ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΡΟΜΟΥ ΚΑΙ ΠΑΛΜΟΥ ΚΑΙ ΣΠΑΣΜΟΥ ΚΑΙ ΡΙΓΟΥΣ ΒΙΒΛΙΟΝ. Ἐπειδὴ Πραξαγόρας ὁ Νικάρχου, τά τε ἄλλα τῆς ἰατρικῆς ἐν τοῖς ἀρίστοις γενόμενος ἔν τε τοῖς περὶ φύσιν λογισμοῖς δεινότατος, οὐκ ὀρθῶς μοι δοκεῖ περί τε σφυγμοῦ καὶ παλμοῦ καὶ σπασμοῦ καὶ τρόμου γινώσκειν, ἀρτηριῶν μὲν ἅπαντα νομίζων εἶναι πάθη, διαφέρειν δὲ ἀλλήλων μεγέθει· διὰ τοῦτο ἔδοξέ μοι κοινῇ περὶ πάντων αὐτῶν ἐν τῷδε τῷ γράμματι διελθεῖν, οὐχ ἵνα ἐλέγξαιμι Πραξαγόραν ἐν οἷς σφάλλεται, τοῦτο μὲν γὰρ αὐτάρκως Ἡρόφιλος ἔπραξε, μαθητὴς αὐτοῦ γενόμενος, ἀλλ’ ἵν’ οἷς ὀρθῶς ἐκεῖνος ἔγραψε τὰ λείποντα προσθῶ. περὶ μὲν δὴ τοῦ σφυγμοῦ, τί ποτ’ ἔστι καὶ καθ’ ὅντινα τρόπον γίνεσθαι πέφυκεν, ἔν τε τῇ περὶ σφυγμῶν πραγματείᾳ δέδεικται καὶ νῦν εἰρήσεται τοσοῦτον, ὅσον ἂν εἰς τὰ προκείμενα χρήσιμον εἶναι φαίνηται. περὶ δὲ τῶν ἄλλων ἐν τῷδε τῷ πράγματι δίειμι, τὴν ἀρχὴν ἐνθένδε ποιησάμενος. Αἰσθηταὶ κινήσεις ἐν τοῖς τῶν ζώων σώμασιν, ὁπόταν ὑγιαίνωσι, διτταὶ τῷ γένει φαίνονται· καθ’ ὁρμὴν μὲν ἢ κατὰ προαίρεσιν, ἢ ὅπως ἂν ὀνομάζειν ἐθέλωσιν οἱ τὰ μὲν τοιαῦτα δεινοὶ, τῆς δὲ τῶν πραγμάτων ἐπιστήμης ἀμελοῦντες, αἱ διὰ νεύρων τε καὶ μυῶν γινόμεναι, καὶ ταύτας ἔθος ἐστὶ τοῖς ἰατροῖς ὀνομάζειν προαιρετικὰς ἐνεργείας· ἕτεραι δὲ κινήσεις εἰσὶν ἐν τοῖς τῶν ζώων σώμασιν αἱ κατὰ τὰς ἀρτηρίας τε καὶ τὴν καρδίαν, ἃς προσαγορεύουσι ζωτικὰς, ὄντος καὶ ἄλλου τρίτου γένους κινήσεων ἐν ταῖς φλεψὶν, οὐκ αἰσθητοῦ, ὑπὲρ ὧν οὐδὲν ἐν τῷ παρόντι δέομαι λέγειν. ἀλλ’ ἥ γε διὰ τῶν μυῶν τε καὶ τῶν νεύρων γινομένη, καθ’ ἣν καὶ τὰς χεῖρας καὶ τὰ σκέλη κινοῦμεν, ἐν τρόμοις καὶ σπασμοῖς καὶ ῥίγεσι νοσώδεσιν, ἐνίοτε δὲ καὶ τοῖς παλμοῖς φαίνεται. πάντα γὰρ τὰ τοιαῦτα παθήματα πλημμελεῖς κινήσεις εἰσὶ τῶν αὐτῶν ὀργάνων, ἀφ’ ὧν ὑγιαινόντων αἱ καθ’ ὁρμὴν ἐπιτελοῦνται κινήσεις. Ὁ τρόμος μὲν οὖν γίνεται τῆς ὀχούσης καὶ κινούσης τὸ σῶμα δυνάμεως ἀῤῥωστίᾳ. οὐ γὰρ ἐξ ἑαυτῶν δήπου τὰ μόρια τῶν ζώων οὕτως ὄντα βαρέα καὶ κάτω φέρεσθαι πεφυκότα, τὰς εἰς ἅπαντα τόπον ἔχει κινήσεις, ἀλλ’ ἡ διὰ τῶν νεύρων τοῖς μυσὶν ἀπὸ τῆς ἀρχῆς ἐπιπεμπομένη δύναμις οἷον ὄχημά τι καὶ πτέρωμα τῆς κινήσεως αὐτοῖς ἐστιν, ἣν ὅταν μὲν ἀπολέσῃ τελέως, ἀπόλλυσι δὲ τὰ παραλελυμένα, καταφέρεται καὶ πίπτει κάτω δίκην ὄρνιθος πτεροῤῥυήσαντος, ὅθεν οὐδεμία κίνησις ἀπολείπεται τοῖς οὕτω παθοῦσιν. εἰ δὲ περιγίνοιτο μὲν ἡ δύναμις, ὀλίγη δὲ καὶ ἀσθενὴς, ὡς μήθ’ ἱκανῶς ὀχεῖν τε καὶ βαστάζειν τὰ μέρη τοῦ σώματος, ἢ ὥσπέρ τι φορτίον φέρειν μὴ δύνασθαι, ἀνάγκη τὸ διακείμενον οὕτω μόριον ἐν τρόμῳ καθορᾶσθαι. αἱ γὰρ ὑπὲρ τὴν δύναμιν τοῖς ἀσθενέσι κινήσεις βίαιοί τε καὶ πρὸς ἀνάγκην γιγνόμεναι τρομώδεις εἰσίν. οἶμαί σε πολλάκις ἑωρακέναι βαρὺ φορτίον ᾑρημένον τινὰ, κᾄπειτα βαδίζειν ἐπιχειροῦντα πρὸς βίαν, ὡς τρομώδης γίνεται τοῖν σκελοῖν. καὶ γὰρ εἰ καὶ ταῖν χεροῖν ὑπέρβαρύ τι βαστάζειν ἐπιχειροίη, τρομώδης ἔσται ταῖν χεροῖν. οὕτω δὲ καὶ ἄνθρωπος ὅταν φοβῆται, ἤν τέ τι ταῖς χερσὶ δρᾷν, ἤν τε βαδίζειν ἐθέλῃ, τρομώδεις μὲν αἱ χεῖρες αὐτῷ τολμῶντι δι’ αὐτῶν ἐνεργεῖν, τρομώδη δὲ τὰ σκέλη βαδίζειν ἐπιχειροῦντι. καθαιρεῖ γὰρ ἰσχὺν δυνάμεως οὐδὲν ἧττον τῶν ἄλλων φόβος. ἢν δὲ ἅπαξ αὕτη καταπέσῃ καὶ ἀῤῥωστήσῃ, πᾶν ἄχθος γίγνεται, κᾂν παντελῶς ᾖ κουφότατον. ὥστε καὶ τὸ σῶμα τοῦ ζώου, κοῦφον ὂν πρότερον, οἷα φορτίον αὐτὴν βαρύνει. γέροντες δ’ ὡσαύτως ἀπ’ ἀσθενείας τὰ πολλὰ τρομώδεις εἰσὶ, ὅσοις τε διὰ νόσον ἡ τοῦ σώματος ἰσχὺς ἐπόνησεν, οὐδὲ τούτοις ἄνευ τρόμων αἱ κινήσεις. ἐν πᾶσι γὰρ τοῖς οὕτως ἔχουσιν ἡ κινοῦσα τὰ μέρη καὶ βαστάζουσα δύναμις, ἀῤῥωστήσασα νυνὶ, ὅσον ἐπεφύκει πρότερον αἴρειν, οὐκέτι δύναται, καθάπερ ὀκλάζουσα περὶ τὴν κίνησιν. ἔνθα δ’ ἂν ὅλος ὁ τόνος ἐνδῷ τῆς φύσεως, ἐνταῦθα τοῦ κουφίζοντος ἀποροῦντα τὰ σώματα τῷ σφετέρῳ βάρει φέρεται κάτω, καὶ ἔμεινεν ἐνταῦθα. καθάπερ ἐν παραλύσεσιν, εἰ πᾶσαν τὴν δύναμιν ἡ ἰσχὺς ἐπελελοίπει τελέως· ὅσον δὲ αὐτῆς λείπεται, τοῦτο πάλιν ὀχεῖν ἐπιχειρεῖ. δύναται δὲ οὐδὲ νῦν ὅσον βούλε ται δι’ ἀσθένειαν· ἀλλ’ ὀλίγον μέν τι κουφίζει, τὸ πλέον δ’ ἀπολείπει, ἀτελῆ καὶ κολοβὴν ἐγκαταλείπουσα καὶ ταύτῃ τὴν κίνησιν. αὖθις οὖν ἐπιτρέπει τοῖς σώμασι φέρεσθαι κάτω. τούτου συνεχῶς ἀποτελουμένου, καὶ τὴν ἄνω φορὰν ἐκδεχομένης ἀεὶ τῆς κάτω, συναπτούσης δὲ αὖ πάλιν τῆς ἄνω, διπλῆ μὲν καὶ σύνθετος ἡ πᾶσα γίνεται κίνησις, ἀμειβόντων ἀεὶ τῶν μορίων τοὺς τόπους. ὄνομα δὲ τῷ πάθει τρόμος, εἰς μὲν τὰ κάτω τῆς φορᾶς τοῖς σώμασι τῷ σφετέρῳ βάρει γινομένης, ἄνω δὲ αὖ πάλιν ὑπὸ τῆς δυνάμεως αἰρομένης. Ἀλλὰ καὶ παλμὸς, ἴσως φήσει τις, ὡσαύτως τῷ τρόμῳ κίνησίς ἐστιν ἀβούλητός τε καὶ ἀκούσιος ἐπαιρομένων  τε καὶ καταφερομένων τῶν παλλομένων μερῶν. πῇ ποτ’ οὖν διοίσει τρόμος παλμοῦ; μέχρι μὲν τοῦδε φαίνονται μηδὲν ἀλλήλων διαφέροντες, διενηνόχασι δὲ, οὔτε γὰρ τόπον πάσχοντα τὸν αὐτόν φημι εἶναι τοῖς παλλομένοις, οὔτ’ αἰτίαν, οὔτε σύμπτωμα. τρέμει μὲν γὰρ μὴ προελόμενος κινεῖν τὸ κῶλον οὐδείς· πάλλεται δὲ τὰ παλλόμενα, κᾂν ἀποκείμενα τύχῃ, κᾂν μηδεμίαν κίνησιν αὐτοῖς ἐπάγῃς. ἀπατῶνται δὲ κᾀνταῦθα πολλοὶ, κεφαλάς τε τρομώδεις ὁρῶντες, ἀκίνητόν τε χεῖρα, καὶ σκέλος, ὡς ἂν δόξειεν, ἀποτεταμένον ἐχόντων τινῶν, ἔπειτ’ οὐδὲν ἧττον τρεμόντων. οὓς χρὴ διδάξαι τὸν λόγον τοῦτον, οὐχ ὑπ’ ἐμοῦ νῦν πρῶτον λεγόμενον, ἀλλὰ καὶ πολλοῖς τῶν παλαιῶν, οὐχ ὅσα φαίνεται κινεῖσθαι, ταῦτα κινεῖσθαι φᾶσι μόνα. πολλὰ γοῦν ἀκίνητα μὲν εἶναι δοκεῖ, ἕνα καὶ τὸν αὐτὸν ἐπέχοντα τόπον, οὐδὲν δὲ ἧττον κινεῖται. τοὺς γοῦν ὄρνιθας οὐ μόνον ἄνω καὶ κάτω φερομένους, ἀλλὰ κᾂν ἕνα τόπον ἐν τῷ ἀέρι κατειληφότες ὦσιν, ἐν κινήσει καὶ τόθ’ ὑπάρχειν. ἐὰν γοῦν ἐν ἐκείνῳ τῷ τόπῳ νεκρὸν ὄρνιθος σῶμα τεθῇ, ῥᾳδίως ἐπὶ τὴν γῆν κατενεχθήσεται τῷ βάρει ῥέψαν. ᾧ δῆλον ὅτι καὶ τὸ μένον ἐπὶ τοῦ αὐτοῦ τόπου σῶμα κινήσει τινὶ προσχρώμενον ἐμετεωρίζετο, κατὰ τοσοῦτον μέρος γε κινήσεως, ὅσον ἔσχεν ἂν, εἰ μόνῳ τῷ βάρει καταφερόμενον τετύχηκεν. ὥστε ἣν δοκεῖς ἀκινησίαν εἶναι, σύνθετός ἐστι κίνησις ἐκ δύο τινῶν εἰς ὑπεναντίους τόπους ἀπάγειν τὸ σῶμα δυναμένων κινήσεων συγκειμένη. ὧν εἰ τὴν ἑτέραν ἀφέλοις τὴν ἄνω, τὴν λοιπὴν ὄψει ῥᾳδίως εἰς τὸν κάτω τόπον ἀπάγουσαν τὸ σῶμα. τοῦτ’ οὖν καὶ Ἱπποκράτης διδάσκει εἰπών· ἑστάναι ἕλκεσιν ἥκιστα συμφέρει. καὶ ἄλλως, ἢν ἐν σκέλει ἔχῃ τὸ ἕλκος, οὐδὲ καθῆσθαι, οὐδὲ πορεύεσθαι, ἀλλὰ ἡσυχίην ἔχειν καὶ ἀτρεμίζειν συμφέρει. τὸ μὲν γὰρ ἀτρεμίζειν καὶ ἡσυχάζειν ὡς ὠφελοῦν ἐπαινεῖ· τὸ δὲ ἑστάναι καὶ καθῆσθαί, φησιν, ἥκιστα συμφέρει, ἕτερόν τι τοῦ ἀτρεμίζειν καὶ ἡσυχάζειν ὑπάρχον. ἐντέτανται γὰρ καὶ τόθ’ οἱ μύες βαστάζοντές τε καὶ ἀπὸ τῆς γῆς ἐξαίροντες καὶ ὀρθοῦντες τὸ σῶμα. διὰ τοῦτο τοῦ περιπατεῖν οὐδὲν ἧττον τὸ ἑστάναι κοπῶδες, ὡς ἂν καὶ αὐτὸ κίνησις ὄν. ἀρθείσης γοῦν τῆς ψυχῆς τῆς κινούσης τε καὶ ὀρθούσης τὸ σῶμα, ῥᾳδίως ὄψει κείμενον ἐπὶ τῆς γῆς τὸ πρότερον ὂν ὀρθῶς. ᾧ δῆλον ὅτι καὶ ὁπόταν ὀρθὸν ᾖ, οὐκ ἦν ἀκίνητον, ἀλλ’ εἶχέ τι κουφίζον τε καὶ βαστάζον καὶ ἐξαῖρον αὐτό. ἐγὼ μὲν οὖν οὐδὲ τὸν κατακείμενον ἄνθρωπον, εἰ τὴν μὲν κεφαλὴν ὑψηλοτέραν ἔχοι, τοὺς δὲ πόδας ταπεινοτέρους, οὐδὲ τοῦτον ἀκίνητον εἶναί φημι παντάπασιν. ὑπέῤῥει γὰρ ἂν ῥᾳδίως ἐπὶ πόδας ἀπὸ τῶν ὑψηλοτέρων εἰς τὸ κάταντες ῥέπων, εἰ μή που κινήσῃ τὴν ῥοπὴν ταύτην ἀντισηκοῦσαν. ταῦτ’ ἆρα καὶ ὁ Ἱπποκράτης ἔλεγεν· εἰ δὲ καὶ προπετὴς γένοιτο, καὶ καταῤῥέοι ἀπὸ τῆς κλίνης ἐπὶ πόδας, δεινότερόν ἐστι. τὸ γὰρ ἐπὶ τοὺς πόδας ὑποῤῥεῖν κατακείμενον ἀῤῥωστούσης ἐσχάτως δυνάμεως βεβαιότατόν ἐστι γνώρισμα. ἑστάναι μὲν γὰρ ἢ καθέζεσθαι ἢ ἀνίστασθαι μὴ δύνασθαι δεινὸν μὲν, ἀλλ’ ἧττον δεινὸν, ἀπολήγουσι γὰρ πρὸς ταῦτα πολλοὶ τῶν νοσούντων, εἰς ἔσχατον ἀσθενείας οὔπω προϊόντες· τὸ δὲ μὴ κατακεῖσθαι δύνασθαι ζῶντος τρόπον, ἀλλὰ κᾀνταῦθα καθάπερ νεκρὸν καὶ ἄψυχον σῶμα καταφέρεσθαι, κακῶν ἔσχατον. τοῦτο ἐν τῷ περὶ χυμῶν ἔῤῥιψιν ἐκάλεσεν, ὅπερ οἱ ἐξηγησάμενοι τὸ σύγγραμμα μὴ νοήσαντες ἐλάλησαν πολλά. τὸ γὰρ καταβεβλῆσθαι δίκην ἀψύχου σώματος, παντὸς τοῦ τόνου τελείως ἐκλελυμένου τε καὶ ἀπολωλότος ἔῤῥιψιν εἶπεν, ὥστε μὴ ταὐτὸν εἶναι τὸ ἐῤῥίφθαι τῷ κατακεῖσθαι, ἀλλ’ ὃν ἔχει λόγον τὸ καταπίπτειν πρὸς τὸ κατακεῖσθαι. οὕτω κᾀπὶ τῶν ὀρνίθων ἕτερον μέν ἐστιν ἐπὶ γῆν καταπτῆναι, ἕτερον δὲ πεσεῖν ἐπὶ τὴν γῆν. τὸ μὲν γὰρ ἐνέργεια, τὸ δὲ πάθος. ὡσαύτως οὖν τούτοις ἐνέργεια μὲν ἡ κατάκλισίς ἐστι, πάθημα δὲ ἡ ἔῤῥιψις. πρὸς τί δή μοι ταῦτα λέγεται; ἵνα τοὺς ἐπηρκότας ἢ σκέλος ἢ χεῖρα, κᾄπειτα φυλάττοντας, ὡς ἔχουσι, μὴ δόξῃς ἀκινήτους εἶναι, μηδ’ ἂν ὅτι μάλιστα τυγχάνωσιν. ἕνα καὶ τὸν αὐτὸν ἀεὶ κατέχοντες τόπον. εἰ δ’ οὐ βούλει συγχωρῆσαι κίνησιν ὑπάρχειν τοῖς οὕτω διακειμένοις, ἀλλ’ ἐνέργειάν τε πάντως αὐτοῖς συγχωρήσεις ὑπάρχειν, καὶ διπλασίαν γε τὴν ῥώμην ταύτην τῆς ἁπλῆς ἐνεργείας. ἐν μὲν γὰρ ταῖς ἁπλαῖς ἓν γένος ἐνεργεῖ μυῶν, ἤτοι τῶν καμπτόντων, ἢ τῶν ἐντεινόντων τὸ κῶλον· ὅταν δὲ ἀποτείνας αὐτὸ διαφυλάττῃς, ἄμφω τὰ γένη τῶν μυῶν ἰσοσθενῶς ἐνεργεῖ. εἰ δὲ τούτου μνημονεύεις, ἀληθῆ παραφυλάττων εὑρήσεις ἀεὶ τὸν λόγον, ὅτι τῷ μηδεμίαν ἐπιχειροῦντι κινεῖσθαι κίνησιν οὐκ ἐγγίνεται τρόμος. ἀδυνάτου γάρ ἐστι καὶ ἀσθενοῦς κινήσεως σύμπτωμα. ὅθεν ὅτῳ κινεῖσθαι σώματι μηδόλως ὑπάρχει, παντί που δῆλον, ὡς οὐδὲ περὶ τὴν κίνησιν ἀσθενὲς καὶ ἀδύνατον ὑπάρξει. Παλμὸς δέ γε καὶ τοῖς ἀκινήτοις συμβέβηκε. καὶ γὰρ ὀφρὺς καὶ βλέφαρον καὶ ὀφθαλμὸς ἐπαίρονται πολλάκις ἄνευ βουλήσεως ἁπάσης. ἔνθα καὶ τοῦτό γε σαφῶς οἶμαι θεάσασθαι μεγάλην ἔχον μοῖραν εἰς ἐπίγνωσίν τε τοῦ πάθους τῆς φύσεως ἀκριβῆ τε διάκρισιν ἀπὸ τῶν τρεμόντων. αἱ μὲν γὰρ ἐν τοῖς παλλομένοις μέρεσιν ἐπάρσεις τε καὶ θέσεις φαινόμεναι διατάσεις εἰσί τινες τῶν σωμάτων, οἷα πληρουμένων αὖθίς τε πάλιν κενουμένων συνιζήσεις· αἱ δὲ ἐπὶ τῶν τρεμόντων ὅλου τοῦ κώλου κινήσεις εἰσὶ, ποτὲ μὲν εἰς τὸ κάτω ῥέποντος, αὖθις δ’ ἄνω φερομένου, διαστέλλεται  δὲ οὐδὲν, οὐδὲ συστέλλεται. διὰ τοῦτο τρέμει μὲν ὅλον τὸ μέρος, ὁπόταν τι δρᾷν ἐπιχειρῶμεν, οὐδενὸς ἀκινήτου τῶν ἐν αὐτῷ μένοντος· ἀλλ’ ὁμοίως μὲν οἱ μύες, ὁμοίως δὲ τούτοις ἀρτηρίαι καὶ νεῦρα καὶ φλέβες καὶ αὐτὰ τὰ ὀστᾶ καὶ τὸ δέρμα ποτὲ μὲν ἄνω φέρεται, ποτὲ δὲ κάτω. πάλλεται δὲ οὐ πάντα. νεῦρον γοῦν, ἢ ὀστοῦν, ἢ χόνδρον, ἤ τι τοιοῦτον ἕτερον οὐκ ἂν ἴδοις ποτὲ παλλόμενον. οὐ γὰρ ἔχει κοιλίαν, ἧς ἐν μέρει διαστελλομένης τε καὶ συστελλομένης, ἐπαίρεσθαι μὲν, ὅταν διαστέλληται, συμπίπτειν δὲ, ὅταν συστέλληται, τοῖς μέρεσιν ὑπάρξει. ἀλλ’ εἴτε μυῶν ἐστι πάθος μόνον ὁ παλμὸς, ὡς Ἡρόφιλος ἐνόμιζεν, ἤ καὶ τοῦ δέρματος, ἢ ἀρ τηριῶν, ὡς ὑπελάμβανε Πραξαγόρας, αὖθις τοῦτο σκεψόμεθα. τῇ γὰρ παρὰ τῇ τοῦ πεπονθότος τόπου ζητήσει οἰκειοτέρα ἡ σκέψις. τὸ δέ γε νῦν εἶναι τοσοῦτον λαβόντες εἰς τὸ πρόσθεν ἴωμεν, ὅτι διάστασις μέν τίς ἐστι καὶ συνίζησις παρὰ φύσιν ὁ παλμὸς, ἀκούσιος δὲ κίνησις ἄνω τε καὶ κάτω τῶν μερῶν ἐναλλὰξ φερομένων ὁ τρόμος. ἔστι δὲ οὐ ταὐτὸν οὔτε τῷ ἄνω φέρεσθαι τὸ διαστέλλεσθαι οὔτε τῷ κάτω τὸ συστέλλεσθαι. τὰ μὲν γὰρ ἄνω καὶ κάτω φερόμενα, τὸν πρότερον ἀπολείποντα τόπον, εἰς ἕτερον μεθίσταται· τὰ διαστελλόμενα δὲ καὶ συστελλόμενα, τὴν ἀρχαίαν ἕδραν φυλάττοντα, τὸ μὲν ἐπιλαμβάνει τοῦ πέριξ χωρίου, τὸ δὲ ἀπολείπει. ὥστε τὸ κινεῖσθαι μὲν ἀμφοτέροις κοινὸν, ὅσα τε διαστέλλεται καὶ συστέλλεται, καὶ μέν τοι καὶ ὅσα κάτω τε καὶ ἄνω φέρεται· ἴδιον δὲ τοῖς μὲν ἐλάττονα τόπον ἤ πλέονα κατειληφέναι, τὸν ἐξ ἀρχῆς οὐκ ἀπολείπουσι· τοῖς δὲ ἀεὶ τοὺς τόπους ἀμείβειν, μή ποτε ἐν ταὐτῷ μένουσι. δεήσει δὲ, οἶμαι, κᾀνταῦθά μοι διορισμοῦ πρὸς τὸ πάντῃ τὸν λόγον ἀληθεύειν. πολλάκις γὰρ ἤδη, πλεόνων ἅμα μυῶν ἤ τινος ἑνὸς μεγάλου σφοδρῶς παλλομένου, συνεπαίρεται μὲν διαστελλομένοις αὐτοῖς τὸ κῶλον, αὖθις δὲ καταπίπτει συστελλομένοις. ἐνθάδε τὴν ἀκούσιον ἔπαρσίν τε καὶ θέσιν τοῦ κώλου τρόμον οὐ χρὴ καλεῖν. ὄψει τε γὰρ σαφῶς τοὺς παλλομένους μύας, οἷς κινεῖται τὸ κῶλον, αὐτή τε ἡ κίνησις οὐχ οἵα τοῖς τρέμουσιν. ἐπὶ μὲν γὰρ τῶν διὰ τοὺς παλλομένους μῦς ἐν κινήσει τὸ κῶλον ὅλον ἰσχόντων ἰδίοις καὶ αἰσθητοῖς πέρασιν ἑκατέρα τῶν κινήσεων περιγράφεται· τῶν δὲ τρεμόντων τὸ πάθος οὐ τοιοῦτον, ἀλλὰ τῆς ἑτέρας κινήσεως ἔτ’ ἀρχομένης, ὡς ἄν τις φαίη, τὴν ἐναντίαν αὐτῇ συνάπτουσαν εὑρήσεις, ὥστε ἀεὶ μὲν τὴν ἄνω φορὰν ἐκδέχεσθαι τὴν κάτω, ταύτην δ’ ὑπ’ ἐκείνης πάλιν κωλύεσθαι συνεχῶς, ἀτελευτήτου μὲν ἀεὶ τῆς ἄνω φορᾶς, ἀτελευτήτου δὲ τῆς κάτω ῥοπῆς ὑπαρχούσης. τάδε μέν σοι τῶν παθῶν τὰ γνωρίσματα καὶ τοῖσδε τοῖς συμπτώμασιν ἀλλήλων διαφέρει. τόπον δὲ πάσχοντα καὶ τὸ ποιοῦν αἴτιον ἐφεξῆς ἂν εἴη σκοπεῖσθαι. πνεῦμα παχὺ καὶ ἀτμῶδες οὐκ ἔχον διέξοδον αἴτιον εἶναί φημι παλμῶν. ἀθροίζεσθαι δὲ τοῦτό φημι χρῆναι κατά τινα κοιλότητα μὴ κομιδῆ μικρὰν, εἰ μέλλει τὴν διάστασιν αἰσθητὴν ἕξειν τὸ μέρος. εἴρηται μὲν δὴ τὸ πᾶν ἐν κεφαλαίῳ. δεῖ δέ σε τῶν ἀποδείξεων ἔτι πνευματικὴν μὲν εἶναι τὴν οὐσίαν τῷ αἰτίῳ τιθέναι, διὰ τὸ τάχος τῆς κινήσεως καὶ τῆς γενέσεως καὶ τῆς λύσεως. τί γὰρ οὕτω ῥᾳδίως ἀθροίζεσθαί τε καὶ κενοῦσθαι δυνατὸν ἄλλο πλὴν πνεύματος; ἔστι μὲν γὰρ τὰ συντιθέντα τὸν ἄνθρωπον, ὡς Ἱπποκράτης ἐδίδασκεν ἡμᾶς, στερεὰ, ὑγρὰ, καὶ πνεύματα. μέμνηται δέ πως αὐτῶν ὧδε, τὰ ἴσχοντα λέγων, καὶ τὰ ἐνισχόμενα, καὶ τὰ ἐνορμῶντα· ἴσχοντα μὲν τὰ στερεὰ καλῶν, περιέχει γὰρ καὶ ἀποστέγει τὰ ὑγρά· ἐνισχόμενα δὲ, τὰ ὑγρὰ, περιέχεται γὰρ ὑπὸ τῶν στερεῶν· ἐνορμῶντα δὲ τὰ πνεύματα, πάντῃ γὰρ ἐξικνεῖται τοῦ σώματος ἐν ἀκαρεῖ χρόνῳ ῥᾳδίως τε καὶ ἀκωλύτως. ταχεῖαν οὖν κένωσιν, ἢ πλήρωσιν, ἢ διάστασιν, ἢ συνίζησιν, ἢ θέσιν, ἤ ἔπαρσιν, ἤ τινα ἄλλην κίνησιν οὐδὲν ἂν τῶν ἁπάντων ἐργάσαιτο πλὴν πνεύματος. ὥστε καὶ παλμῶν αἰτία οὐσία μὲν τὸ πνεῦμα, ποιότης δὲ τῆς οὐσίας ὑγρότης ἐστὶ καὶ παχύτης, ὡς ὀλίγῳ πρόσθεν ἐλέγομεν, ἡνίκα παχὺ καὶ ἀτμῶδες ὠνομάσαμεν αὐτό. εἰ γὰρ αἰθερῶδες εἴη καὶ λεπτὸν καὶ καθαρὸν, ἀκωλύτως διεξερχόμενον οὔτε πληρώσει ποτὲ οὔτε κενώσει τὰ μέρη. τὸ δὲ παχύτερον ἢ κατὰ τοὺς πόρους τῶν σωμάτων, ἐν οἷς ἀθροίζεται, στεγόμενον ἐντὸς, εἰ μὲν ἔχοι κοιλότητα τὸ σῶμα, ταύτην πληρῶσαν ἤγειρέ τε καὶ διέστειλε τὸ περιέχον· εἰ δ’ οὐκ ἔχοι, μεταξὺ δυοῖν ἀθροιζόμενον σωμάτων ἀπὸ θατέρου θάτερον ἀφίστησιν, ἐπίκτητον ἑαυτῷ κοιλίαν ἐργαζόμενον. οὗτος μὲν ὁ τρόπος ὁ δεύτερος εἰρημένος καὶ περὶ τὸ δέρμα παλμοὺς ἐργάζεται πολλάκις, οὐκ αὐτοῦ τοῦ δέρματος ἐν ἑαυτῷ κοιλότητά τινα κεκτημένου, ἀλλ’ ἐν τῷ μεταξὺ τοῦ δέρματος καὶ τῶν ὑποκειμένων σωμάτων ἀθροίζεται τηνικαῦτα τὸ πνεῦμα. ὁ δὲ τρόπος ὁ πρότερον εἰρημένος ἐν μυσὶ μάλιστα γίνεται. κοιλότητες γὰρ ἐν τούτοις εἰσὶ πολλαί τε καὶ σμικραί. Πραξαγόρας δὲ καὶ ταῖς ἀρτηρίαις ἀνατίθησι σφυγμὸν, ὥσπερ ἀμέλει καὶ παλμὸν καὶ τρόμον καὶ σπασμὸν ἀρτηριῶν πάθη· καὶ σφυγμὸν μὲν ἐν τῷ κατὰ φύσιν ἔχειν· παλμὸν δὲ καὶ τρόμον καὶ σπασμὸν ἀλλήλων μὲν διαφέρειν μεγέθει, κινήσεις δὲ εἶναι παρὰ φύσιν. ὅτι δὲ οὐκ ὀρθῶς ἐγίνωσκε μόναις ἀρτηρίαις ἀναφέρων τὸν παλμὸν, οὐ χαλεπὸν ἐξελέγξαι. σαφῶς γὰρ ἔστιν ἰδεῖν πολλάκις καὶ τὸ δέρμα παλλόμενον καὶ τοὺς μῦς, οὐδεμιᾶς κατὰ τὸν τόπον  ἀρτηρίας οὔσης, ἢ εἰ καὶ τυγχάνει τις οὖσα, κομιδῆ μικρᾶς ὑπαρχούσης, ὡς ἄν τινα φανερῶς γνῶναι δύνασθαι, τὴν τοσαύτην διάστασιν οὐκ εἶναι κατὰ τὸ τῆς ἀρτηρίας μέγεθος. εἰ δὲ ὀρθῶς ἔνιοι τοῖς μυώδεσι σώμασι μόνοις ἀνατιθέασι τὸν παλμὸν, τοῦτό μοι δοκεῖ μᾶλλον ἄξιον ἐπισκέψεως εἶναι. ἐγὼ μὲν γὰρ καὶ πάνυ νομίζω σαφῶς τὴν ἀρτηρίαν οὐ μόνον παλμῶδες ἀλλὰ καὶ σπασμῶδές τι πολλάκις ἐμφαίνουσαν εὑρίσκειν, ὥσπερ καὶ ἄλλοι τῶν περὶ τοὺς σφυγμοὺς δεινῶν ὁμολογοῦσιν. ἀλλὰ περὶ μὲν τούτου μακρότερός τε ὁ λόγος ἐστὶ κᾀν τοῖς περὶ σφυγμῶν εἴρηται. κατὰ δὲ τὸ δέρμα μόνον ἐναργῶς φαίνονται παλμοὶ γινόμενοι πολλοῖς τῶν ἀνθρώπων οὐκ ὀλιγάκις, ὅταν ἀτμῶδες πνεῦμα κατά τι μόριον αὐτοῦ γεννηθὲν ἴσχηταί τε καὶ βραδύνῃ κατὰ τὴν διέξοδον. οὕτω δὲ κᾂν ἐν μυσὶν ἢ ἄλλῳ τινὶ σώματι φυσῶδες πνεῦμα πλεονάσῃ, κατ’ ἐκεῖνο παλμὸν ἐργάζεται. ὅτι δὲ πνεῦμα παχὺ καὶ ὁμιχλῶδες ἢ ἀχλυῶδες ἢ φυσῶδες, ἢ ὅπως ἂν ὀνομάζειν ἐθέλῃς, αἴτιον γίνεται παλμοῦ, καὶ διὰ τοῦτο τῶν ἡλικιῶν αἱ ψυχρότεραι παλμῷ εὐάλωτοι, καὶ φύσις σώματος ἡ ψυχροτέρα, καὶ χωρία ψυχρὰ, καὶ ὥρα τοῦ ἔτους ἡ χειμερινὴ, καὶ βίος ἀργὸς ἐν πλησμοναῖς τε καὶ μέθαις, ἐδέσματά τε ψυχρὰ καὶ φυσώδη, καὶ πάνθ’ ἁπλῶς, ὅσα τὸ σῶμα καταψύχει· τὰ δ’ ἐναντία τῶνδε καθαιρετικά ἐστιν αὐτίκα τῶν παλμῶν. τὰ μὲν γὰρ θερμαίνοντα λεπτύνει τε τὸ πνεῦμα καὶ τὰ σώματα τίθησιν ἀραιὰ καὶ μαλακά· τὰ δὲ ψύχοντα πυκνοῖ μὲν καὶ συνάγει καὶ μύειν ἀναγκάζει τῶν σωμάτων τοὺς πόρους, παχύνει δὲ καὶ πήγνυσι καὶ θολερὸν ἀποδείκνυσι τὸ πνεῦμα. ῥᾳδίως οὖν ἴσχεται, διαπνεῖσθαι μὴ δυνάμενον, τῷ θ’ ἑαυτοῦ πάχει καὶ τῇ τῶν περιεχόντων αὐτὸ σωμάτων πυκνότητι. τὰ δὲ θερμαίνοντα πάλιν ἐξ ὑπεναντίου τοῖς ψύχουσι χέοντα καὶ χαλῶντα καὶ διανοίγοντα τῶν σωμάτων τοὺς πόρους, αὐτό τε τὸ πνεῦμα λεπτύνοντα καὶ πρὸς τὴν κίνησιν ἐπεγείροντα ῥᾳδίως, οὕτω καὶ εὐπετεῖς αὐτῷ τὰς διεξόδους ἐργάζεται. διὰ τοῦτο καὶ τὰ ἰάματα τῶν παλμῶν οἱ παλαιοὶ τῶν ἰατρῶν ἐξεῦρον, ὅσα λεπτύνειν τε καὶ θερμαίνειν δύναται, οἷά ἐστι τά τε δι’ εὐφορβίου, καὶ πυρέθρου, καὶ λι μνησίας, καὶ θείου, καὶ πεπέρεως, ὅσα τε ἄλλα τοιαῦτα συγκείμενα φάρμακα, καὶ τῶν ὑδάτων δὲ τὰ γῆθεν ἀνιόντα θερμὰ, καὶ τούτων μάλιστα τὰ νιτρώδη τε καὶ θειώδη, καὶ ἀσφαλτώδη τε ταῦτα ἐπαινοῦσι. χρῶνται δὲ καὶ θαλάττῃ, θερμαίνοντες αὐτὴν, καὶ ἅλμῃ, εἰ θάλαττα μὴ παρείη. καὶ πίνειν διδόασι τὰ θερμαίνοντα φάρμακα, καὶ μάλιστ’ αὐτῶν τὰ διὰ καστορίου συγκείμενα· τοῦτο μέν γε καὶ ἔξωθεν ἐπιτιθέμενον, οὐ μόνον πινόμενον, ἀγαθὸν φάρμακον, ὡς ἂν ἐκθερμαίνειν τε ἅμα καὶ λεπτύνειν καὶ ξηραίνειν ἀκριβῶς δυνάμενον. παλμοῦ μὲν δὴ παντὸς ἡ γένεσις ἐν τῷ ψυχρῷ, τρόμου δ’ οὐδὲ μία πρόφασις, οὐδὲ τὸ ψυχρὸν αἴτιον· ἀλλ’ ἡ μὲν διάθεσις ἀῤῥωστία τῆς κινούσης τὸ σῶμα δυνάμεως, τῆς δ’ εἰς τοῦτο ἄγειν αἰτίας δυναμένης οὐχ ἓν εἶδος, ἀλλ’ ἤτοι τροφῆς ἀπορίᾳ, καθάπερ ἐν χολέραις καὶ ῥεύμασι κοιλίας ἰσχυροῖς καὶ σφοδραῖς αἱμοῤῥαγίαις καὶ τοῖς ἀποκαρτεροῦσιν, ἢ λυθέντος τοῦ ζωτικοῦ τόνου, καθάπερ ἐν στομαχικαῖς καὶ καρδιακαῖς ἐκλύσεσιν, ἢ βιαίας καὶ σφοδρᾶς ψύξεως καταλαμβανούσης ἢ πλήθους αὐτὴν οἷον φορτίου βαρύνοντος, ἄῤῥωστος εἰς τὰς κινήσεις γίνεται. ὅθεν οὐδὲ τῶν ἰαμάτων ἓν εἶδος τοῖς τρέμουσιν, ὥσπερ γε τοῖς παλλομένοις, ἀλλ’ εἰ μὲν ὑπὸ καταψύξεως τρέμοιεν, τὸ θερμὸν ἴαμα αὐτοῖς ἐστιν. ὡς ὅσοι γε χειμῶνος ὁδοιποροῦντες, εἶτα ἐν κρύει καρτερῷ καταληφθέντες ἡμιθνῆτές τε καὶ τρομώδεις οἴκαδε παρεγένοντο, ῥᾷστα τοῦ πάθους ἀπηλλάγησαν ἐκθερμανθέντες. ὁμοίως τούτοις ἰώμεθα καὶ τοὺς ἐπὶ πυρετῶν καταβολαῖς ψυχούσαις ῥιγοῦντάς τε καὶ τρέμοντας. εἰ δὲ διαφορούμενοι γίνοιντο τρομώδεις, ὡς ἐν ἐκλύσεσι καρδιακαῖς τε καὶ στομαχικαῖς, τὸ θερμαίνειν τούτους κακῶν ἔσχατον, αὐτὸ γὰρ τοὐναντίον ἐν τοῖσδε πυκνῶσαι χρὴ τὴν ἐπιφάνειαν, ὅσα ψύχει καὶ στύφει καὶ συνάγει τοὺς πόρους προσφέροντας, οὐχ ὅσα θερμαίνει καὶ χαλᾷ καὶ ἀναπεπταμένους ἐργάζεται. εἰ δ’ ἀπορίᾳ τροφῆς ὡς ἐν τοῖς ἀποκαρτεροῦσιν ἢ ὑπερκενωθεῖσιν οἱ τρόμοι γίνοιντο, τούτῳ μὲν οὐδὲ λόγου δεῖ, παντὶ γὰρ δῆλον τοῦτο, ὡς τροφῆς οὗτοί γε χρῄζουσιν. ὅσοι δὲ διὰ πλῆθος ὑγρῶν βεβαρημένης τῆς δυνάμεως τρέμουσιν, αἱ κενώσεις ἰάματα τούτοις. καθάπερ που καὶ Ἱπποκράτης διδάσκει λέγων· Ἐστυμάργεω οἰκέτις, ᾗ οὐδὲ αἷμα ἐγένετο, ὡς ἔτεκε θυγατέρα, ἀπέστραπτο δὲ στόμα τῆς μήτρας, καὶ ἐς ἰσχίον καὶ ἐς σκέλος ὀδύνη, παρὰ σφυρὸν φλεβοτομηθεῖσα, ἐῤῥῄισε, καί τοι τρόμοι τὸ σῶμα πᾶν κατεῖχον. ἀλλ’ ἐπὶ τὴν πρόφασιν δεῖ ἐλθεῖν καὶ τῆς προφάσεως τὴν ἀφορμήν. γυναίου μέμνηται μετὰ τόκον οὐ καθαρθέντος τὴν λεγομένην τὰ δεύτερα λοχείαν κάθαρσιν, εἶτα τρομώδους γενομένου. τοῦτό, φησιν, ἰασάμην φλεβοτομήσας ἀπὸ σφυροῦ, καί τοι τρόμοι τὸ σῶμα πᾶν εἶχον. τί δὴ ἕτερον αἰνίττεται ἐνταῦθα, ἢ ὅτι ἕτερος οὐκ ἂν ἐφλεβοτόμησε; ψυχρὸν γὰρ εἶναι πεπίστευται τὸ πάθος ὁ τρόμος, τὸ δ’ αἷμα θερμόν. οὔκουν ἐτόλμησεν ἄν τις αἵματος κενοῦν ἐν πάθει θερμαίνεσθαι δεομένῳ. ἀλλ’ ἐγώ, φησιν, ἐτόλμησα, καὶ διδάσκει καὶ διὰ τί. ἀλλ’ ἐπὶ τὴν πρόφασιν δεῖ ἐλθεῖν καὶ τῆς προφάσεως τὴν ἀφορμήν. τὸ ἐνοχλοῦν, φησιν, ἠπιστάμην καὶ τοῦ ἐνοχλοῦντος τὴν αἰτίαν. τὸ μὲν οὖν ἐνοχλοῦν ἦν αἵματος πλῆθος, αἰτία δὲ αὐτοῦ τῆς μήτρας ἡ πρὸς τὸ ἰσχίον ἔγκλισις, δι’ ἣν οὐκ ἐκαθάρθη τὸ γύναιον. ὅπερ οὖν ἐχρῆν αἷμα κενωθῆναι, μὴ κενούμενον, ἀλλ’ ἐν τῷ σώματι πλανώμενον, ἄχθος ἦν τῇ φύσει, ὅθεν ἐπιγνοὺς  τοῦ τρόμου τὴν μὲν πρόφασιν αἵματος πλῆθος, ἀφορμὴν δὲ τῆς προφάσεως τῆς μήτρας τὸ πάθος, εἶτα τοῦ μὲν πλήθους ἐνδειξαμένου τὴν κένωσιν, τοῦ πεπονθότος δὲ μέρους τὸν τόπον δι’ οὗ χρὴ κενῶσαι, συνθεὶς ἄμφω ταῦτα, τὴν ἀπὸ τοῦ σφυροῦ φλεβοτομίαν μὲν ἐποιήσατο, φλεβοτομίαν μὲν ὅτι κενοῦν αἷμα ἐβούλετο, ἀπὸ σφυροῦ δὲ, μήτρα γὰρ ἐπεπόνθει. ὅτι μὲν οὖν αἵματος πλεονάζοντος φλεβοτομεῖν χρὴ, δῆλον οἶμαι παντὶ, τὸ γὰρ αἷμα ἐν φλεψὶ περιέχεται· ὅτι δὲ μήτρας πασχούσης περὶ σφυρὸν ἢ κατ’ ἰγνύην χρὴ τέμνειν, εἰ μὴ πρότερον ἐξ ἀνατομῆς διδάξαιμι τὰς κοινωνίας τῶν φλεβῶν, οὐκ ἂν ἕπεσθαι δύναιο τῷ λόγῳ. ἄλλη γὰρ ἄλλῳ μέρει τοῦ σώματος κοινωνεῖ φλὲψ, καὶ χρὴ διὰ τῶν κοινῶν ἀεὶ τὰς κενώσεις ποιεῖσθαι, ὡς εἴ γε τὰς μηδὲν κοινωνούσας τῷ πεπονθότι μέρει φλέβας ἐντέμοις, οὔτε τὸ πεπονθὸς ἰάσῃ, καὶ βλάψεις ἀεὶ τὸ ὑγιές. ἀναγκαῖον οὖν ἀεὶ φαίνεται τῷ μέλλοντι καλῶς ἰᾶσθαι τὴν αἰτίαν ἐπίστασθαι, δι’ ἣν γίνεται τὸ πάθος. ἀλλὰ περὶ μὲν αἰτίας τρόμου ἱκανὰ ταῦτα. πεπονθὼς δὲ τόπος εἷς οὐδείς ἐστιν ἐξ ἀνάγκης ἐν τρόμοις, καὶ μέμφομαί γε ἐνταῦθα Πραξαγόρᾳ καὶ Ἡροφίλῳ, τῷ μὲν ἀρτηριῶν πάθος εἰπόντι τὸν τρόμον, Ἡροφίλῳ δὲ φιλοτιμουμένῳ δεῖξαι περὶ τὸ νευρῶδες αὐτὸ γένος ἀεὶ συνιστάμενον. ὁ μὲν οὖν Πραξαγόρας πόῤῥω τοῦ ἀληθοῦς ἥκει· ὁ δὲ Ἡρόφιλος ἠπατήθη τὸ τῆς δυνάμεως πάθος ἀναφέρων τοῖς ὀργάνοις. ὅτι μὲν γὰρ τὸ νευρῶδες γένος, οὐ τὸ ἀρτηριῶδες, ὑπηρετεῖ ταῖς κατὰ προαίρεσιν κινήσεσιν, ὀρθῶς ἐγίνωσκεν· ὅτι δὲ οὐκ αὐτὸ τὸ σῶμα τῶν νεύρων αἴτιον κινήσεως, ἀλλὰ τοῦτο μὲν ὄργανον, ἡ κινοῦσα δ’ αἰτία ἡ διήκουσα δύναμις διὰ τῶν νεύρων ἐστὶν, ἐνταῦθα μέμφομαι αὐτῷ μὴ διορίσαντι δύναμίν τε καὶ ὄργανον. εἰ γὰρ διώρισεν, εὐθὺς ἂν ἔγνω διότι βλαβήσεται τοὖργον οὐκ ὀργάνων μόνων, ἀλλὰ καὶ δυνάμεων πάθει. ἐπὶ μὲν οὖν τῶν τεθνεώτων οὐδὲν οὔτε τὰ νεῦρα πέπονθεν οὔθ’ οἱ μύες, ὅσα πάθη πάσχειν αὐτὰ νομίζουσιν Ἡρόφιλός τε καὶ Πραξαγόρας· ἀπολέλοιπε δ’ αὐτῶν πᾶσα κίνησις εὐθὺς ἅμα τῇ ψυχῇ, μύες δὲ καὶ νεῦρα ταύτης ὄργανα. οὔκουν μυὸς οὐδὲ νεύρου τὸ κινεῖν, ἀλλὰ ψυχῆς. οὐδὲ γὰρ αὐλῶν ἔργον ἡ αὔλησις, οὐδὲ κιθάρας ἡ κιθάρισις· ἀλλ’ αὔλησις μὲν ἔργον αὐλητοῦ δι’ ὀργάνων αὐλῶν, κιθάρισις δὲ τοῦ μουσικοῦ, τὸ δ’ ὄργανον ἡ κιθάρα. διαφθαρήσεται δὲ καὶ αὔλημα καὶ κιθάρισις πολλάκις μὲν διὰ τοὺς τῶν ἔργων δημιουργοὺς, ἔσθ’ ὅτε δὲ διὰ τὴν τῶν ὀργάνων οἷς χρῶνται βλάβην. οὕτω δὲ καὶ κινήσεως ἐν τῷ ζώῳ τῆς κατὰ προαίρεσιν ὁ μὲν οὖν δημιουργὸς καὶ τεχνίτης ἡ διοικοῦσα τὸ ζῶόν ἐστι δύναμις, τὰ δὲ ὄργανα νεῦρα καὶ μύες. καὶ τὸ μὴ κινεῖσθαι τοιγαροῦν καὶ τὸ κακῶς κινεῖσθαι γένοιτ’ ἂν ἢ διὰ τῶν ὀργάνων τὸ πάθος, ἢ διὰ τὴν χρωμένην τοῖς ὀργάνοις δύναμιν. παλμοὶ μὲν οὖν καὶ σπασμοὶ καὶ παραλύσεις ὀργάνων βλάβαι, τρόμοι δὲ δυνάμεως ἀῤῥωστούσης πάθη.