Εἰ δέ τις ἀληθείας μὲν οὐ πεφρόντικεν, ἐξαπατᾷν δὲ βούλεται τοὺς πέλας, ὅτι εἴη γνούς τι σοφὸν, ἕτοιμεν τούτῳ, κᾂν εἰ μηδὲν ἄλλο, τὰ γοῦν Ἐρασιστράτου κατὰ τὸ πρῶτον ὑγιεινῶν αὐτὸν μαθεῖν· ἐν ἄλλῳ μὲν γὰρ οὐδὲ ἐπεχείρησε πλήθους εἰπεῖν σημεῖα. προσχῶμεν οὖν αὐτοῦ τοῖς ῥήμασι, πρῶτον μὲν ἐν οἷς ἥ τίς ποτέ ἐστιν ἡ γένεσις τῆς πλη θώρας φησὶν, οὕτως γὰρ αὐτὸς ὀνομάζει τὸ κατὰ τὰς φλέβας πλῆθος, εἶθ’ ἑξῆς ἐν οἷς τὰ σημεῖα τῆς διαγνώσεως ἐξηγεῖται. ἡ μέντοι γένεσις αὐτῷ τοιάδε. τῆς γὰρ ἀναδιδομένης τροφῆς μήτε καταπεττομένης, μήτε ἐκπονουμένης  κατὰ τὸ εἰθισμένον ἑκάστῳ, μήτε ἄλλως πως ἐκκρινομένης, ἀναγκαῖον ἦ πληροῦσθαι τὰ ἀγγεῖα, τῆς πέψεως καὶ τῆς ἀναδόσεως (καὶ) τὰς κατ’ αὐτὰς ἐνεργείας ἀποδιδουσῶν. καὶ τῆς μὲν προϋπαρχούσης τροφῆς ἐν τοῖς ἀγγείοις οὐδαμῶς καταναλισκομένης, τῆς δ’ ἀπὸ τῶν προσφερομένων ἐπιγιγνομένης, τὰ ἐν τῷ σώματι ἀγγεῖα καὶ ἐπὶ πλέον διατείνεται. ὅταν δὲ μηκέτι ἐπίσαξιν ἐπιδέχηται τὰ ἀγγεῖα, ἐπιφέρηται δὲ ἐκ τῆς κοιλίας ἑτέρα τροφὴ, ὁρμὴν λαμβάνει τὰ ὑπάρχοντα εἰς τὰ παρακείμενα τοῦ πνεύματος ἀγγεῖα. ἔκ τε οὖν τούτου δῆλον, ὅτι περὶ τοῦ κατὰ τὸ ἔγχυμα διαλέγεται πλήθους, ἔκ τε τοῦ καλεῖν αὐτὸ πληθώραν ἰδίως· τοῦτο γὰρ τὸ πάθος ὀνομάζεται πληθώρα μόνον, οὐ τὸ ἕτερον, ὃ πρὸς τὴν δύναμιν κρίνεται. μικρὸν δὲ διελθὼν ὑπὲρ τῆς διαγνώσεως αὐτοῦ, τάδε γράφει. δεῖ οὖν, καθάπερ εἴρηται, πειρᾶσθαι διαγινώσκειν τὴν κατὰ πληθώραν διάθεσιν. κατ’ ἀρχὰς μὲν οὖν αὐτῆς μετρίως πληρουμένων τῶν ἀγγείων, εὐτονώτεροί τε καὶ ἰσχυρότεροι ἑαυτῶν φαίνονται παρὰ τὸ εἰθισμένον· ἐπιπλέον δὲ πληρώσεως ἐρχομένων, παρεμπίπλανται βραχίονές τε καὶ κνῆμαι καὶ χεῖρες, ὥσπερ τοῖς ἀπὸ τῶν γυμνασίων εἰς διάτασιν ἐρχομένοις· ἐπὶ πολὺ δὲ τῆς πληθώρας προαγούσης, ἑλκώδεις τε καὶ βραδύτεραι καὶ δυσκινητότεραί εἰσι, καὶ ὅλη τοῦ σώματος ἡ ἁφὴ τείνεται, ὡς κόπου φαινομένου. πλησίον δὲ ἤδη νόσου ἡ τοιαύτη διάθεσις, ἐὰν μὴ πάνυ ἐπιδεξίως τε καὶ συνετῶς αὐτήν τις λύῃ. συνέχεεν ἐν τούτοις ὁ Ἐρασίστρατος ἑτερογενῶν πληθῶν γνωρίσματα μετὰ τοῦ καὶ προσγράφειν αὐτοῖς ἔνια τῶν οὐκ ἀναγκαίων. ἐπισκέψασθαι δὲ ἔστιν ἀπ’ ἀρχῆς αὐτοῦ τὸν λόγον. ἐν μὲν γὰρ τῷ, κατ’ ἀρχὰς μὲν οὖν αὐτῆς μετρίως πληρουμένων τῶν ἀγγείων, εὐτονώτεροί τε καὶ ἰσχυρότεροι ἑαυτῶν φαίνονται παρὰ τὸ εἰθισμένον, οὐδ’ ἑτέρωθεν ὁ λόγος ἀναγκαίαν ἔχει τὴν ἀκολούθησιν, οὔτε ἀπὸ τῆς διαθέσεως ἐπὶ τὰ γνωρίσματα αὐτῆς, οὔτε ἀπὸ τῶν γνωρισμάτων ἐπὶ τὴν διάθεσιν. οὔτε γὰρ ἀναγκαῖον, ἐπὶ τῶν ἀγγείων μετρίως πληρουμένων εὐτονωτέρους τε καὶ ἰσχυροτέρους ἑαυτῶν φαίνεσθαι, οὔθ’ ὅταν τοιοῦτοι φαίνωνται, μετρίως πεπλήρωνται τὰ ἀγγεῖα. ταῖς τε γὰρ τούτων μετρίαις πληρώσεσιν ἐνδέχεταί ποτε καὶ ἀτονωτέρους γίνεσθαί τινας, ἢ εἰς μηδὲν ἐπιφανὲς ἐπὶ μηδέτερα ὑπαλλάξαι, μήτε ἐπὶ ἰσχὺν μήτε ἐπ’ ἀσθένειαν· εἰ δὲ ἰσχυρότεροι γίνονται ἢ πρόσθεν, ἐγχωρεῖ τούτοις οὐ μόνον συνηυξῆσθαι τῇ δυνάμει τὸ πλῆθος τῶν χυμῶν, ἀλλὰ καὶ μεμειῶσθαί ποτε, καὶ τὴν ἐξ ἀρχῆς ἐνίοτε φυλάττειν ποσότητα. καθ’ ἑκατέραν γὰρ ὑπόθεσιν ἐγχωρεῖ τῷ πρῶτον λεχθέντι τριῶν ἀκολούθησιν εἷναι, τῷ μὲν ηὐξῆσθαι τοὺς χυμοὺς εὐτονίαν τε καὶ ἀτονίαν παρὰ τὴν ἔμπροσθεν κατάστασιν, ἔτι τε τὴν ἐπὶ τῶν αὐτῶν ὅρων μονὴν τῆς δυνάμεως· τῷ δ’ εὐτονώτερον γεγονέναι τό τε ηὐξῆσθαι καὶ τὸ· μεμειῶσθαι, καὶ τὸ συμμέτρους εἶναι τοὺς χυμούς. ἀκουέσθω δ’ ὡσαύτως κατὰ τὸν παρόντα λόγον, ἄν τε χυμοὺς εἴπω ἄν τε αἷμα· διορισθήσεται γὰρ ὑπὲρ αὐτῶν ἐν προήκοντι τῷ λόγῳ. Ἐρασίστρατος μὲν οὖν ἁπλῶς ἀπεφήνατο, μηδεμίαν ἀπόδειξιν οἷς εἶπε προσγράψας· ἡμεῖς δὲ οὐχ ἁπλῶς, ἀλλὰ σὺν ἀποδείξεσιν ἀναγκαίαις ἕκαστον ὧν εἴπομεν ἄρτι πιστούμενοι, τὴν ἀρχὴν κᾀνταῦθα πάλιν ἀπ’ αὐτῶν ποιήσομεν τῶν Ἐρασιστράτου ῥημάτων· εὐτονώτεροί, φησι, καὶ ἰσχυρότεροι φαίνονται. πότερον ἄλλό τι σημαίνει τὸ εὐτονώτεροι τοῦ ἰσχυρότεροι, καὶ δύο ἡμᾶς ἐδίδαξε σημεῖα τοῦ μετρίου πλήθους, ἢ δύο μὲν εἰπὼν ὀνόματα, σημεῖον δὲ ἕν; ἐγὼ δὲ οὐδεμίαν εὑρίσκω τοῦ σημαινομένου διαφορὰν, οὔτε κατὰ τὸ γένος οὔτε κατὰ τὸ εἶδος οὔτε ἐν τῷ μᾶλλον ἢ ἧττον, ἀλλ’ ὑφ’ ἑκατέρου σημαίνεσθαι νομίζω ταὐτόν. εἰ δὲ βούλει, τίθη τὸ ἕτερον ἐπίτασίν τε καὶ αὔξησιν ἐμφαίνειν παρὰ θάτερον, εἶτ’ οὖν τὸ ἰσχυρότεροι παρὰ τὸ εὐτονώτεροι, εἴτε τὸ εὐτονώτεροι παρὰ τὸ ἰσχυρότεροι· ἀλλ’ ὁμοειδές γε πάντως ἐπὶ τὸ σημαινόμενον ἐξ ἀμφοτέρων. ἔνθα δ’ αὔξησίς ἐστι, τοῦ εἴδους μένοντος, ἐνταῦθ’ οὐκ ἔστι διδασκαλία δυοῖν σημαινομένων. εὔδηλον δ’ ὅτι θατέρου γένους τοῦ πλήθους, ὃ πρὸς τὴν δύναμίν ἐστιν, οὐδὲ μέμνηται τὴν ἀρχὴν ὁ Ἐρασίστρατος, οὔτε οὖν κατὰ τοῦτο τὸ βιβλίον οὔτε ἐν τοῖς περὶ πυρετῶν. ἡ γὰρ πληθώρα παρεμπτώσεώς ἐστιν αἰτία κατ’ αὐτὸν, ἐφ’ ᾗ φλεγμοναί τε συνίστανται καὶ πυρετὸς ἕπεται· πληθώρας τε γένεσιν ἐναργῶς ἐδήλωσεν ἐν τῇ προγεγραμμένῃ ῥήσει, καθ’ ἣν ἐπισάττεσθαι τὰ ἐν τῷ σώματι ἀγγεῖα καὶ ἐπιπλεῖστον διατείνεσθαί φησι. τούτοις γὰρ αὐτὸς ἐχρήσατο τοῖς ῥήμασιν, ὥσπερ καὶ ὅτι διὰ τὸ μηκέτι δύνασθαι τὴν ἐπίσαξιν ἐπιδέχεσθαι, παρέμπτωσιν εἰς τὰς ἀρτηρίας γίνεσθαι τοῦ περιττοῦ, τὴν ὁρμὴν ἐκεῖσε λαβόντων τῶν πληθυνόντων κατὰ τὰς φλέβας. παραλέλειπται μὲν οὖν τι κᾀνταῦθα κατὰ τὴν διαίρεσιν. οὐ γὰρ οὕτως ἁπλῶς ἐχρῆν εἰπεῖν, ὅταν μηκέτι ἐπίσαξιν αἱ φλέβες δέχωνται, τὴν ὁρμὴν γίγνεσθαι τῶν ἐν αὐταῖς εἰς τὰ τοῦ πνεύματος ἀγγεῖα· πολλῷ δ’ ἦν βέλτιον φάναι, δυοῖν θάτερον ἕπεσθαι τῇ προειρημένῃ πληρώσει τῶν φλεβῶν, ἤτοι ῥῆξιν αὐτοῦ χιτῶνος ἢ μετάχυσιν τοῦ αἵματος εἰς τὰ τοῦ πνεύματος ἀγγεῖα. τὸ δ’ ἐξ ἀνάγκης οἴεσθαι μὲν μεταχεῖσθαι τὸ αἷμα διὰ τὸ μὴ χωρεῖσθαι πρὸς τῶν φλεβῶν; ἐπιλελησμένου παντάπασίν ἐστιν, ὡς γίγνεταί ποτε ῥῆξις ἀγγείου διὰ πλῆθος, ἵνα παραλίπω τὴν ἄνευ μεταχύσεως ἀναστόμωσιν ἐναργῶς πολλάκις εἰς αἰσθητὰς εὐρυχωρίας γιγνομένην ἐντέρων καὶ γαστρὸς καὶ στομάχου καὶ φάρυγγος καὶ στόματος. ἀλλὰ τὸ μὲν ἐν τῇ διαιρέσει τῶν λόγων  ἐλλιπὲς οὐκ ἐν τούτῳ μόνον Ἐρασιστράτῳ σύνηθες, ἀλλὰ καὶ κατ’ ἄλλα συντάγματα σχεδὸν ἅπαντα. Τὸ δ’ οὖν εἰρημένον, ὁποῖόν ποτ’ ἂν ᾖ, πάλιν ἐπισκεψώμεθα. πληρουμένων τῶν ἀγγείων μετρίως, ἑαυτῶν εὐτονώτεροι φαίνονται. πότερον ὦ Ἐρασίστρατε κᾄν μηδὲ συναύξηται τῷ πλήθει τοῦ αἵματος ἡ ῥώμη τοῦ σώματος, ἢ καὶ αὐτῆς συναυξανομένης; ἐγὼ μὲν γὰρ ἀναγκαιότατον εἶναί φημι πρὸς τὴν εὐτονίαν τῆς ἐνεργείας καὶ τὴν ῥώμην τῆς δυνάμεως αὐξάνεσθαι. καὶ οὕτως δὲ, εἰ τῇ τοῦ αἵματος αὐξήσει μόνον, τῆς δυνάμεως τὰς ἐνεργείας ἰσχυροτέρας γένεσθαι ἡγῇ, τοῦ Ἀσκληπιάδου μᾶλλον ἀνατρέπειν δόξειας τὰς δυνάμεις. οὐδὲ γὰρ ἐκεῖνος ἀπλῶς οὑτωσί φησιν, ᾧ πλέον αἷμα, πάντως τοῦτον εὐτονώτερον ὑπάρχειν, ᾧ δὲ ἔλαττον, ἐξ ἀνάγκης ἀτονώτερον, ἀλλ’ εὑρήσεις τινὰς εἰπεῖν διορισμοὺς, ὁμολογοῦντας τοῖς φαινομένοις, καίτοι οὐδεμίαν ἡγούμενον ἐν ἡμῖν εἶναι δύναμιν οὔτε ψυχικὴν οὔτε ζωτικήν. ὁρῶνται γάρ τινες οἱ μὲν ἑαυτῶν ἐνίοτε πολυαιμότεροί τε ἄμα καὶ ἰσχυρότεροι γεγονότες, οἱ δὲ ἰσχυρότεροί τε ἅ μα καὶ ὀλιγαιμότεροι· ὥστε ἐξανάγκης, οὔτε τῷ πλήθει τοῦ αἵματος αὐξανομένης τῆς ἰσχύος, οὔτε μειώσει καθαιρουμένης, ὀλιγωρότερον εἰρῆσθαι καὶ ταῦτα τῷ Ἐρασιστράτῳ νομιστέον. ὡς εἴ γέ τις ἀνέμνησεν αὐτὸν ὧν ἐγὼ νῦν διῆλθον, οὐκ ἂν ἠρνήσατο, τὴν τῶν ἐνεργειῶν εὐτονίαν οὐκ αὐξήσει τοῦ αἵματος, ἀλλὰ ῥώμῃ τῆς δυνάμεως ἕπεσθαι. ποιήσωμεν οὖν ἡμεῖς ἤδη τὸν λόγον αὐτοῦ τελεώτερον οἷς ἐνδεῶς εἶπε προσθέντες τὸ λεῖπον. ἔσται δὲ τοιοῦτος. αὐξανομένου τοῦ αἵματος ἅμα τῇ δυνάμει, καὶ τὴν εὐτονίαν ἀναγκαῖον αὐξάνεσθαι. καὶ μὴν εἰ καὶ τοῦτο εἴποιμεν, ἀληθὲς μέν τι λέξομεν, οὐδὲν δὲ ἡμῖν εἰς τὰ προκείμενα πλέον οὐδὲ ἐκ τοῦδε. τὸ μὲν γὰρ, οἷς ἄμφω συνηύξηται, τό θ’ αἷμα καὶ ἡ δύναμις, ηὐξῆσθαι καὶ τὴν εὐτονίαν, ἀληθῶς εἰρήσεται, τὸ δ’ οἷς ηὔξηται τὰ τῆς ἰσχύος, ηὐξῆσθαι τούτοις ἐξ ἀνάγκης ἀμφότερα ψεῦδος· οὐ γὰρ ἐξ ἀνάγκης ἡ δύναμις τῷ αἵματι αὐξηθέντι συναύξεται, ἐγχωρεῖ δέ ποτε καὶ τὴν δύναμιν μόνον· ὁ γοῦν ὄντως ἀγαθὸς γυμναστὴς, εἰ παραλάβοι τινὰ πολὺ μὲν αἷμα φλεγματικὸν ὑπ’ ἀγυμνασίας ἠθροικότα, τῇ δυνάμει δὲ ἀσθενέστερον, ὀλίγον εἶναι ἀποδώσει τοῦτον ἰσχυρότερον, οὐ πολυαιμότερον, ἢ παρέλαβεν. ὥσπερ οὖν οὐκ ἀναγκαῖον, ὅσοι ταῖς ἐνεργείαις εὐτονώτεροι σφῶν αὐτῶν γεγόνασιν, ηὐξῆσθαι τούτοις τοὺς χυμοὺς, οὕτως ἀναγκαῖόν ἐστιν, ὅσοι ταῖς ἐνεργείαις σφῶν αὐτῶν εὐτονώτεροι γεγόνασιν, ἰσχυροτέραν αὐτοῖς γεγονέναι τὴν δύναμιν. οὐ μόνον δὲ ἀπὸ τῆς εὐτονίας ἀρξάμενος, ἐπὶ τὴν ῥώμην τῆς δυνάμεως ἀκολουθήσεις ἐξ ἀνάγκης, ἀλλὰ καὶ ἀπὸ τῆς δυνάμεως ἐπὶ τὴν εὐτονίαν· ὁ γὰρ ἰσχυρὸς τὴν δύναμιν εὐτονώτερος ἐν ταῖς ἐνεργείαις ἐστίν· ὥστ’ ἀλλήλοις ἀντακολουθεῖν εὐτονίαν μὲν ἐν ταῖς ἐνεργείαις ῥώμῃ δυνάμεως, ῥώμην δὲ ἐν τῇ δυνάμει τῇ τῶν ἐνεργειῶν εὐτονίᾳ· ὁπότερον γὰρ ἂν αὐτῶν ὑπάρχειν ὑπόθοιο, πάντως τούτῳ συνυπάρχει καὶ τὸ ἕτερον· οὐ μὴν ἀπό γε τοῦ πλείονος αἵματος ἡ ἀκολούθησις ἀναγκαία. οὔτε γὰρ εἰ πλέον τοῦτο τοῦ πρόσθεν, ἐξ ἀνάγκης εὐτονώτερος ὁ ἄνθρωπος, οὔτε εἰ ἔλαττον, ἀτονώτερος, ὥσπερ οὐδὲ ὅταν ἶσον, ὁμοίως ἔχει δυνάμεως. ὥστ’ ἐκ τῶν εἰρημένων δῆλον, ὡς ἡ τῶν ἐνεργειῶν εὐτονία τοῦ μὲν ἐῤῥῶσθαι τὴν δύναμιν ἴδιόν τε ἅμα καὶ ἀχώριστόν ἐστι γνώρισμα, τῆς δὲ αὐξήσεως τοῦ αἵματος οὔτε ἴδιον οὔτε ἀχώριστον. ὃ δὲ ἐφεξῆς εἶπεν Ἐρασίστρατος, ἴδιον μὲν οὐκ ἔστιν, ἀχώριστον δέ ἐστι πληθώρας. ὀνομάζει δὲ αὐτὸ παρεμπίμπλασθαι, σαφέστερον δὲ ὀνομασθείη τείνεσθαι. καὶ γάρτοι καὶ τῶν γυμναστῶν οἱ ἀκριβέστεροι τὸν μέν τινα τῶν κόπων ἑλκώδη, τὸν δὲ τονώδη, τὸν δὲ φλεγμονώδη καλοῦντες, οὐδὲν ἄλλ’ ἐνδείκνυνται τοῦ παρεμπίμπλασθαι τὰ μέλη κατὰ τὸν τονώδη κόπον. τηνικαῦτα γὰρ ἑαυτῶν παρεμπεπλῆσθαι λέγουσιν ὁτιοῦν μόριον, ἐπειδὰν αἰσθάνωνταί τινος ἐν αὐτῷ τάσεως. αἰσθάνονται μὲν οὖν κᾀν τῇ φλεγμονῇ τάσεως, ἀλλ’ ἐκείνῃ μὲν ἤτοι διὰ παντὸς ἢ ὡς τὸ πολὺ σύνεστιν ὁ παρὰ φύσιν σφυγμὸς, ὅν τις ἐναργέστερον ἑρμηνεύων ἐρεῖ πόνον σφυγμώδη· οἷς δ’ οὐδὲν ἄλλο πλὴν τοῦ τείνεσθαι συμβέβηκε, τούτοις οὔτε φλεγμαίνει τὸ τεινόμενον μέρος οὔτε ἐξ ἀνάγκης πληθωρικὸν ὑπάρχει, ἀλλὰ δυοῖν θάτερον, ἤτοι κοπῶδες ἢ πληθωρικόν. ἀλλ’ εἴπερ κοπῶδές ἐστιν, ἐπὶ πόνοις πλείοσιν οὕτως ἔπαθεν· εἰ δ’ ὅλως οὐκ ἐπόνησεν ὁ ἄνθρωπος, οὐ διὰ κόπον κοπῶδες αὐτὸ γίγνεται τὸ μόριον, ἀλλ’ ἑτέρως· ὥστ’ ἀληθὲς εἰπεῖν, ἐπεὶ τάσεως αἴσθησίς ἐστιν ἄνευ τοῦ γυμνάσασθαι, πάντως εἶναι πληθώραν. γίγνεται δὲ, οὕτως εἰπόντων, ἀχώριστόν τε ἅμα καὶ ἴδιον τὸ σημεῖον, ἀκολουθούντων ἐξ ἀνάγκης ἀλλήλοις ἑκατέρων· ἥ τε γὰρ ἄνευ τῶν γυμνασίων τάσις ἕπεται πληθώρᾳ· γίγνεται γὰρ αὐτῆς ἀχώριστον σημεῖον, ὡς ὑπὸ αἰτίου τῆς πληθώρας ἀποτελούμενον· ἡ δὲ ἐπὶ τοσοῦτον αὔξησις τοῦ αἵματος, ὡς μηδέπω διατείνειν τὰς φλέβας, οὐδέπω πληθώρα. τί ποτ’ οὖν ἐμνημόνευσεν ὁ Ἐρασίστρατος ἐν τῷ λόγῳ βραχιόνων καὶ κνημῶν καὶ χειρῶν; καὶ γὰρ καὶ ἐν τραχήλῳ καὶ μεταφρένῳ καὶ ὀσφύϊ καὶ κατὰ θώρακα καὶ καθ’ ὑπογάστριον ἡ τοιαύτη συνίσταται τάσις. ὥσπερ δὲ τῶν κώλων ὁ Ἐρασίστρατος ἐμνημόνευσεν ἐκ περιττοῦ, κατὰ τὸν αὐτὸν τρόπον καὶ μειζόνως καὶ τῆς ἑλκώδους αἰσθήσεως· οὐ γὰρ πληθώρας αὕτη γνώρισμά ἐστιν, ἀλλ’ ἐπὶ δακνώδεσι γίνεται χυμοῖς, οἵαπερ τοῖς ἡλκωμένοις μέρεσιν, ἤτοι ψαύοντος αὐτῶν τινος, ἢ ἰχῶρος ἐρεθίζοντος,  ἢ φαρμάκου δάκνοντος, ἢ κᾀν ταῖς κινήσεσι μόναις γίγνεται. ὥσπερ γὰρ ἡ τάσις οἰκεία ἐν τῷ πλήθει χυμῶν ἐστι διατεινόντων τὰ περιέχοντα, οὕτως ἡ ἑλκώδης αἴσθησις ἕπεται δακνώδει ποιότητι· καὶ διὰ τοῦτο συνίσταται πολλοῖς ἐνίοτε καὶ καθ’ ὅλον τὸ σῶμα, μὴ ὅτι πληθώραν ἔχουσιν, ἀλλὰ μηδὲ τὸ σύμμετρον αἷμα. Καὶ εἴπερ ταῦθ’ οὕτως ἔχει, καθάπερ οὖν ἔχει, καιρὸς ἤδη διορίσασθαι περί τινος ὧν ἔμπροσθεν ἀνεβαλλόμεθα, ἐπειδὴ ἐσκοπούμεθα μέχρι τοῦ δεῦρο τὰ ὑπ’ Ἐρασιστράτου γεγραμμένα σημεῖα. τὸ γάρτοι πλῆθος, εἴτ’ οὖν πρὸς τὴν δύναμιν, εἴτε πρὸς τὴν τῶν περιεχόντων χώραν νοοῖτο, βέλτιον μὲν ἦν δήπου διορίσασθαι, πότερον ἐν αἵματι μόνῳ, ἢ καὶ τοῖς ἄλλοις ἅπασι χυμοῖς συνίστασθαι πέφυκε· παραλέλειπται δὲ καὶ τοῦτ’ αὐτοῖς ἀδιόριστον. ἐπεὶ τοίνυν οὐ μόνον ταῦτα τὰ παθήματα καταλαμβάνει τοὺς χυμοὺς, ἔνδειά τε καὶ πλῆθος, ἀλλὰ καὶ ποιότης ἄτοπος, πάντας ἠρώτησα τοὺς ἰατροὺς, ὅσοι τε πρὸς τὴν δύναμιν νοοῦσι τὸ πλῆθος ὅσοι τε πρὸς τὴν αὔξησιν τῶν ὑγρῶν, πότερον αὐξηθέντος μόνου τοῦ αἵματος τοσοῦτον, ὡς μὴ στέγεσθαι, τείνεσθαι συμβήσεται ταῖς φλεψί· εἰ δ’ ἤτοι φλέγμα εἰς ὁτιοῦν ἄλλο μόριον, ἢ καὶ αὐτὰς τὰς φλέβας, ἢ καὶ σὺν τούτῳ τε καὶ χωρὶς τούτου χολά τις, ἢ ἰχὼρ, ἢ πνεῦμα φυσῶδες ἐς πλῆθος ἀθροισθείη τοσοῦτον, ὡς μὴ χωρεῖσθαι μηκέτι πρὸς τοῦ περιέχοντος, οὐχὶ καὶ νῦν ἀναγκαῖον ἔσται, τάσεως αἰσθέσθαι τὸ ζῶον; ἂν ὑπάρχῃ τὸ τεινόμενον μόριον αἰσθητικὸν, ἀναγκαῖόν ἐστιν ἐπὶ παντὶ τῷ διατείνοντι καὶ μὴ στεγομένῳ τὴν αἴσθησιν τῆς τάσεως τῷ ζώῳ γενέσθαι, καὶ τὸ πάθημα αὐτὸ καταλαμβάνειν τὰ μόρια, τὴν ὀνομαζομένην τάσιν, ἧς ἐπὶ πλέον αὐξανομένης, ἀνάγκη τε καὶ ῥαγῆναι τὸ τεινόμενον. ἐμοὶ μὲν τοιοῦτον δοκεῖ τοῖς ἐναργῶς φαινομένοις ὁμολογεῖν. ὁρῶνται γὰρ οὐ νεῦρα μόνον, ἢ σχοινία ῥηγνύμενα τῷ βιαίῳ τῆς τάσεως, ἀλλὰ καὶ πίθοι πολλάκις ὑπὸ γλεύκους πνευματωθέντος. ἔναγχος γοῦν ἀγγεῖον κασσιτέρινον εἰς τοσοῦτον διεφυσήθη πρὸς τοῦ περιεχομένου κατ’ αὐτὸ φαρμάκου τοῦ διὰ τῶν ἐχιδνῶν, ὥστε καὶ τὸ περικείμενον αὐτῷ δέρμα καὶ τὸ σχοινίον ᾧ κατεδέδετο ῥαγῆναι καὶ τὸ πῶμα κυρτωθῆναι. καὶ μὲν δὴ καὶ ὅτι μεγίσταις ὀδύναις ἐνίοτε καταλαμβάνονταί τινες, ὑπὸ φυσώδους πνεύματος καταληφθέντος ἔν τισι τοῦ ζώου μέρεσι, καὶ ὡς ἕν τῷ κώλῳ μάλιστα συμβαίνειν εἴωθε τοῦτο, γινώσκειν ἡγοῦμαι πάντας, οἷς ἐπιμελές ἐστιν ἀκολουθεῖν τε καὶ διασκέπτεσθαι τὰ καθ’ ἑκάστην ἡμέραν ἐπὶ τῶν καμνόντων ὁρώ μενα. βέλτιον οὖν ὑπὸ πάσης οὐσίας ὑγρᾶς καὶ πνευματώδους εἰς τονώδη διάθεσιν ἄγεσθαι νομίζειν τὰ μόρια, ἢ μόνῳ τῶν χυμῶν αἵματι πληθύνοντι τοιοῦτον ἕπεσθαι πάθημα. μεταβῶμεν οὖν αὖθις πρὸς τοὺς ὡς πρὸς τὴν δύναμιν ἡγουμένους ἀεὶ συνίστασθαι τὸ πλῆθος, ἐρωτήσωμέν τε καὶ τούτους ἕν τι τῶν προχειροτάτων, ὑποθέμενοι τοιάνδε τινα ὑπόθεσιν, ὡς ἐπὶ παραδείγματι. (μόρια) βασταζέτωσαν ἄνθρωποι δύο κατὰ τῶν ὤμων ἀναθέμενοι ὁ μὲν ξύλον, ἢ λίθον, ἤ τι φορτίον βαρύτατον, ὁ δὲ ἕτερος ἀκάνθας ὀλιγίστας, ὀξυτάτας· εἶτ’ ἐρωτήσωμεν ἐπὶ τῷ τοιούτῳ θεάματι τοὺς πρὸς τὴν δύναμιν ἀεὶ νοοῦντας τὸ πλῆθος, εἰ καὶ τὰς ὀλίγας ἀκάνθας ὀνομάζουσι φορτίον, ἢ τὸ μὲν ἀνιᾶσθαι πρὸς ἑκατέρου τῶν βασταζομένων κοινόν τι σύμπτωμα τοῖς ἀνθρώποις ἐστὶν, ἡ δὲ τῆς ἀνίας ἰδέα πάμπολυ διαλλάττουσα· τῷ μὲν γὰρ βαρύνεσθαι χωρὶς τοῦ νύττεσθαι, τῷ δὲ νύττεσθαι χωρὶς τοῦ βαρύνεσθαι συμβέβηκεν. ὅλως δ’ ἄν τις τὸ νύττεσθαι, ἢ δάκνεσθαι, ἢ ὁπωσοῦν ἀνιῶν φορτίον καλῇ καὶ πλῆθος, ἀναγκασθήσεταί ποτε καὶ μίαν ἄκανθαν ἢ βελόνην λεπτοτάτην καλεῖν φορτίον, οὗ τί ἂν εἴη γελοιότερον; ἔστιν οὖν ἄτοπα ταῦτα καὶ παρὰ τὰς κοινὰς ἁπάντων ἀνθρώπων ἐννοίας. ἡμῖν δὲ οὐκ ἀνατρέπειν, ἀλλὰ φυλάττειν τὰς κοινὰς ἐννοίας πρόκειται. πολὺ μὲν οὖν ἡγούμεθα τὸ βαρῦνον, ἀνιαρὸν δὲ τὸ δάκνον, ἢ νύττον, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ. καὶ μὴν ὅτι δακνώδεις πολλοὶ τῶν χυμῶν εἰσιν, οἱ μὲν ἐν ἡμῖν αὐτοῖς τὴν γένεσιν ἔχοντες, οἱ δὲ ἔξωθεν ἡμῖν ἐπιφερόμενοι, παντὶ τοῦτο πρόδηλον. εἰσὶ δ’ αὐτῶν τέτταρες ἐν τῷ μᾶλλόν τε καὶ ἧττον διαφοραί· μετρίως μὲν γὰρ δάκνοντες κνησμώδεις εἰσὶν, ὥσπερ ἡ σκίλλα· σφοδρότερον δὲ, δακνώδεις, ὥσπερ τὸ κρόμμυον· εἰ γὰρ ἐπὶ πλέον ὁμιλήσειεν ἡμῶν τὸ σῶμα τοιαύτῃ φύσει σώματος, ἑλκωθήσεται· τὰ δὲ ἔτι μᾶλλόν ἐστι τούτου δριμέα, καὶ μάλιστα ὅταν ἡλκωμένοις προσφέρηται, φρίκην ἐργάζεται. φρίκης δὲ ἐκταθείσης τε καὶ αὐξηθείσης τὸ σύμπτωμα ῥῖγος ὀνομάζεται. κατὰ δὲ τὴν αὐτὴν ἀναλογίαν ἐν ἡμῖν συνίστανται δακνώδεις χυμοὶ κατὰ τέτταρας ἰδέας· κνησμώδεις μὲν γὰρ ἐξ αὐτῶν εἰσιν οἱ μετρίως ἀμύττοντες, ἑλκώδη δὲ αἴσθησιν ἐμποιοῦσιν οἱ τούτων δακνωδέστεροι, φρίκην δὲ οἱ τούτων μᾶλλον δάκνοντες, οἱ δ’ ἱκανῶς δακνώδεις τὸ ῥῖγος. λέλεκται δὲ περὶ τούτων ἐν πολλαῖς πραγματείαις, ἀλλ’ ἱκανὰ τῷ βουληθέντι σύνοψίν τινα λαβεῖν αὐτῶν τὰ ἐν τῷ δευτέρῳ τῶν ἐν τοῖς συμπτώμασιν αἰτιῶν εἰρημένα καὶ τῷ τετάρτῳ τῶν ὑγιεινῶν· εἰ δὲ καὶ τὸ περὶ τῆς τῶν φαρμάκων δυνάμεως ἀναλέξαιτό τις γράμμα καὶ τὴν προηγουμένην αὐτῶν πραγματείαν τὴν περὶ κράσεων, ἐπιστημονικώτερον ἂν οὕτως πεισθείη περὶ τῆς τῶν δακνωδῶν φύσεως. ἀλλὰ οἱ πολλοὶ τῶν ἰατρῶν ὅμοιόν τι πεπόνθασι τῷ πρὸς Ἱπποκράτους εἰρημένῳ περὶ τῶν ἐπὶ κατάγμασιν ἢ τοιούτοις τισὶ παθήμασι τὰ προσταττόμενα μὴ ποιούντων· καὶ γὰρ κᾀκεῖνοι, καίτοι ὑγιεῖς ἐθέλοντες γενέσθαι,  τὸν ἐν τῇ θεραπείᾳ κάματον οὐχ ὑπομένουσιν, ὥσπερ οὗτοι τὸν ἐν τῷ μανθάνειν. ἀλλ’ οὔτε ἐξαίφνης ὑγιεῖς οἷόν τε γενέσθαι μόνῳ τῷ βούλεσθαι τυχόντας τοῦ τέλους, οὔτε τούτους ἐπιστημονικοὺς, ἄνευ τοῦ διελθεῖν ἅπασαν τὴν ὁδὸν, ἣν ἀρτίως ἐδήλωσα. γνώσονται γὰρ, εἰ βουληθεῖεν, ὡς ἡ ἑλκώδης ὅλου τοῦ σώματος αἴσθησις, ἥ τε ἐπὶ πλέοσι γυμνασίοις ἀήθως παραληφθεῖσι γιγνομένη καὶ ἡ χωρὶς γυμνασίων ἄφνω συστᾶσα, δακνώδους ἔγγονος ὑπάρχει χυμοῦ. καὶ διὰ τοῦτο τοὺς πλέον γυμνασαμένους ἐλαίῳ τε πλείονι καὶ τρίψει μαλακῇ καὶ λουτροῖς γλυκέων ὑδάτων θερμοῖς ἀκριβῶς εὐκράτοις οἱ γυμνασταὶ θεραπεύουσιν, ὡς διαφορηθῆναι τοὺς δακνώδεις χυμοὺς, ὅσοι γυμνασαμένων ἀμετρότερον ἐγεννήθησαν ἐπὶ συντήξει πιμελῆς καὶ σαρκὸς μαλακῆς, ἢ δι’ αὐτοὺς τοὺς ἐν τῷ σώματι χυμοὺς ἰσχυρῶς θερμανθέντας. εἴ τις οὖν ὑπομείνειε τὰς τούτων ἀποδείξεις ἐκμανθάνειν, ἐκεῖνος ἂν μόνος πεισθείη βεβαίως, τὴν μὲν ἑλκώδη διάθεσιν ἐπὶ δακνώδεσι γίγνεσθαι χυμοῖς, τὴν δὲ τοῦ βάρους ἐπὶ πολλοῖς πρὸς τὴν δύναμιν, τὴν δὲ τῆς τάσεως ἐπὶ πολλοῖς μὲν καὶ ταύτην, ἀλλ’ ὡς πρὸς τὴν περιέχουσαν ἑαυτοὺς χώραν, οὐ τὴν δύναμιν τῶν (περιεχομένων) σωμάτων. Ἐρασίστρατος δὲ ἐν τῷ προτέρῳ τῶν ὑγιεινῶν, αὐτὴν μὲν τὴν γένεσιν τῆς πληθώρας διερχόμενος, ἐναργέστατα διδάσκει τὴν τρίτην τῶν εἰρημένων διάθεσιν, ἑξῆς δὲ ἐπὶ τὰ γνωρίσματα τρεπόμενος, οὐ μᾶλλόν τι ταύτης ἢ τὰ τῶν ἄλλων ἔγραψεν. ἡ μὲν γὰρ τάσις ταύτης μόνης, ὅπερ ἐκεῖνος ὠνόμασε παρεμπίμπλασθαι· τὸ δὲ ἑλκώδη γενέσθαι τὴν αἴσθησιν οὔτε τοῦ προειρημένου πλήθους οὔτε τοῦ πρὸς τὴν δύναμιν ἴδιον γνώρισμα· πολὺ δὲ μᾶλλον οὐδὲ τὸ βαρυτέρους τε καὶ δυσκινητοτέρους ἀποτελεῖσθαι· καὶ γὰρ καὶ τοῦτο ἴδιόν ἐστι τοῦ πρὸς τὴν δύναμιν πλήθους. ὀλίγου τοίνυν ἐδέησεν αὐτῷ πᾶσαν ἡμῖν γράψαι τὴν τῶν ἐμπειρικῶν συνδρομήν· ἀμέλει καὶ μέρος τι τῆς τριχρόνου λεγομένης σημειώσεως, ἣν οἱ περὶ τὸν Ἡρόφιλον εἰσήγαγον ὁμοίως τοῖς ἐμπειρικοῖς, ἔγραψεν ἐν τῷ οὕτω φάναι· τῆς γὰρ ἀναδιδομένης τροφῆς μήτε καταπεττομένης μήτε ἐκπονουμένης κατὰ τὸ εἰθισμένον ἑκάστῳ, μήτε ἄλλως πως ἐκκρινομένης οὐδὲν γὰρ διήνεγκεν ἢ ταῦτα εἰπεῖν, ἢ ὡς ἐκεῖνοι λέγουσιν, ἀργὸν βίον, ἐπίσχεσίν τε συνήθων ἐκκρίσεων. ἀργὸν μὲν γὰρ τὸν ἔμπροσθεν βίον ἐνεδείξατο, μήτε ἐκπονουμένης, φήσας, κατὰ τὸ εἰθισμένον ἑκάστῳ· τὴν δὲ τῶν ἐκκρίσεων ἐπίσχεσιν ἐν τῷ προσγράψαι, μήτε ἄλλως ἐκκρινομένης, (ἡ διὰ χρόνον σημείωσις τοῦ πλήθους) ἐκ μὲν τοῦ προγεγονότος χρόνου λαμβάνων τὸν ἀργὸν βίον ἅμα τῇ τῶν ἐκκρίσεων ἐπισχέσει· ἐκ δὲ τοῦ νῦν ἐνεστῶτος τό τε παρεμπίμπλασθαι καὶ τὴν ἑλκώδη διάθεσιν, ὄκνον τε πρὸς τὰς κινήσεις, καὶ βάρος ὅλου τοῦ σώματος, ὅσα τε ἄλλα τοιαῦτα προστιθέασιν· ἐκ δὲ τοῦ μέλλοντος, ὅτι περ κενωθέντες οἱ οὕτως ἔχοντες καλῶς ὤνηνται, ὅπερ Ἐρασιστράτῳ παραλέλειπται. μαρτύριον μὲν γὰρ τοῦτο τῆς ὀρθῆς διαγνώσεώς τε ἅμα καὶ θεραπείας ἐστί· διαγνώσεως δὲ, ἢ ὡς ἐκεῖνοι καλοῦσι, σημειώσεως, οὐδὲν ἂν εἴη μέρος, εἴ γε διὰ τῆς σημειώσεως σημειοῦσθαι βουλόμεθα τὰς διαθέσεις, ἵνα ἐξεύρωμεν τὴν προσήκουσαν θεραπείαν. ὥστε εἴ γε ἐξ ἄλλου τινὸς οἷόν τ’ ἦν ὁρμηθέντας θεραπεῦσαι προσηκόντως, ἡ σημείωσις ἂν ἦν περιττή. τοῦ δ’ ἐνεστῶτος χρόνου μεμνημένος, ἔρευθός τε καὶ διάτασιν ἀγγείων παραλέλοιπεν, ἃ καὶ αὐτὰ προστιθέασιν οἱ ἐμπειρικοὶ σχεδὸν ἅπαντες, οὐκ ὀλίγοι δὲ τῶν δογματικῶν, ὥσπερ καὶ ἄλλα τινὰ, καθάπερ εἴρηται. καίτοι γε ὧν ὡς ἐν αἵματι μόνῳ τὴν τῆς πληθώρας ὑποτίθεται γένεσιν, οὐ κακῶ, ἐπ’ ἐκείνων πρόσκειται τῇ διαγνώσει τὸ ἔρευθος ἥ τε διάτασις τῶν ἀγγείων· ἔτι γε μὴν μᾶλλον, ὡς τὸ παρεμπίμπλασθαι φάναι βραχίονάς τε καὶ χεῖρας καὶ κνήμας, οὐ μᾶλλον τοῦ κατὰ τὰς σάρκας τε καὶ ὅλους τοὺς μύας πλήθους, ἢ τοῦ τῶν φλεβῶν θήσεται, ἰδίαις ὑποθέσεσιν ἑπόμενος. ἀλλά τοι καὶ οὕτως ἀναγκαῖον ἦν διττὴν ποιήσασθαι διάγνωσιν, ἑτέραν μὲν τοῦ τῶν αἰσθητῶν τούτων φλεβῶν, ἃς ἅπαντες ἄνθρωποι βλέπομεν· ἑ τέραν δὲ, ἣν ἐκεῖνος ἐθεάσατο μόνος. οἶμαι τοίνυν ἤδη πρόδηλον γεγονέναι τοῖς γε προσέχουσι τὸν νοῦν, ὡς οὐ μικρὸν εἴη πρᾶγμα διαγνῶναι πλῆθος. ὅπου δ’ ἂν οὐδ’ ἄχρι λόγου διαγνῶναι ῥᾴδιον, ἀλλ’ ἄπορον παντοίως ἐστὶ, σχολῇ γ’ ἂν ἐπὶ τῶν ἔργων ἀπὸ ταὐτομάτου κατορθωθείη μήτε προδιασκεψαμένοις τι περὶ αὐτοῦ μήτ’ ἐξευροῦσιν. Ἀπὸ γοῦν τῶν ἐμπειρικῶν αὖθις ἀρξώμεθα τοῦ περὶ πλήθους λόγου, ἐπειδὴ δοκοῦσιν ἀσφαλῶς πάνυ τὰς εἰρημένας ἀπορίας ἀποδιδράσκειν, ὁμολογήσαντες αὐτοὶ μὲν μηδ’ ὅλως ἐπίστασθαι περὶ τῆς τοῦ πλήθους οὐσίας, ἐπὶ δὲ τοιᾷδέ τινι συνδρομῇ τετηρῆσθαι φάσκοντες ὠφελοῦσαν ἀφαίρεσιν αἵματος, ἣν συνδρομὴν ὀνομάζουσι πληθωρικήν. ἅπαντα γὰρ ἀθροίσαντες εἰς ταὐτὸν, ὅσα τῶν δογματικῶν ἑκάστῳ λέλεκται, νομίζουσι μὲν ἐκφεύγειν ἐκ τούτων τὰς ἐκείνων ἀπορίας, ἐλέγχονται δὲ αὐτῶν πολὺ μειζόνως, εἴ τις προσέχοι τὸν νοῦν οἷς λέγουσιν, ἃ πάλιν ἐξ ἀρχῆς ἅπαντα κάλλιον ἐπελθεῖν. ἔστω τοίνυν ἐν μὲν τῷ προγεγονότι χρόνῳ συνήθης μὲν ἐπὶ τῶν ἐξ ἀρχῆς ἐδεσμάτων ἡ δίαιτα, καί τισιν αὐτῶν ἐν πλησμονῇ μᾶλλον ἢ πρόσθεν, ἐπίσχεσις δὲ τῆς ἐκκρίσεως, ὅ τε σύμπας βίος ἀργός· ἐν δὲ τῷ παρόντι τάσις ὅλου τοῦ σώματος, ἤ τινων μορίων, ὄκνος τε πρὸς τὰς κινήσεις, ἀτονία τε περὶ τὰς ἐνεργείας, καὶ βάρους αἴσθησις, ἑλκώδους τε διαθέσεως, ἅμα τῷ τῶν φλεβῶν ὄγκῳ· προσκείσθω δὲ, εἰ βούλει, καὶ τὸ ἔρευθος, ἐπειδὴ καὶ τοῦτο  λέγουσιν ἔνιοι, καὶ μὴν καὶ ὁ τοῦ σύμπαντος σώματος ὄγκος, ἀνώμαλός τέ τις καὶ κοπώδης διάθεσις· εἰσὶ γὰρ οἳ καὶ ταῦτα προστιθέασιν. ἐρωτήσομεν οὖν αὐτοὺς, ἅπερ ἐγὼ μειράκιον ὢν ἠρώτησα τὸν ἐμπειρικὸν διδάσκαλον, ὅτε με πρῶτον ταῦτα ἐδίδασκεν, ἆρά γε πάνθ’ ἅμα τὰ εἰρημένα συνελθεῖν δεῖ πρὸς τὴν, ὡς αὐτοὶ λέγουσιν, ἀνάμνησιν τῆς κενώσεως, ἢ κᾂν ἓν ἐξ αὐτῶν θεάσωνται, φλεβοτομήσουσιν αὐτίκα; πρὸς μὲν οὖν τὴν πρώτην ἐρώτησιν ἑτοίμως ἀπεκρίνατό μοι, πάντα φάσκων συνελθεῖν χρῆναι· τοιοῦτον γὰρ πρᾶγμα τὴν συνδρομὴν ὑπάρχειν, ἄθροισμα τῶν συμπληρούντων αὐτὴν ἁπάντων. ἐπειδὴ δὲ πρῶτον μὲν ἀνέμνησα δυοῖν ἀνθρώπων, οὓς ἔναγχος αὐτὸς ἐκεῖνος ἐκέλευσε φλεβοτομηθῆναι, τὸν μὲν ὀφθαλμιῶντα σφοδρῶς, τὸν δὲ ἐκπεσόντα τοῦ ὀχήματος, εἶτ’ ἐμπλακέντα γε τοῖς ἱμᾶσι καὶ συρέντα ἐπὶ πλέον, ὡς θλασθῆναί τινα μέρη· μετὰ δὲ ταῦτα διασιωπήσαντος αὐτοῦ, καὶ ἄλλου τινὸς ἀνεμνήσθην, ὃν καὶ αὐτὸν πυρέττοντα μὲν μετρίως, οὐ φέροντα δὲ τὸ ἄλγημα τῆς κεφαλῆς, ἐφλεβοτόμησεν· ἄλλον δὲ πλευριτικὸν, οὐδὲ τοῦτον ἔχοντα τὴν εἰρημένην ἅπασαν συνδρομήν· ἐν ἀπορίᾳ κατέστη μεγίστῃ. καὶ τοίνυν καὶ διῄειν ἐπὶ πλέον αὐτῷ καὶ ἄλλους μέν τινας ὁμοίους, ἀλλὰ καὶ περὶ τῶν εἰρημένων ἀνεμίμνησκον, ὅτι τοσούτῳ δέοντας αὐτοὺς ἅπασαν ἔχειν τὴν συνδρομὴν ἐφλεβοτόμησεν, ὥστ’ ἐγὼ μὲν ἔφην οὐδὲ δύο τινὰ τούτων ἀναμιμνήσκεσθαι τοῖς ἀνθρώποις ὑπάρχοντα. τὸν μὲν γὰρ τοῦ ὀχήματος ἐκπεσόντα, γυμναζόμενον ὁσημέραι, καὶ πάσαις ταῖς συνήθεσιν αὐτάρκως ἐκκρίσεσιν ἐκκενούμενον, ἐσθίοντά τε σύμμετρα, καὶ σχεδὸν ὅλης ἡμέρας ἡμῖν συνδιατρίβοντα, καὶ μήτε ἐκείνῳ μήτε ἄλλῳ τινὶ δοκοῦντα δεῖσθαι κενώσεως, ἐπειδὴ κατενεχθεὶς ἐθλάσθη τινὰ μόρια, φλεβοτομίας ἠξίωσε, οὔτε ἔρευθός τι προσκτησάμενον, οὔτ’ ἀγγείων ὄγκον, οὔτ’ ἄλλο οὐδὲν ἐκ τῶν τῆς συνδρομῆς, ἀλλὰ μόνον ἀλγοῦντα τὰ τεθλασμένα μόρια. κατὰ ταὐτὰ δὲ καὶ τὸν ὀφθαλμιῶντα καὶ τὸν τὴν κεφαλὴν ὀδυνώμενον, οὐδὲν ὅλως ἔχοντας τῶν εἰρημένων ἐν τῇ πληθωρικῇ συνδρομῇ, καὶ ἄλλους δὲ πολλοὺς ὑφ’ ἡμῶν οἶδα φλεβοτομηθέντας, ἤτοι μηδ’ ὅλως ἔχοντας μηδὲν ἐκ τῆς πληθωρικῆς συνδρομῆς, ἢ οὐ πάντα γε ἅμα τὰ πρὸς ἡμῶν λεγόμενα. νυνὶ γὰρ, ἔφην, ἀναμιμνήσκων ἐμαυτὸν, οὓς εἶδον ὑφ’ ὑμῶν φλεβοτομηθέντας, οὐδενὸς ἐξ αὐτῶν εὐπορῶ τοῦ τὴν ἐν τοιούτοις συμπτώμασιν ἅπασαν ἔχοντος συνδρομήν· ἀλλ’ ὁ μέν τις, ὅτι κοπώδης ἦν, ἐφλεβοτομήθη, μηδὲν ἄλλο ἔχων· ὁ δὲ, ὅτι πυρέττων σφοδρῶς, ἢ ἀλγῶν ὀφθαλμοὺς, ἢ κεφαλὴν, ἢ αἱμοῤῥοΐδας ἐπεσχημένος, ἢ καταμήνια γυνὴ, οὐ πάντα δὲ, ὅσαπερ ἡ πληθωρικὴ συνδρομὴ βούλεται συνελθεῖν. εἰ μὲν οὖν ἁπάσας τὰς διαθέσεις, ἐφ’ αἷς τετήρηται φλεβοτομία συμφέρουσα, πληθωρικὰς ὀνομάζεις, ὥρα λέγειν ἡμᾶς ὀφθαλμίαν, πλευρῖτιν, ἄλγημα σφοδρὸν, ἐξ ὀχήματος κατάπτωσιν, ἕτερά τε μυρία, πληθωρικὰς συνδρομάς· εἰ δὲ τούτων οὐδὲν ἐν τῇ πληθωρικῇ συνδρομῇ περιέχεται, τὸ δὲ τῶν συμπτωμάτων ἄθροισμα τῶν ἔμπροσθεν εἰρημένων ὀνομάζεται πληθωρικὴ συνδρομὴ, οὐδένα χρὴ φλεβοτομεῖν πρὶν ἅπαντα ἔχειν αὐτά. πῶς μὲν οὖν ἐκεῖνος ἀπήντησέ μοι πρὸς ταῦτα, καὶ οὐδὲν πρέπον ἀπεκρίνατο, μακρᾶς ἔργον σχολῆς, οὐ τῶν νῦν ἡμῖν προκειμένων ἔργον οἰκεῖον· ἐγὼ δὲ ἐπειδήπερ οὐ σχολὴν ἀδολεσχεῖν ἄγω νῦν, ἔγνων μὴ νῦν, ἐν δὲ τῷ περὶ φλεβοτομίας λόγῳ τοὺς σκοποὺς ἅπαντας ἐπιδεῖξαι προῄρημαι τοῦ βοηθήματος, οὓς οὐδ’ αὐτούς τις ἀκριβῶς τε καὶ διωρισμένως ἔγραψε. Ἐάσας οὖν ἐν τῷ παρόντι τὸ πρὸς τοὺς ἐμπειρικοὺς, αὖθις ἐπάνειμι πρὸς τοὺς λογικοὺς, ἕκαστον τῶν συμπτωμάτων ὧν ἔγραψαν ἐπισκοπούμενος. ἔνια μὲν γὰρ αὐτῶν τοῦ πρὸς τὴν δύναμίν εἰσι πλήθους, ἔνια δὲ τοῦ κατὰ τὸ ἔγχυμα, τινὰ δὲ οὐχ ἁπλῶς ἐστι σημεῖα πλήθους, ἀλλὰ τοιοῦδε πλήθους, τινὰ δὲ ὅλως οὐδενὸς πλήθους, ἀλλ’ ἤτοι κακοχυμίας τε καὶ διαφθορᾶς, ἢ ἀῤῥώστου δυνάμεως, ἢ ὄγκου τῶν στερεῶν σωμάτων. ὅτι δὲ οὕτω τοῦτ’ ἔχει, μάθοις ἂν, εἰ προσέχοις τοῖς λεχθησομένοις τὸν νοῦν. ἡ μὲν δὴ τονώδης διάθεσις, ὅταν ἄνευ γυμνασίων συμπίπτῃ, ἐνδείκνυται μὲν πάντως πολλὴν οὐσίαν ἐν αἰσθητικῷ σώματι περιέχεσθαι, οὐ μὴν ἥτις γέ ἐστιν ἡ οὐσία, ἢ τὸ εἶδος αὐτῆς, ἔτ’ ἐνδείκνυται, κατά γε τοῦτο μόνον αὐτὸ τὸ τείνεσθαι, κοινὸν κοινὸν ὑπάρχον ἁπάσης οὐσίας, καὶ λεπτῆς, καὶ παχείας, καὶ μέσης τῇ συστάσει, καὶ πνευματώδους, ἔτι τε θερμῆς τε καὶ ψυχρᾶς, ἢ μέσης, ἀλλ’ ἑτέρων τινῶν δεῖται διαγνωρισμάτων εἰς τὸν τούτου διορισμόν. ἡ δὲ ἐν ταῖς ἐνεργείαις ἀτονία τὴν δύναμιν ἀῤῥωστοτέραν δείκνυσι, τῷ ἐπισχεῖν τὸ κινοῦν, ὡς ἐπὶ χειρῶν κινήσεως ἀσθενοῦς· πολλαῖς γὰρ ἀκολουθεῖ καταστάσεσιν· εἴτε γὰρ αὐξηθείη τινὶ τό τε σαρκῶδες καὶ τὸ πιμελῶδες γένος, ἐν τοῖς αὐτοῖς ὅροις διαμενούσης τῆς δυνάμεως, ἀνάγκη τὰς κινήσεις ἀτονωτέρας γίγνεσθαι, μένοντος μὲν ἴσου τοῦ κινοῦντος, αὐξηθέντος δὲ τοῦ κινουμένου· εἴτε τῶν χυμῶν τις εἷς, ἢ καὶ πάντες ἅμα πλεονάσειαν, μὴ συναυξηθείσης αὐτοῖς τῆς δυνάμεως, ἀνάγκη καὶ νῦν ἀτονωτέρας γενέσθαι τὰς ἐνεργείας· εἴτ’ ἄμφω μὲν συναυξηθείη, τά τε παρεγχύματα καλούμενα καὶ τὰ ὑγρὰ, μὴ συναυξηθείη δὲ ἡ δύναμις, εἴτε τούτων ὡσαύτως ἐχόντων, ἡ δύναμις ἀσθενεστέρα γένοιτο. δύναιτο δ’ ἄν ποτε καὶ ἄμφω συνελθεῖν, ὥστε τὴν δύναμιν ἀῤῥωστοτέραν γενέσθαι,  καὶ τοὺς χυμοὺς ἅμα τοῖς παρεγχύμασιν ἢ πλέονας ἢ ἐλάττους εἶναι, θάτερον αὐτῶν ὁποτερονοῦν, ἀτονώτεραι αἱ ἐνέργειαι καὶ διὰ ταῦτα γίγνονται, καθ’ ἕν τε συμβαῖνον ἕκαστον αὐτῶν, καὶ κατὰ δύο, καὶ πλείω, καὶ πάνθ’ ἅμα. τὸ γὰρ ἐπὶ τῇ τῶν στερεῶν σωμάτων εὐτροφίᾳ νομίζειν ποτὲ δύνασθαι κίνησιν ἀτονωτέραν ἀπεργασθῆναι μὴ γινωσκόντων ἐστὶν ἀνθρώπων, ὡς δι’ ὅλων τῶν στερεῶν σωμάτων αἱ δυνάμεις διήκουσιν, ἀλλ’ ὥσπερ αὐλοὺς ἢ σωλῆνας πνεύματι τὰς ἀρτηρίας καὶ τὰ νεῦρα παρασκευαζόντων. εἴσῃ δὲ τὸ τῆσδε τῆς δόξης μοχθηρὸν ἐξ ἄλλων τε πολλῶν, ἀτὰρ οὐχ ἥκιστα καὶ δυοῖν ἡμετέρων πραγματειῶν, τῆς τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων καὶ τῆς τῶν φυσικῶν δυνάμεων. εὐεξίας μὲν οὖν ἴδιον ἡ τῶν στερεῶν σωμάτων εὐτροφία, εὐσαρκίας δὲ καὶ πολυσαρκίας ἡ τῶν σαρκῶν αὔξησις. ὡς τὰ πολλὰ μὲν οὖν ἀνάλογον ἡ πιμελὴ μᾶλλον αὔξεται, ποτὲ δὲ ἐν πιμελῇ μᾶλλον ἡ σὰρξ ἢ μόνη πιμελή. εἴρηται δὲ περὶ τούτων ἐν τοῖς περὶ κράσεων ὑπομνήμασι. καθάπερ δὲ ἐν σαρκὶ τὸ μέν ἐστιν εὐσαρκία, τὸ δὲ πολυσαρκία, κατὰ τὸν αὐτὸν τρόπον ἐν αἵματι τὸ μὲν οἷον εὐαιμία τίς ἐστι, τὸ δὲ πολυαιμία. τὸ μὲν δὴ τῆς εὐαιμίας οὐκ ἄδηλον ὅτι καὶ ποιότητι καὶ ποσότητι κατὰ φύσιν ἐστὶν ἀκριβῶς· τὸ δὲ τῆς πολυαιμίας ἄμεμπτον μὲν τῷ ποιῷ, τῷ ποσῷ δὲ οὐκ ἄμεμπτον, ἀλλὰ πάντως μὲν πλέον, ἤτοι γε τοῦ κατὰ φύσιν ἐκ γενετῆς ὑπάρχοντος, ἢ τοῦ πρὸς τὴν δύναμιν. ἐγχωρεῖ γάρ ποτε ἀλλήλοις συναύξεσθαι παρὰ τὴν ἐκ γενετῆς φύσιν ἀμφότερα, καὶ τὴν τῆς δυνάμεως ῥώμην καὶ τὸ πλῆθος τοῦ αἵματος, ὥσπερ ἐν ταῖς ἀθλητικαῖς εὐεξίαις· καὶ γὰρ τὰ ὑγρὰ καὶ σαρκώδη καὶ ἡ δύναμις ἀνάλογον ἀλλήλοις ἐπ’ αὐτῶν συναύξονται. καὶ τοίνυν ἤδη πρόδηλον, ὡς οὐδ’ οἱ τὸν ὄγκον εἰπόντες τοῦ σώματος ἓν τῶν πληθωρικῶν σημείων ἀληθεύουσιν· ὄγκος μὲν γὰρ φλεβῶν πληθωρικὸν ἂν εἴη σημεῖον, ὄγκος δὲ σαρκῶν καὶ πιμελῆς ἐκείνων ἂν εἴη πλῆθος αὐτῶν, οὐ μὴν ὅ γε νῦν ἡμεῖς ζητοῦμεν, ὃ δὴ καὶ πληθώρα καλεῖται. περὶ γὰρ τούτου τοῦ πλήθους, ὃ δηλονότι κένωσιν ἐνδείκνυται, προθέμενοι λέγειν ἐς τοσοῦτον, ὅ ποτε ὁμωνυμίαις ἐνδείκνυται, ἐσφάλησαν ἔνιοί τινες ἐξ αὐτῶν, ὥστε εἰς τὸ τῶν σαρκῶν τε καὶ τῆς πιμελῆς ἀπενεχθῆναι πλῆθος. οὕτω μὲν δὴ μοχθηρὸν πλήθους γνώρισμα, σώματος ὄγκος· αὐτῶν μὲν γὰρ ἂν ἐκείνων εἴη τῶν φλεβῶν ὧν ὁρῶμεν ἐνδεικτικὸς τῆς πληρώσεως, οὐ μὴν ἐξ ἀνάγκης γε τῶν ἐν τῷ βάθει· ἀλλ’ ἐνδέχεταί ποτε καὶ τῶν ἔξω φλεβῶν διατεταμένων οὐχ ὡσαύτως διατετάσθαι καὶ τὰς ἔνδον, οἷον αὐτίκα κρύους μὲν κατασχόντος, εἰς τὸ βάθος ἀπελαύνεται τὸ αἷμα, καὶ λειφαιμοῦσι μὲν οὕτω δὴ αἱ ἐκτὸς, ὡς μηδὲ φαίνεσθαι· πάλιν δὲ ἀλέας γενομένης, ἢ λουσαμένων, ἐπὶ τὸ δέρμα καὶ τὰ ἐκτὸς τοῦ σώματος φέρεται τὸ αἷμα, καταλιπὸν τὸ βάθος· εἰ δὲ καὶ περικαὴς εἴη πυρετὸς, ἀναγκαῖον καὶ τότε καίεσθαι τῷ σώματι, καθάπερ ζέοντι, πνευματοῦσθαί τε καὶ χεῖσθαι. ὥστε ὁ τῶν φλεβῶν ὄγκος οὐκ ἔστιν ἀχώριστον γνώρισμα πλήθους χυμῶν, ἀλλὰ πρῶτον μὲν χρὴ τοιαύτην ὑπάρχειν τῷ σώματι κατάστασιν, ὡς μήτε τὰ ἔνδον τῶν ἔξω μήτε ἐκείνων ταῦτα πλεονεκτεῖν θερμότητι· δεύτερον δὲ, μηδ’ ἄμετρον εἶναι καθ’ ὅλον τὸ ζῶον θερμότητα. ἐπὶ τούτοις προδιορισθεῖσιν εἴη ἄν ποτε σημεῖον ὁ τῶν φλεβῶν ὄγκος αἱματικοῦ πλήθους νῦν λεγομένου, τοῦ κατ’ ἐπικράτησιν· ἀδύνατον γὰρ οὕτως ἀκριβὲς αἷμά ποτε περιέχεσθαι κατὰ τὰς φλέβας, ὡς μηδὲν αὐτῷ μήτε χολῆς ἐμφέρεσθαι, μήτε φλέγματος, μήτε ὀῤῥώδους ἰχῶρος, ὅθεν ἐγὼ κᾀν τοῖς ἔμπροσθεν ἠξίουν ὡσαύτως ἀκούειν, εἴτε τοὺς χυμοὺς πλεονάζειν, εἴθ’ αἷμα φήσαιμι. τοῦ γὰρ ἀμίκτου καὶ καθαροῦ τῶν ἄλλων ὑγρῶν αἵματος οὐδέποτε ἐν ταῖς ψλεψὶ περιεχομένου, δέδεικται γὰρ τοῦθ’ ἡμῖν ἑτέρωθι, ὡς τοῦ μέντοι μικτοῦ, μὴ μέντοι γε ὡς ἔτυχεν, ἀλλ’ ὡς ἐν συμμετρίᾳ τινι τοῖς κατὰ φύσιν ἔχουσι ζώοις, ἐπιμεμιγμένων αὐτῷ τῶν ἄλλων, οὐδὲν διοίσει χυμοὺς ἢ αἷμα προσαγορεύειν. συναυξανομένων γὰρ ἁπάντων ἐν τῇ κατὰ φύσιν συμμετρίᾳ τῷ κατ’ ἐπικράτειαν αἵματι, ταὐτὸν σημαίνει τὸ τῶν χυμῶν ὄνομα, καὶ οὐδὲν διαφέρει τοὺς χυμοὺς ηὐξῆσθαι λέγειν, ἢ τὸ αἷμα, τοῦ λόγου τοῦ φάσκοντος τοὺς χυμοὺς αὐτὸ τοῦτ’ ἐπιδεικνυμένου, τὸ περὶ τὴν ἀρχαίαν ἀναλογίαν πάντως πλεονάσαι, τουτὶ μὲν οὖν ἡμῖν οὕτω διοριζέσθω, πάλιν δ’ ἐπὶ τὸ προκείμενον ἴωμεν. ὁ γὰρ τῶν φλεβῶν ὄγκος ἂν μήτε δι’ ἐπικράτησιν τῆς ἔξωθεν καταστάσεως, μήτε διάχυσίν τε καὶ ζέσιν ᾖ γενόμενος, αἱματικὸν εἶναι τὸ πλῆθος ἐνδείκνυται. χρὴ δὲ μηδὲ κατάῤῥοπον ἐσχηματίσθαι τὸ τοιοῦτον μόριον, ἢ κεκινῆσθαι προσφάτως ὑπὲρ τὰ ἄλλα· διὸ καί τινι λόγῳ περιλαβὼν ἄν τις ἅπαντας τοὺς κατὰ μέρος διορισμοὺς, τότ’ ἐνδείκνυσθαι φήσει τὸν ὄγκον τῶν φλεβῶν αἵματος πλῆθος, ὅταν ἅπαντα τὰ μόρια τὴν αὐτὴν κατάστασιν ἔχῃ μετὰ συμμέτρου θερμασίας, ὡς εἴγε ὡσαύτως μὲν ἅπαντα διακέοιτο, θερμότης δὲ ἄμετρος ὑπάρχοι, χύσις ἐν τῷδε γίγνεται τῶν χυμῶν εἰς ὄγκον αἴρουσα τὰς φλέβας, οὐ μὴν αἱματικόν γε τὸ πλῆθος, ἀλλὰ πνευματικὸν ἐνδείκνυται· πνευματοῦνται γὰρ οἱ χυμοὶ θερμαινόμενοι, διὸ καὶ ὅσοι τὸν ὄγκον τῶν φλεβῶν ἀπεφήναντο πλῆθος σημαίνειν, ἐὰν δὴ προσυπακούσῃ τις ἐν τῷ λόγῳ τὸ κατ’ ἐκείνας τὰς φλέβας, ἐν αἷσπερ ἂν ᾖ τοῦτο γινόμενον, ὀρθῶς εἰρηκέναι δόξουσι· πλείων γὰρ ἡ οὐσία τῆς πρόσθεν ἐξ ἀνάγκης ἐστὶν ἡ τὸν ὄγκον ἐργασαμένη ταῖς φλεψὶν, οὐ μὴν ἤδη γέ πω δῆλον, ὁποῖόν τι τὸ πλῆθός  ἐστιν· ἁπάσης γὰρ οὐσίας πολλῆς ὁ παρὰ φύσιν ὄγκος κοινὸς, εἴτ’ οὖν αἷμα καθαρὸν, εἴτε χολῶδες, εἴτε ὀῤῥῶδες, εἴτε φλεγματικὸν, εἴτε πνευματικὸν ὑπάρχοι. ὥσπερ δὲ τοῦτο κοινὸν ἁπάσης πλήθους διαφορᾶς, οὕτω καὶ τὸ τείνεσθαι τὰς φλέβας· ἕπεται γὰρ καὶ τοῦτο τῷ ποσῷ τοῦ πλήθους, οὐ τῇ κατ’ εἶδος διαφορᾷ. ὥστε ὁ ὄγκος καὶ ἡ τονώδης αἴσθησις οὐ μᾶλλόν τι χυμῶν ἢ πνεύματος ἐνδείξεται πλῆθος. εἰ μὲν οὖν τις ὧδέ πως ἀποφαίνοιτο, κατὰ τὰς τονώδεις αἰσθήσεις ἐξ ἀνάγκης πλῆθός ἐστιν, ἀληθὲς ἐρεῖ· καὶ μέντοι κᾂν οὕτως φήσειε, τὸ ἐν αἰσθητικοῖς μέρεσι πλῆθος ἐπιφέρει τινὰ διάθεσιν, ἀληθὲς ἐρεῖ καὶ αὐτός· εἰ δέ τις ἐάσας τὸ γενικὸν ὄνομα τὸ πλῆθος ἢ τοὺς χυμοὺς, αἷμα παραλάβοι κατὰ τὸν λόγον, οὐκ ἐξ ἀνάγκης ἀληθεύσει δι’ ἃς εἴπομεν αἰτίας. ὅτι δ’ οὐδὲ πλήθους ἁπλῶς, ἀλλὰ τοῦ τε μᾶλλόν τε καὶ ἧττον ἐν αὐτῷ, διαφορὰ κατὰ τε τοὺς ὄγκους ἐστὶ τῶν φλεβῶν καὶ τὴν τονώδη διάθεσιν, ἐνθένδε δῆλον. οὐδὲν μόριον ὀδυνᾶται πληρούμενον, ἄνευ τοῦ προγενέσθαι τάσιν αὐτῷ βιαίαν· εἰ δ’ εἰς ὄγκον μὲν αἴροιτο, μηδέπω δέ γε βιαίως, οὐδέπω τείνεται· διὸ τῶν ὄγκων ὁ μὲν σὺν τῇ τάσει πλέον ἐνδείξεται πλῆθος· ὁ δ’ ἄνευ ταύτης, ἧττον. πῶς οὖν ἐνίοτε τὴν ἀρχὴν μὲν οὐδεὶς ὄγκος φαίνεται κατὰ τὰς φλέβας, ἡ τονώδης δέ ἐστιν ἰσχυρὰ αἴσθησις; χρὴ γὰρ δήπου τοῖς μεγίστοις ὄγκοις ἐζεῦχθαι τὴν τοῦ τείνεσθαι διάθεσιν. ἢ διότι ἔστιν ὅτε ὁ ὄγκος ἐν ταῖς διὰ βάθους φλεψὶ μόναις διατείνει, ἢ εἴπερ ἐν τῷ πρὸς τὶ τὸ πλῆθος, ὑπὲρ οὗ νῦν δια λεγόμεθα, τό τε πρὸς τὴν εὐρύτητα τῶν ἀγγείων, ὃ δὴ πλῆθος λέγομεν, οὐδέπω τεινομένων αὐτῶν, τό τε πρὸς τὴν τοῦ χιτῶνος τάσιν, δηλονότι τοῦ μὲν ὄγκου τῶν φλεβῶν ἡ γένεσις ἐπιδίδοται, εἰς πλῆθος αὐξομένου τοῦ αἵματος ὑπὲρ τὴν φυσικὴν ἑκάστου συμμετρίαν, ὥστε πρὸς ἐκείνην λέγεσθαι τὸ πολύ· τὸ δὲ τείνεσθαι τὸν χιτῶνα τῆς ὡς πρὸς αὐτὸν συμμετρίας ἐνδείκνυται (διὰ) ὑπερβολήν. οὐ γὰρ ἔστι κατὰ φύσιν οὐδὲ τοῦτον τείνεσθαι. ἑκάτερον οὖν ἐστι πολὺ, τό τε ὡς πρὸς τὴν κατὰ φύσιν συμμετρίαν αἷμα καὶ πρὸς τὴν τοῦ χιτῶνος τάσιν. ἐμνημόνευσε δὲ Ἐρασίστρατος ἀμφοτέρων, οὐ διηρθρωμένως μὲν, οὐδ’ οὕτω σαφῶς, ὡς ἐγὼ νῦν, ὅμως ὥστε ἐμφῆναι, διττὴν εἶναι φύσιν τοῦ πράγματος. ἐν μὲν γὰρ τῷ φάναι· κατ’ ἀρχὰς μὲν οὖν καὶ μετρίως πληρουμένων τῶν ἀγγείων, εὐτονώτεροί τε καὶ ἰσχυρότεροι ἑαυτῶν φαίνονται παρὰ τὸ εἰθισμένον· ἐνεδείξατο τὴν ὑπὲρ τὸ κατὰ φύσιν ἑκάστῳ τοῦ αἵματος ἀμετρίαν· ἐν οἷς δὲ ἑξῆς ἐπιφέρων φησίν· ἐπιπλέον δὲ πληρώσεως ἐρχομένων, παρεμπίμπλανται βραχίονές τε καὶ χεῖρες καὶ κνῆμαι· τὴν ὡς πρὸς τοὺς περιέχοντας τὸ αἷμα χιτῶνας· ὥστε ὅρους εἶναι δύο τῆς τοῦ αἵματος ὑπὲρ τὸ κατὰ φύσιν αὐξήσεως, ἕνα μὲν ἐν τῷ πληροῦσθαι τῶν φλεβῶν τοὺς χιτῶνας εἰς ὄγκον αἰρομένους ὑπὲρ τὸ κατὰ φύσιν ἑκάστω, τὸν δὲ ἕτερον, ἐν ᾧ πρὸς τούτῳ τείνεσθαι συμβαίνει, μηδ’ ἑτέρου τούτων ὁρωμένου ἐν τῷ πρὸς τὴν δύναμιν πλήθει. περὶ μὲν δὴ τούτων ἱκανὰ καὶ ταῦτα.