Τὸ δὲ ἔρευθος, οὗ καὶ αὐτοῦ μνημονεύουσιν, οὐ πλήθους μὲν ἁπλῶς, ἀλλ’ αἱματικοῦ πλήθους γνώρισμα. δεήσεται δὲ καὶ αὐτὸ τῶν διορισμῶν, ὧνπερ ὁ ὄγκος· εἰ γὰρ διά τι τῶν ἔξωθεν, οἷον ἥλιον, ἢ λουτρὸν, ἢ γυμνάσιον, ἢ πορείαν, ἢ ἁπλῶς εἰπεῖν θερμασίαν, οὕτω δὲ καὶ θυμὸν, αἰδώ τε καὶ ὅσα τοιαῦτα, καὶ ὀξεῖς δὲ πυρετοὶ τούτου τοῦ γένους εἰσίν. ὅταν οὖν ὁμαλὴ μὲν ὅλου τοῦ σώματος ἡ διάθεσις εἴη, μηδὲν δὲ ὧν εἴρηκα παρῇ, τότ’ ἂν εἴη τὸ ἔρευθος αἱματικοῦ πλήθους γνώρισμα τοῦ καθ’ ὅλον τὸ ζῶον· εἰ δὲ μὴ, ἀλλά γε κατ’ ἐκεῖνο τὸ μέρος, ἐν ᾧ φαίνεται· καὶ γὰρ καὶ ταῖς φλεγμοναῖς, εἴτ’ ἐν τοῖς μυσὶν εἴτ’ ἐν τοῖς δέρμασι συνίστανται, τὸ τοιοῦτον ἕπεται χρῶμα, πληθωρικοῖς ὑπάρχουσι νοσήμασιν. ἀλλὰ περὶ φλεγμονῶν αὐτάρκως ἐν ἑτέρῳ λέλεκται γράμματι, καθ’ ὃ περὶ τῶν παρὰ φύσιν ὄγκων ἐπεσκεπτόμεθα, δεικνύντες ἅπαντας αὐτοὺς ὑπὸ πλήθους ὑγρῶν ἄλλοτε εἰς ἄλλο μέρος κατασκηπτόντων συνίστασθαι· νυνὶ δὲ οὐ περὶ τούτων, ἀλλ’ ὡς εἴρηται πρόσθεν, ὑπὲρ ἐκείνου τοῦ πλήθους ὁ λόγος ἐστὶν, ὃ καλεῖται πληθώρα, πλεονεξίας χυμῶν ἐν ὅλῳ τῷ σώματι συνισταμένης. οὐχ οὕτω δέ φαμεν ἐν ὅλῳ τῷ σώματι συνίστασθαι πλῆθος, ὡς ἀμφότερα τὰ γένη τῶν σωμάτων βεβλάφθαι, τό τε τῶν ἀγγείων καὶ τῶν σαρκῶν· ἐγχωρεῖ γὰρ ἐνίοτε καὶ μόνον θάτερον, ὡς εἰ καὶ ὁπότερον ἂν καταληφθείη μέρος, οὐ καθ’ ἕν τι μόριον ἢ δύο τούτου συμβεβηκότος, ἀλλ’ ἤτοι καθ’ ὅλον τὸ ζῶον, ἢ κατὰ τὰ πλεῖστά τε καὶ κυριώτατα μόρια. καὶ τοίνυν καὶ τὸν ὄγκον ὁποῖός τίς ἐστιν ἐξευρεῖν, ἱκανῶς γεγυμνασμένου περὶ τὰς διαγνώσεις ἀνδρὸς δεῖται. κατὰ γοῦν τὸ σαρκῶδες γένος ἕτερος μὲν ὄγκος ὁ τῶν σαρκῶν αὐτῶν ἐστιν, ἕτερος δὲ ὁ τῶν ὑγρῶν, ὥσπερ ἐρίου τινὸς ἢ σπογγιᾶς τῆς σαρκὸς ἐμπεπλησμένης ὑγρότητος περιττῆς· ἀλλὰ τὸ μὲν τοιοῦτον πλῆθος ἐν ταῖς σαρξὶν ἀνάλογόν ἐστι τῷ κατὰ τὸ ἔγχυμα καλουμένῳ ἐπὶ τῶν ἀγγείων, τὸ δὲ ἕτερον πλῆθος τῷ πρὸς τὴν δύναμιν, ἢ μετὰ βάρους· μεμνημένων ἡμῶν, ὅτι μηδὲν διήνεγκεν, ἢ περὶ συνθέτου σαρκὸς, ἢ περὶ μυῶν διαλέγεσθαι, καὶ ὡς εἴ ποτε περὶ πλήθους ὁ λόγος γίγνοιτο τοῦ κατὰ τὰς σάρκας, τοὺς μῦς ἀκουστέον ἐστὶν, οὐ τὴν ἁπλῆν ἐκείνην σάρκα, τὴν ὑπό τινων ὀνομαζομένην παρέγχυμα. κατὰ μέντοι τὰς ἀρτηρίας καὶ τὰς φλέβας οὐχ  ὁμοίως αἰσθητόν ἐστι τὸ πρὸς τὴν δύναμιν πλῆθος αὐτοῖς τοῖς κάμνουσιν, ἀλλ’ ὅσοι περ ἂν ὦσιν αἰσθητικώτατοι φύσει, μόνοις τοῖς τοιούτοις ἀμυδρόν τι καὶ βύθιον βάρος ἐμφαίνεται κατὰ τὸ σῶμα· διὸ χρὴ ζητεῖν ἕτερά τινα σαφέστερα τοῦ τοιούτου πλήθους γνωρίσματα. ῥᾳθύμως δὲ τῶν πλείστων ἰατρῶν ἐσχηκότων ἀμφ’ αὐτὸ, καὶ τῶν μὲν οὐδ’ ὅλως ἐπισκεψαμένων, ἐνίων δὲ ἐλλιπῶς, οὐδὲν εὕρηται βεβαιότερον γνώρισμα τῆς τῶν ἀρτηριῶν κινήσεως, ἣν ἐν ταῖς περὶ τῶν σφυγμῶν πραγματείαις αὐτάρκως ἐξηγησάμεθα. τὰ πολλὰ μὲν γὰρ ὁμοῦ ταῖς ἀρτηρίαις αἱ φλέβες ἐν πληθώρᾳ καθίστανται, διὰ τὴν σύῤῥοιαν τῶν ἀγγείων, ἣν πολλάκις ἐν ἑτέροις ἀπεδείξαμεν· ἔστιν ὅτε δὲ χυμῶν γλίσχρων, ἢ παχέων ἠσθροισμένων ἐν ταῖς φλεψὶν, οὐκ εὐπετὴς ἡ μετάληψις αὐτῶν εἰς τὰς ἀρτηρίας γίγνεται, σπάνιον δέ ἐστι τὸ τοιοῦτον· εἰ μὴ γὰρ ἐσχάτως εἶεν παχεῖς, ἢ γλίσχροι χυμοὶ, μεταῤῥυήσονται πάντως. ἐν μὲν δὴ ταῖς τοιαύταις διαθέσεσιν οὐδὲν ἐναργὲς γνώρισμα τοῦ κατὰ τὰς φλέβας ἠθροισμένου πλήθους ἐκ (δὲ) τῆς τῶν ἀρτηριῶν κινήσεως ἔνεστι λαβεῖν, εἰ καὶ ὅτι μάλιστα τῷ Νικάρχῳ καὶ Πραξαγόρᾳ δοκεῖ, καίτοι μὴ μεταδιδοῦσι ταῖς ἀρτηρίαις αἵματος· κατὰ μέντοι τὰς ἄλλας διαθέσεις τῆς πληθώρας πιστεύειν χρὴ τοῖς ἐκ τῶν σφυγμῶν σημείοις, ἃ διὰ τῆς οἰκείας εἴρηται πραγματείας, τὰς δὲ ἰδέας τοῦ πλήθους, ὅταν γε ὁμαλῶς ἐκτεταμένον εἰς ὅλον τὸ σῶμα ᾖ, κατὰ τάδε διαιρεῖσθαι. ἐξέρυθρον μὲν γὰρ τὸ τοῦ αἵματος πλῆθός ἐστιν, ὕπωχρον δὲ τὸ τῆς ξανθῆς χολῆς, ἐπὶ δὲ τὸ λευκότερον ἐκτρέπεται τοῦ κατὰ φύσιν, ὅταν τὸ φλέγμα κρατῇ, καθάπερ ἐπὶ τὸ μελάντερον, ἢν ἡ μέλαινα χολή. καθ’ ἕκαστον δὲ τῶν εἰρημένων συνηυξῆσθαι χρὴ καὶ τὸ αἷμα· μόνη γὰρ εἴ ποτε πλεονάσειεν ἡ ὠχρὰ καὶ ξανθὴ προσαγορευομένη χολὴ, καθάπερ ἐν ἰκτερικοῖς, οὐκ ἔτι πλῆθος, οὐδὲ πληθωρικὴ διάθεσις, ἀλλὰ κακοχυμία τὸ τοιοῦτόν ἐστι πάθημα. κατὰ ταὐτὰ δὲ καὶ ἐπὶ τῆς μελαίνης χολῆς καὶ τοῦ φλέγματος. ὅταν δὲ, ὡς εἴρηται πρόσθεν, ἢ βάρος, ἢ ὄγκος ὑπὲρ τὸ κατὰ φύσιν ᾖ, πληθωρικὴ μὲν ἡ τοιαύτη διάθεσις εἴρηται, ἐκ δὲ τῆς χρόας γινώσκειν χρὴ τὴν ἰδέαν τοῦ κρατοῦντος χυμοῦ. μόνη δὲ χολὴ τῶν ἀχωρίστων τοῦ πλήθους συμπτωμάτων οὐδέτερον ἐργάσασθαι δύναται, οὔτ’ οὖν τὸν ὄγκον οὔτε τὸ βάρος· ἕτερον γάρ τι πρὸς ταύτης ἔσται πάθημα πρὶν ἐς τοσοῦτον αὐξηθῆναι. μόνον δ’, εἴπερ ἄρα, τὸ φλέγμα, καὶ τοῦτο οὐχ ἅπαν ἁπλῶς, ἀλλὰ τὸ κατὰ τοὺς λευκοφλεγματίας ὀνομαζομένους ὑδέρους ἐν ὅλῳ τῷ σώματι δυνήσεται πλεονάσαι. δῆλον δὲ ὡς καὶ τὸν ὠμὸν ὀνομαζόμενον χυμὸν ἕν τι τῶν φλέγματος εἰδῶν ἔν γε τῷ νῦν λόγῳ τίθεσθαι χρὴ, ὡς εἴγε ἕτερον ἐκείνου θήσομεν πρὸς αἷς εἴπομεν ἄρτι πλήθους διαφοραῖς, ἀναγκαῖόν ἐστι προσθεῖναι καὶ τὴν ἐκ τοῦ τοιούτου χυμοῦ· παχύτερος δὲ τοῦ ἄλλου φλέγματος ὁ χυμὸς οὗτος, ἧττόν τε πνευματικὸς, οἷος ἐν τοῖς οὔροις ὑφίσταται μά λιστα τοῖς ἐξ ἀδδηφαγίας πολλὴν ὑπόστασιν ἔτνει τε κυάμων ὁμοίαν ἔχουσι· καὶ μὴν καὶ διεχώρησε κάτω πολλάκις ὁ τοιοῦτος ἀθρόως χυμὸς ἐκείνοις τῶν σωμάτων, ὅσα γυμνασίων μὲν ἀπείχετο, παμπόλλοις δὲ ἐδέσμασιν ἐχρᾶτο, καὶ λουτροῖς ἐπὶ τροφαῖς· ἀλλὰ καὶ τούτῳ τῷ χυμῷ, καθάπερ καὶ τῷ φλέγματι, λευκή τις ἄχροια καθ’ ὅλον τὸ σῶμα συνυπάρχει. τὰ δ’ ἄλλα τοῦ φλέγματος εἴδη τὸ μέν ἐστι γλυκὺ, τὸ δὲ ὀξὺ, τὸ δὲ ἁλυκόν· καὶ ὑπνώδεις μὲν γίνονται ἐπὶ τοῦ γλυκέος, πεινώδεις δὲ ἐπὶ τοῦ ὀξέος πλεονάζοντος, ὥσπερ δὴ διψώδεις, ὅταν ἐπικρατῇ τὸ ἁλυκόν· ἀνόρεκτοι δὲ ἐπὶ τῷ προειρημένῳ τῷ ὠμῷ. τὰ δὲ τῶν ὕπνων ἐπὶ μὲν τοῖς ἄλλοις φλέγμασι τοῖς προειρημένοις βραχὺ πλείω τοῦ κατὰ φύσιν· ὁ δ’ ὠμὸς χυμὸς, ὥσπερ τὸ γλυκὺ φλέγμα, σαφῶς ὑπνώδεις ἀποτελεῖ· δέδεικται γὰρ ἑτέρωθι, τῆς αἰσθητικῆς ἀρχῆς ὑγραινομένης τε καὶ ψυχομένης, τὴν κωματώδη ἕπεσθαι διάθεσιν, ὥσπέρ γε καὶ τὴν ἀγρυπνίαν, ξηραινομένης καὶ θερμαινομένης. ταῦτ’ ἄρα καὶ οἱ χολῶντες ἄγρυπνοι πάντες ἐφ’ ἑκατέρᾳ τῇ χολῇ· σύνεστι δὲ ἐξαίρετον ἐπὶ τῆς μελαίνης τὸ σκυθρωπόν τε καὶ δύσθυμον ἄνευ λόγου. εἰ δὲ μὴ καθ’ ὅλον σῶμα πλεονάζοιεν οἱ προειρημένοι χυμοὶ, καθ’ ἕν τι δὲ μόριον ἀθροισθεῖεν, ὄγκους ἐργάζονται παρὰ φύσιν αὐτοῖς τοῖς σώμασιν, ὑπὲρ ὧν ἑτέρωθι δείκνυται. καὶ αὐτὰ δὲ τὰ νῦν αὐτῶν εἰρημένα συμπτώματα, πλὴν τῆς ἀχροίας, ἐγκέφαλόν τε καὶ στόμαχον κατειληφότων ἐστίν· ἀγρυπνίαι μὲν γὰρ καὶ ὕπνοι διὰ τὸν ἐγκέφαλον, ὀρέξεις δὲ καὶ ἀνορεξίαι διὰ τὸν στόμαχον ἄλλοτε ἀλλοίως διατιθέμενον γίγνονται. δῆλον δ’ ὅτι τὸ στόμα τῆς γαστρὸς εἴρηται νῦν στόμαχος, ἐν ᾧ τὸ μὲν φλέγμα τὸ ἀθροισθὲν, ὡς ὀλίγον ἔμπροσθεν εἴρηται, τὰς ὀρέξεις ἐποίησε· τῶν δὲ χολωδῶν, ἐπὶ μὲν τῆς ξανθῆς διψώδεις τε καὶ ἀσώδεις ἔσονται, καὶ τὸ στόμα πικρὸν αὐτοῖς ἐστιν· ἐπὶ δὲ τῇ μελαίνῃ, δύσθυμοι, καὶ σκυθρωποὶ, καὶ φοβεροὶ, καὶ ἄδιψοι, καὶ σιέλου μεστοὶ, ἀπόσιτοι δὲ οὐ πάντες, ἀλλά τινες αὐτῶν. ἱκανῶς δὲ πεινώδεις εἰσὶν οἷς ἂν ἡ μέλαινα τὴν ὀξεῖαν ποιότητα κρατοῦσαν ἔχῃ· γίγνεται δὲ τοῦτο, κακοηθεστέρας αὐτῆς ἀποτελουμένης. ἔστ’ ἂν δὲ μόνον οἷον ἰλὺς αἵματος ᾖ, μήπω δ’ ἀκριβῶς ὀξεῖα, κάλλιον ἴσως (μελαγχολικὸς χυμὸς ἕως οὗ λέγεται) μηδὲ καλεῖν μηδέπω τὸν τοιοῦτον χυμὸν μέλαιναν χολὴν, ἀλλ’, ὥσπερ εἴωθα, μελαγχολικὸν, ὅτι τοῦ γενέσθαι μέλαιναν χολὴν πλησίον ἥκει. ἀλλ’ οὐ νῦν καιρὸς ὑπὲρ τῆς ἐν ταῖς κακοχυμίαις διεξέρχεσθαι διαφορᾶς, ὅτι μηδὲ πλῆθος εἶπον ὀνομάζεσθαι αὐτάς· ἡμῖν δὲ οὐχ ἁπλῶς τὸ πλεονάζον ὁπωσοῦν ἐξευρεῖν, ἀλλὰ περὶ πλήθους  σκέψασθαι προὔκειτο· πλεονεξία δέ ἐστι τοῦτο τῶν καθ’ ὅλον τὸ σῶμα τοῦ ζώου χυμῶν. οὔτ’ οὖν τῶν κατὰ μέρος ὄγκων οὔτε κακοχυμίας ἀκούειν χρὴ ποθεῖν ἐν τῷ λόγῳ τῷδε τὰς ἰδέας, ἀλλ’ ὅταν ἤτοι κατὰ τὴν ἀρχαίαν ἀναλογίαν αὐξηθῶσιν ἅπαντες, ἤ τινα βραχεῖαν ὑπεροχὴν ἐξ αὐτῶν εἷς λάβῃ. τὸ μὲν οὖν αἷμα παμπόλλην ὑπεροχὴν δύναται λαβεῖν ἐν ταῖς πληθωρικαῖς διαθέσεσι, τῶν δὲ ἄλλων χυμῶν οὐδείς· κακοχυμία γὰρ ἤδη τό γε τοιοῦτον, οὐκ ἔτι πλῆθος, οὐδὲ πληθώρα καλεῖται. διὸ καὶ σφυγμοὶ κατὰ μὲν τὰς κακοχυμίας οἰκεῖοι τῇ φύσει τῶν χυμῶν ἀκριβῶς εἰσιν· ἐπὶ δὲ τοῖς εἰρημένοις πλήθεσιν οὐχ ὁμοίως ἐναργεῖς ἀποσώζουσι τὰς διαφορὰς, ὅτι σὺν αἵματι δαψιλεῖ πάντως ἐστὶν ὁ πλεονάζων χυμός· ὅταν δὲ κρατήσῃ σφοδρῶς, ἐπὶ μὲν τῇ ξανθῇ χολῇ τοιούτους ἀνάγκη γενέσθαι σφυγμοὺς, οἵους εἴπομεν ἕπεσθαι, ξηραινομένης τε καὶ θερμαινομένη τῆς καρδίας· ἐπὶ δὲ τῇ μελαίνῃ τοιούτους αὖ πάλιν, οἵους ἔφαμεν, εἰ ψύχοιτό τε καὶ ξηραίνοιτο, γίγνεσθαι· κατὰ δὲ τὸν αὐτὸν λόγον, εἰ νικήσειέν ποτε τὸ φλέγμα τοὺς ἄλλους, ψυχρᾶς καὶ ὑγρᾶς διαθέσεως ἐκγόνους ἀποτελέσει σφυγμούς. αἵματι δὲ τῷ μὲν ἀκριβῶς κατὰ φύσιν οὐδεμία τῆς ἀρχαίας καταστάσεως ἀλλοίωσις ἕπεται· τῷ δὲ ὑγροτέρῳ πλεονάζοντι καὶ οἱ σφυγμοὶ συναλλοιοῦνται, καθάπερ εἰ θερμότερόν τε καὶ ψυχρότερον ἑαυτοῦ γένοιτο. διῄρηται δὲ ἐν τῇ περὶ τῶν σφυγμῶν πραγματείᾳ τὰ τοιαῦτα σύμπαντα· νῦν δὲ ἀρκέσει τό γε τοσοῦτον εἰπεῖν, ὡς ἐξ ἀργίας μὲν καὶ διαίτης ὑγρᾶς ὑγρότερον ἑαυτοῦ γένοιτ’ ἂν τὸ αἷμα, πλεονεξίᾳ τῶν ὑδατωδῶν περιττωμάτων· ἐπὶ θυμῷ δὲ καὶ γυμνασίοις, ἐγκαύσεσί τε καὶ τρίψεσι, καὶ φαρμάκῳ θερμαίνοντι, καὶ τροφῇ τοιαύτῃ, καὶ οἴνοις ἀκρατεστέροις καὶ παλαιοτέροις θερμότερον, ὥσπέρ γε καὶ διά τινα ψύξιν ὑπόγυιον ψυχρότερον. εἰ δὲ ἐπὶ πλέον ἐδέσμασι χρήσαιτό τις ξηροτέροις τὴν κρᾶσιν, οὐ μὴν ἄλλην τινὰ ἔχουσι δυσκρασίαν, ξηρότερον ἐκεῖνο γένοιτ’ ἂν τὸ αἷμα. καὶ δὴ καὶ κατὰ συζυγίαν ὑγρότερόν τε καὶ ψυχρότερον, ἢ ψυχρότερόν τε καὶ ξηρότερον, θερμότερόν τε καὶ ὑγρότερον, ἢ θερμότερόν τε καὶ ξηρότερον ἐπὶ τοῖς εἰρημένοις αἰτίοις ἀποτελεσθήσεται, χωρὶς τοῦ τῶν ἄλλων τινὰ πλεονεκτῆσαι χυμῶν. εἰ δὲ καὶ διὰ τὴν ἐκείνων μίξιν εἰς δυσκρασίαν ἀφίκοιτο, μετὰ κακοχυμίας ἂν ἡ τοιαύτη δυσκρασία συσταίη, λεγομένου μὲν ἔτι καὶ νῦν ἤτοι θερμοτέρου γεγονέναι τοῦ αἵματος, ἢ ψυχροτέρου τε καὶ ὑγροτέρου, καὶ κατὰ τὰς ἑτέρας δυσκρασίας ἓξ, ὀκτὼ γὰρ ἦσαν αἱ σύμπασαι, καθ’ ἕτερον δέ τοι τρόπον, οὐχ ὡς ὁπότε μόνον αὐτὸ καθ’ ἑαυτὸ τοιοῦτον ὑπῆρχεν. οἱ σφυγμοὶ δὲ κατὰ τὰς δυσκρασίας τὰς ὀκτὼ τὴν ἰδέαν ἐκείνην ἕξουσιν, οἵαν ἐν τῇ τῶν σφυγμῶν πραγματείᾳ διήλθομεν· εἴτε δ’, ὡς εἵρηται, μόνου τοῦ αἵματός ἐστιν, εἴτε διά τινα ἐπιμιξίαν χυμοῦ, διορίζεσθαι χρὴ τῇ τε συνούσῃ χρόᾳ παντὸς τοῦ σώματος καὶ τοῖς ἄλλοις συμπτώμασιν, ὅσα περὶ ὕπνου καὶ ἐγρηγόρσεως, ἢ ὀρέξεως καὶ ἀνορεξίας, ἢ εἴτι τοιοῦτον, μικρὸν ἔμπροσθεν εἴρηται, καὶ τῇ προηγησαμένῃ διαίτῃ, καὶ τοῖς γυμνασίοις, καὶ τοῖς αὐτῷ τῷ κάμνοντι συμπίπτειν εἰθισμένοις, ἔτι τε τῇ ὥρᾳ καὶ τῇ χώρᾳ καὶ τῇ φυσικῇ πυκνότητι καὶ ἀραιότητι τοῦ σώματος· ἄμεινον γὰρ ἐκ πάντων τὸ πιστὸν τῇ διαγνώσει λαμβάνειν, οὐκ ἐξ ἑνὸς ἢ δυοῖν, εὖ εἰδότας ὡς αὐτὸ μόνον ἐν τῇ τέχνῃ πλεῖστα κεκοινώνηκε τοῦ στοχάζεσθαι, λέγω δὴ τὸ μέρος τῆς τέχνης τοῦτο τὸ διαγνωστικὸν ἅπαν, οὐ μόνον τὸ κατὰ τὴν κακοχυμίαν, ἢ τὸ πλῆθος, ἃ νῦν ἡμῖν διορίζεσθαι πρόκειται· τὰ γὰρ περὶ τὰς ἐνεργείας, ἢ τὰς τῶν νοσημάτων αἰτίας, ἢ τὰς ἰάσεις, ἐπιστημονικώτερον ἔχει τὴν γνῶσιν. εἴρηται δ’ ἐπὶ πλέον ὑπὲρ αὐτῶν τούτων ἑτέρωθι, καὶ νῦν ἀρκέσει τὸ προστεθὲν αὐτάρκως διορισαμένους, αὐτόθι που καταπαῦσαι τὸ γράμμα. γίγνοιτο δ’ ἂν αὐτάρκης ὁ λόγος ἐπὶ παραδείγματι ἐξετασθείς. ἔστω δὴ τὸν μὲν ἄνθρωπον ἀπύρεκτον ὑπάρχειν, ἐν ὄγκῳ δὲ μείζονι τὰς φλέβας αὐτῷ καὶ τὸ σύμπαν σῶμα ἐρυθρότερον. σκεπτέον οὖν, εἰ μηδὲν τούτῳ τῶν θερμαινόντων αἰτίων ἐπλησίασεν· εἰ γάρ τοι φαίνοιτο, βέλτιον ἀναβάλλεσθαι τὴν διάγνωσιν, ἄχρι περ ἂν ἡ ἐξ ἐκείνου κίνησις ἐν ὅλῳ τῷ σώματι καταστῇ, διότι μήτε θυμούμενον, ἢ λελουμένον, ἢ λουόμενον, ἢ γεγυμνασμένον, ἢ οἴνου προσενηνεγμένον ἀρτίως, ἢ ἄλλως ὁπωσοῦν τεθερμασμένον εἰς τὴν διάγνωσιν ἄγειν προσήκει, ἀλλ’ ἐν ἡσυχίᾳ πασῶν τῶν ἔξωθεν ὑπάρχοντα κινήσεων· εἰ γὰρ ἐν ἐκείνῳ τῷ καιρῷ φαίνοιτο τοιοῦτος, αἷμα πλεονάζει τῷ ἀνθρώπῳ. τοὐντεῦθεν ἐπισκέπτεσθαι τἄλλα, πρῶτα μὲν ὅσα μεγίστην ἔχει δύναμιν, εἶτα ἑξῆς τὰ λοιπά· ἐδείχθη δὲ βάρος καὶ τάσις, ὅ τε πρὸς τὰς κινήσεις ὄκνος, εἶθ’ ἑξῆς τὰ κατὰ τοὺς σφυγμοὺς, ἀγρυπνίας τε καὶ ὕπνους, ὀρέξεις τε καὶ ἀνορεξίας, ὅσα τ’ ἄλλα τοιαῦτα. μετὰ δὲ ταῦτα τῶν προηγησαμένων ἕκαστον, ὅσα πλῆθος ἐργάζεται, μή τις συνήθης ἔκκρισις ἐπέσχηται, μὴ γυμνάσιον ἠμέληται, μὴ πλείω καὶ πολύτροφα σιτία συνεχῶς προσενήνεκται, μὴ μετὰ τροφὴν ἀήθεσι χρῆται λουτροῖς, καὶ πρὸς τούτοις ἔτι μὴ πολλάκις ὁ τοιοῦτος ἄνθρωπος ἁλίσκεται νοσήμασι πληθωρικοῖς. ἐπὶ τούτοις ἅπασι καὶ τὰ παρὰ τῆς χώρας, καὶ ὥρας, ἢ εἴτι τοιοῦτον ἄλλο προσθεὶς, οὐκ ἴσην ἅπασι νέμων τὴν αἰτίαν, ὥσπερ οὐδ’ ἐν τοῖς ἄλλοις μέρεσι τῆς τέχνης· ἔνια μὲν γὰρ τῶν γνωρισμάτων ἐστὶν ἐπιστημονικὰ, καθάπερ ἡ τάσις, καὶ τὸ βάρος, ὅ τε ὄγκος τῶν φλεβῶν, ὅ τε ὄκνος, καὶ τὸ χρῶμα, καὶ ἡ τῶν σφυγμῶν κίνησις, ἁπασῶν δηλονότι τῶν προσφάτων κινήσεων ἀφωρισμένων· ἔνια δὲ ἀπολείπεται τούτων, οἷον ἡ τῶν, ἐκκρίσεων ἐπίσχεσις, ὅ τε ἀργὸς βίος, ἐδέσματά τε πλείω καὶ τρόφιμα, καὶ μετὰ τροφὴν λουτρά· συνιόντα μέντοι τὰ σύμπαντα τοῖς ἐπιστημονικοῖς ἐγγὺς ἥκει. τρίτην ἐπὶ τούτοις ἔχει τάξιν, εἰ συνήθως ἁλίσκεται πληθωρικοῖς νοσήμασιν ὁ ἄνθρωπος· ἐφεξῆς δὲ τὰ κατὰ χώρας καὶ ὥρας συστατικὰ πάντων αὐτῶν· ἐν μὲν γὰρ χειμῶνι καὶ ἦρι ψυχραῖς τε καὶ εὐκράτοις χώραις μᾶλλον ἀθροίζουσι τὸ πλῆθος· ἐν δὲ ταῖς θερμαῖς καὶ ξηραῖς ὥραις καὶ χώραις ἧττον· οὕτως δὲ καὶ οἱ μὲν πυκνοὶ τὴν ἐπιφάνειαν μᾶλλον, οἱ δ’ ἀραιοὶ σπανιώτερον.