ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΡΟΜΟΥ ΚΑΙ ΠΑΛΜΟΥ ΚΑΙ ΣΠΑΣΜΟΥ ΚΑΙ ΡΙΓΟΥΣ ΒΙΒΛΙΟΝ. Ἐπειδὴ Πραξαγόρας ὁ Νικάρχου, τά τε ἄλλα τῆς ἰατρικῆς ἐν τοῖς ἀρίστοις γενόμενος ἔν τε τοῖς περὶ φύσιν λογισμοῖς δεινότατος, οὐκ ὀρθῶς μοι δοκεῖ περί τε σφυγμοῦ καὶ παλμοῦ καὶ σπασμοῦ καὶ τρόμου γινώσκειν, ἀρτηριῶν μὲν ἅπαντα νομίζων εἶναι πάθη, διαφέρειν δὲ ἀλλήλων μεγέθει· διὰ τοῦτο ἔδοξέ μοι κοινῇ περὶ πάντων αὐτῶν ἐν τῷδε τῷ γράμματι διελθεῖν, οὐχ ἵνα ἐλέγξαιμι Πραξαγόραν ἐν οἷς σφάλλεται, τοῦτο μὲν γὰρ αὐτάρκως Ἡρόφιλος ἔπραξε, μαθητὴς αὐτοῦ γενόμενος, ἀλλ’ ἵν’ οἷς ὀρθῶς ἐκεῖνος ἔγραψε τὰ λείποντα προσθῶ. περὶ μὲν δὴ τοῦ σφυγμοῦ, τί ποτ’ ἔστι καὶ καθ’ ὅντινα τρόπον γίνεσθαι πέφυκεν, ἔν τε τῇ περὶ σφυγμῶν πραγματείᾳ δέδεικται καὶ νῦν εἰρήσεται τοσοῦτον, ὅσον ἂν εἰς τὰ προκείμενα χρήσιμον εἶναι φαίνηται. περὶ δὲ τῶν ἄλλων ἐν τῷδε τῷ πράγματι δίειμι, τὴν ἀρχὴν ἐνθένδε ποιησάμενος. Αἰσθηταὶ κινήσεις ἐν τοῖς τῶν ζώων σώμασιν, ὁπόταν ὑγιαίνωσι, διτταὶ τῷ γένει φαίνονται· καθ’ ὁρμὴν μὲν ἢ κατὰ προαίρεσιν, ἢ ὅπως ἂν ὀνομάζειν ἐθέλωσιν οἱ τὰ μὲν τοιαῦτα δεινοὶ, τῆς δὲ τῶν πραγμάτων ἐπιστήμης ἀμελοῦντες, αἱ διὰ νεύρων τε καὶ μυῶν γινόμεναι, καὶ ταύτας ἔθος ἐστὶ τοῖς ἰατροῖς ὀνομάζειν προαιρετικὰς ἐνεργείας· ἕτεραι δὲ κινήσεις εἰσὶν ἐν τοῖς τῶν ζώων σώμασιν αἱ κατὰ τὰς ἀρτηρίας τε καὶ τὴν καρδίαν, ἃς προσαγορεύουσι ζωτικὰς, ὄντος καὶ ἄλλου τρίτου γένους κινήσεων ἐν ταῖς φλεψὶν, οὐκ αἰσθητοῦ, ὑπὲρ ὧν οὐδὲν ἐν τῷ παρόντι δέομαι λέγειν. ἀλλ’ ἥ γε διὰ τῶν μυῶν τε καὶ τῶν νεύρων γινομένη, καθ’ ἣν καὶ τὰς χεῖρας καὶ τὰ σκέλη κινοῦμεν, ἐν τρόμοις καὶ σπασμοῖς καὶ ῥίγεσι νοσώδεσιν, ἐνίοτε δὲ καὶ τοῖς παλμοῖς φαίνεται. πάντα γὰρ τὰ τοιαῦτα παθήματα πλημμελεῖς κινήσεις εἰσὶ τῶν αὐτῶν ὀργάνων, ἀφ’ ὧν ὑγιαινόντων αἱ καθ’ ὁρμὴν ἐπιτελοῦνται κινήσεις.