δι’ ἀσθένειαν· ἀλλ’ ὀλίγον μέν τι κουφίζει, τὸ πλέον δ’ ἀπολείπει, ἀτελῆ καὶ κολοβὴν ἐγκαταλείπουσα καὶ ταύτῃ τὴν κίνησιν. αὖθις οὖν ἐπιτρέπει τοῖς σώμασι φέρεσθαι κάτω. τούτου συνεχῶς ἀποτελουμένου, καὶ τὴν ἄνω φορὰν ἐκδεχομένης ἀεὶ τῆς κάτω, συναπτούσης δὲ αὖ πάλιν τῆς ἄνω, διπλῆ μὲν καὶ σύνθετος ἡ πᾶσα γίνεται κίνησις, ἀμειβόντων ἀεὶ τῶν μορίων τοὺς τόπους. ὄνομα δὲ τῷ πάθει τρόμος, εἰς μὲν τὰ κάτω τῆς φορᾶς τοῖς σώμασι τῷ σφετέρῳ βάρει γινομένης, ἄνω δὲ αὖ πάλιν ὑπὸ τῆς δυνάμεως αἰρομένης. Ἀλλὰ καὶ παλμὸς, ἴσως φήσει τις, ὡσαύτως τῷ τρόμῳ κίνησίς ἐστιν ἀβούλητός τε καὶ ἀκούσιος ἐπαιρομένων  τε καὶ καταφερομένων τῶν παλλομένων μερῶν. πῇ ποτ’ οὖν διοίσει τρόμος παλμοῦ; μέχρι μὲν τοῦδε φαίνονται μηδὲν ἀλλήλων διαφέροντες, διενηνόχασι δὲ, οὔτε γὰρ τόπον πάσχοντα τὸν αὐτόν φημι εἶναι τοῖς παλλομένοις, οὔτ’ αἰτίαν, οὔτε σύμπτωμα. τρέμει μὲν γὰρ μὴ προελόμενος κινεῖν τὸ κῶλον οὐδείς· πάλλεται δὲ τὰ παλλόμενα, κᾂν ἀποκείμενα τύχῃ, κᾂν μηδεμίαν κίνησιν αὐτοῖς ἐπάγῃς. ἀπατῶνται δὲ κᾀνταῦθα πολλοὶ, κεφαλάς τε τρομώδεις ὁρῶντες, ἀκίνητόν τε χεῖρα, καὶ σκέλος, ὡς ἂν δόξειεν, ἀποτεταμένον ἐχόντων τινῶν, ἔπειτ’ οὐδὲν ἧττον τρεμόντων. οὓς χρὴ διδάξαι τὸν λόγον τοῦτον, οὐχ ὑπ’ ἐμοῦ νῦν πρῶτον λεγόμενον, ἀλλὰ καὶ πολλοῖς τῶν παλαιῶν, οὐχ ὅσα φαίνεται κινεῖσθαι, ταῦτα κινεῖσθαι φᾶσι μόνα. πολλὰ γοῦν ἀκίνητα μὲν εἶναι δοκεῖ, ἕνα καὶ τὸν αὐτὸν ἐπέχοντα τόπον, οὐδὲν δὲ ἧττον κινεῖται. τοὺς γοῦν ὄρνιθας οὐ μόνον ἄνω καὶ κάτω φερομένους, ἀλλὰ κᾂν ἕνα τόπον ἐν τῷ ἀέρι κατειληφότες ὦσιν, ἐν κινήσει καὶ τόθ’ ὑπάρχειν. ἐὰν γοῦν ἐν ἐκείνῳ τῷ τόπῳ νεκρὸν ὄρνιθος σῶμα τεθῇ, ῥᾳδίως ἐπὶ τὴν γῆν κατενεχθήσεται τῷ βάρει ῥέψαν. ᾧ δῆλον ὅτι καὶ τὸ μένον ἐπὶ τοῦ αὐτοῦ τόπου σῶμα κινήσει τινὶ προσχρώμενον ἐμετεωρίζετο, κατὰ τοσοῦτον μέρος γε κινήσεως, ὅσον ἔσχεν ἂν, εἰ μόνῳ τῷ βάρει καταφερόμενον τετύχηκεν. ὥστε ἣν δοκεῖς ἀκινησίαν εἶναι, σύνθετός ἐστι κίνησις ἐκ δύο τινῶν εἰς ὑπεναντίους τόπους ἀπάγειν τὸ σῶμα δυναμένων κινήσεων συγκειμένη. ὧν εἰ τὴν ἑτέραν ἀφέλοις τὴν ἄνω, τὴν λοιπὴν ὄψει ῥᾳδίως εἰς τὸν κάτω τόπον ἀπάγουσαν τὸ σῶμα. τοῦτ’ οὖν καὶ Ἱπποκράτης διδάσκει εἰπών· ἑστάναι ἕλκεσιν ἥκιστα συμφέρει. καὶ ἄλλως, ἢν ἐν σκέλει ἔχῃ τὸ ἕλκος, οὐδὲ καθῆσθαι, οὐδὲ πορεύεσθαι, ἀλλὰ ἡσυχίην ἔχειν καὶ ἀτρεμίζειν συμφέρει. τὸ μὲν γὰρ ἀτρεμίζειν καὶ ἡσυχάζειν ὡς ὠφελοῦν ἐπαινεῖ· τὸ δὲ ἑστάναι καὶ καθῆσθαί, φησιν, ἥκιστα συμφέρει, ἕτερόν τι τοῦ ἀτρεμίζειν καὶ ἡσυχάζειν ὑπάρχον. ἐντέτανται γὰρ καὶ τόθ’ οἱ μύες βαστάζοντές τε καὶ ἀπὸ τῆς γῆς ἐξαίροντες καὶ ὀρθοῦντες τὸ σῶμα. διὰ τοῦτο τοῦ περιπατεῖν οὐδὲν ἧττον τὸ ἑστάναι κοπῶδες, ὡς ἂν καὶ αὐτὸ κίνησις ὄν. ἀρθείσης γοῦν τῆς ψυχῆς τῆς κινούσης τε καὶ ὀρθούσης τὸ σῶμα, ῥᾳδίως ὄψει κείμενον ἐπὶ τῆς γῆς τὸ πρότερον ὂν ὀρθῶς. ᾧ δῆλον ὅτι καὶ ὁπόταν ὀρθὸν ᾖ, οὐκ ἦν ἀκίνητον, ἀλλ’ εἶχέ τι κουφίζον τε καὶ βαστάζον καὶ ἐξαῖρον αὐτό. ἐγὼ μὲν οὖν οὐδὲ τὸν κατακείμενον ἄνθρωπον, εἰ τὴν μὲν κεφαλὴν ὑψηλοτέραν ἔχοι, τοὺς δὲ πόδας ταπεινοτέρους, οὐδὲ τοῦτον ἀκίνητον εἶναί φημι παντάπασιν. ὑπέῤῥει γὰρ ἂν ῥᾳδίως ἐπὶ πόδας ἀπὸ τῶν ὑψηλοτέρων εἰς τὸ κάταντες ῥέπων, εἰ μή που κινήσῃ τὴν ῥοπὴν ταύτην ἀντισηκοῦσαν. ταῦτ’ ἆρα καὶ ὁ Ἱπποκράτης ἔλεγεν· εἰ δὲ καὶ προπετὴς γένοιτο, καὶ καταῤῥέοι ἀπὸ τῆς κλίνης ἐπὶ πόδας, δεινότερόν ἐστι. τὸ γὰρ ἐπὶ τοὺς πόδας ὑποῤῥεῖν κατακείμενον ἀῤῥωστούσης ἐσχάτως δυνάμεως βεβαιότατόν ἐστι γνώρισμα. ἑστάναι μὲν γὰρ ἢ καθέζεσθαι ἢ ἀνίστασθαι μὴ δύνασθαι δεινὸν μὲν, ἀλλ’ ἧττον δεινὸν, ἀπολήγουσι γὰρ πρὸς ταῦτα πολλοὶ τῶν νοσούντων, εἰς ἔσχατον ἀσθενείας οὔπω προϊόντες· τὸ δὲ μὴ κατακεῖσθαι δύνασθαι ζῶντος τρόπον, ἀλλὰ κᾀνταῦθα καθάπερ νεκρὸν καὶ ἄψυχον σῶμα καταφέρεσθαι, κακῶν ἔσχατον. τοῦτο ἐν τῷ περὶ χυμῶν ἔῤῥιψιν ἐκάλεσεν, ὅπερ οἱ ἐξηγησάμενοι τὸ σύγγραμμα μὴ νοήσαντες ἐλάλησαν πολλά. τὸ γὰρ καταβεβλῆσθαι δίκην ἀψύχου σώματος, παντὸς τοῦ τόνου τελείως ἐκλελυμένου τε καὶ ἀπολωλότος ἔῤῥιψιν εἶπεν, ὥστε μὴ ταὐτὸν εἶναι τὸ ἐῤῥίφθαι τῷ κατακεῖσθαι, ἀλλ’ ὃν ἔχει λόγον τὸ καταπίπτειν πρὸς τὸ κατακεῖσθαι. οὕτω κᾀπὶ τῶν ὀρνίθων ἕτερον μέν ἐστιν ἐπὶ γῆν καταπτῆναι, ἕτερον δὲ πεσεῖν ἐπὶ τὴν γῆν. τὸ μὲν γὰρ ἐνέργεια, τὸ δὲ πάθος. ὡσαύτως οὖν τούτοις ἐνέργεια μὲν ἡ κατάκλισίς ἐστι, πάθημα δὲ ἡ ἔῤῥιψις. πρὸς τί δή μοι ταῦτα λέγεται; ἵνα τοὺς ἐπηρκότας ἢ σκέλος ἢ χεῖρα, κᾄπειτα φυλάττοντας, ὡς ἔχουσι, μὴ δόξῃς ἀκινήτους εἶναι, μηδ’ ἂν ὅτι μάλιστα τυγχάνωσιν. ἕνα καὶ τὸν αὐτὸν ἀεὶ κατέχοντες τόπον. εἰ δ’ οὐ βούλει συγχωρῆσαι κίνησιν ὑπάρχειν τοῖς οὕτω διακειμένοις, ἀλλ’ ἐνέργειάν τε πάντως αὐτοῖς συγχωρήσεις ὑπάρχειν, καὶ διπλασίαν γε τὴν ῥώμην ταύτην τῆς ἁπλῆς ἐνεργείας. ἐν μὲν γὰρ ταῖς ἁπλαῖς ἓν γένος ἐνεργεῖ μυῶν, ἤτοι τῶν καμπτόντων, ἢ τῶν ἐντεινόντων τὸ κῶλον· ὅταν δὲ ἀποτείνας αὐτὸ διαφυλάττῃς, ἄμφω τὰ γένη τῶν μυῶν ἰσοσθενῶς ἐνεργεῖ. εἰ δὲ τούτου μνημονεύεις, ἀληθῆ παραφυλάττων εὑρήσεις ἀεὶ τὸν λόγον, ὅτι τῷ μηδεμίαν ἐπιχειροῦντι κινεῖσθαι κίνησιν οὐκ ἐγγίνεται τρόμος. ἀδυνάτου γάρ ἐστι καὶ ἀσθενοῦς κινήσεως σύμπτωμα. ὅθεν ὅτῳ κινεῖσθαι σώματι μηδόλως ὑπάρχει, παντί που δῆλον, ὡς οὐδὲ περὶ τὴν κίνησιν ἀσθενὲς καὶ ἀδύνατον ὑπάρξει.