ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΠΛΗΘΟΥΣ ΒΙΒΛΙΟΝ. Οὔτε πολλάκις ὀνομάζοντας ἕτερον ὄνομα τοῦ πλήθους μᾶλλον ἔστιν εὑρεῖν ἅπαντας τοὺς νῦν σχεδὸν ἰατροὺς, οὔτ’ ἀγνοοῦντας ἕτερόν τι τούτου μᾶλλον. ὅσοι γοῦν αὐτῶν οἷοί τέ εἰσι καὶ δοῦναι καὶ λαβεῖν λόγον, οἱ πλεῖστοι μὲν ἀποκρίνονται τοῖς ἐρομένοις ὅ τι ποτ’ οὖν ὀνομάζουσι πλῆθος, ὡς ἐν τῷ πρὸς τὶ λέγεται τοὔνομα, καθάπερ τὸ πολύ τε καὶ τὸ ὀλίγον, ὥστε οὐκ εἶναι δυνατὸν ἐν μέτρῳ περιλαβεῖν αὐτό· τὸ γὰρ ἑτέρῳ πολὺ, τοῦτ’ ἐνίοτε ὑπάρχει ὀλιγώτερον ἑτέρῳ. καὶ ἐπειδὰν ἐρωτήσῃς αὐτοὺς, ἀξιῶν ἀποκρίνεσθαι τὸ πρᾶγμα πρὸς ὃ τὸ πλῆθος εἶναι λέγουσι, τινὲς μὲν ἰχθύων ἀφωνότεροι γίγνονται, τινὲς δὲ οὕτω μακρά τε καὶ ἀλλόκοτα ληροῦσιν, ὡς μὴ παρακολουθῆσαι δύνασθαι τοῖς ὑπ’ αὐτῶν λεγομένοις. ὀλίγιστοι δὲ ἀποκρίνονται, τὸ πολὺ καὶ ὀλίγον ὡς πρὸς τὴν δύναμιν νοεῖσθαι· καὶ εἰ αὖθις αὐτοὺς ἐπανέροιο, τί λέγουσι δύναμιν, ἔνιοι μὲν οὐδ’ ὅλως ἀποκρίνονται· τῶν δὲ τολμησάντων ἀποφήνασθαί τι λέγει μὲν οὐδεὶς οὐδενὶ ταὐτὸν, οἱ πλεῖστοι δὲ πάντα μᾶλλον ἢ δύναμιν ἑρμηνεύουσιν. εἰ δέ τις ἐν αὐτοῖς εὑρεθείη μέχρι τοσούτου φρόνιμος, ὡς ἤτοι δραστικὴν οὐσίαν, ἢ αἰτίαν δραστικὴν εἰπεῖν εἶναι τὴν δύναμιν, εἶτ’ ἐρωτηθείη, πρῶτον μὲν εἰ ἔστι τις οὐσία τοιάδε διοικοῦσα τὸ ζῶον, ἔπειτα εἴπερ ἔστι, καὶ τί ποτέ ἐστιν αὕτη, διελθεῖν, οὐκέτι οὐδ’ οὗτος ἀποκρίνεται ἐρωτώμενος τὸ ἀπορούμενον, ἀλλ’ ἤτοι σιωπᾷ τελέως, ἢ ἐκτοπίζει τὸν λόγον εἰς τοιοῦτον, ὡς βέλτιον ἂν εἴη σιωπᾷν. εἰ δὲ κᾀν τούτοις τις εὑρεθείη μέχρι τοσούτου σωφρονῶν, ὡς ἥτις μέν ἐστιν ἡ οὐσία τῆς δυνάμεως οὐκ ἔχειν εἰπεῖν, ὅτι δὲ ἔστι, ἐκ τῶν ἔργων τεκμαίρεσθαι, πάλιν αὖ καὶ αὐτὸς οὗτος ἐρωτηθεὶς, εἰ τὰ γεγραμμένα τε πρὸς Ἀσκληπιάδου καὶ πολλῶν Ἀσκληπιαδείων τε καὶ μεθοδικῶν ὑπὲρ τοῦ μηδεμίαν εἶναι δύναμιν ἐν τοῖς ζώοις, ἀνεσκέψατό τε καὶ διελύσατο, φαίνεται μηδ’ εἰ λέλεκται πρὸς αὐτῶν ἐπιστάμενος. ἐκείνων δὲ αὖ πάλιν αὐτῶν, ὅσοι τὴν δύναμιν οὐκ εἶναί φασιν, ὅτι μὲν ὡς πρὸς ταύτην ἀρνοῦνται νοεῖσθαί τε καὶ συνίστασθαι τὸ πλῆθος, μᾶλλον εὔδηλον· ἀδύνατον γάρ ἐστι πρὸς τὴν μηδ’ ὅλως ὑπάρχουσαν σχέσιν συστῆναί τε καὶ νοηθῆναι τὸ πλῆθος· ὡς πρὸς τὰς χώρας δὲ τῶν ἀγγείων μόνας ὑπολαμβάνουσι τὸ πολύ τε καὶ ὀλίγον ὑπάρχειν· ἐνίοτε δὲ οὐδὲ τὴν ἀρχὴν ὅλως ὀνομάζουσι πλῆθος, οὐδὲ ἀπ’ αὐτοῦ τινα κενώσεως ἔνδειξιν λαμβάνουσι, ἀλλὰ ἀπὸ μόνης στεγνώσεως, ἣν ὅτι μηδεὶς αὐτῶν ὡσαύτως ἐξηγεῖται, δέδεικται δι’ ἑτέρων. καὶ μὴν καὶ τρίτος τις ἄλλος ἐστὶ χορὸς, οὔτε γινώσκων, εἴτε ἔστιν, εἴτε οὐκ ἔστι τις δύναμις, οὔτε ζητεῖν ὁμολογῶν, ἀλλ’ ἐπί τισιν ἐναργῶς φαινομένοις σημείοις περὶ τὸν κάμνοντα συνισταμένοις, ἐκ πείρας μακρᾶς εὑρῆσθαι φάσκων ἑαυτῷ τὴν κένωσιν· εἶτ’ ἐρωτώμενος ἅττα ποτέ ἐστι τὰ σημεῖα ταῦτα, διάτασιν ἀγγείων φησὶ, καὶ ἔρευθος καὶ βάρος ὅλου τοῦ σώματος, ὄκνον τε πρὸς τὰς κινήσεις καὶ τάσεις τῶν μελῶν. ἔνιοι δὲ αὐτῶν καὶ τὴν ἑλκώδη καὶ κοπώδη προστιθέασιν αἴσθησιν, ἀργόν τε τὸν ἔμπροσθεν βίον ἐν προσφοραῖς ἐδεσμάτων τε καὶ πομάτων πλείοσι, καὶ συνήθων ἐκκρίσεων ἐποχῇ. ἐπὶ ταύτῃ γοῦν τῇ συνδρομῇ, καλοῦσι γὰρ οὕτω τὸ ἄθροισμα τῶν συμπτωμάτων, τετηρῆσθαι φλεβοτομίαν ὠφελοῦσαν. οὗτοι μὲν οὖν οὐ μόνον ἑαυτοὺς, ἀλλὰ καὶ τοὺς ἄλλους ἅπαντας ἀνθρώπους ἀφαιροῦνται τὸν λόγον, ἐκ πείρας εὑρῆσθαι πάντα φάσκοντες· οἱ δ’ ἄλλοι, καθάπερ εἴρηται νῦν δὴ, λόγῳ τε χρῆσθαί φασι, καὶ τὴν δύναμιν οἱ μὲν ὡς οὐδ’ ὅλως ἔστιν, οἱ δὲ ὡς ἔστι μὲν, ἥτις δ’ αὐτῆς ἡ οὐσία, μὴ γινώσκεσθαί φασιν· ὡς ὀλιγίστους εἶναι τοὺς ἀποφήνασθαι τολμῶντας ὕπαρξίν τε καὶ οὐσίαν δυνάμεως. ἀλλὰ καὶ τούτων οὔτε τὸν ἀριθμὸν οὔτε τὴν οὐσίαν ἅπαντες ἀποφαίνονται τὴν αὐτήν· ἀλλὰ καὶ τῶν ἀπολιπόντων ἡμῖν συγγράμματα τινὲς μὲν ἀταλαιπωρότερον ὡς περὶ μιᾶς ἀεὶ διαλέγονται τῆς τὸ ζῶον διοικούσης δυνάμεως, οὐδένα λογισμὸν προστιθέντες· ἔνιοι δὲ ἀποδεικνύειν ἐπιχειροῦσι, καὶ πλείους μιᾶς οὐκ εἶναί φασιν. ὥστ’ ἀναγκαῖον ὅστις ἀποφαίνεται πλῆθος εἶναι κατὰ τὸ σῶμα τοῦ κάμνοντος, ἀποκεχωρηκέναι μὲν ἤδη τοῦτον ἀπό τε τῶν ἐμπειρικῶν ὀνομαζομένων ἰατρῶν ἀπό τε τῶν μεθοδικῶν· ἤτοι δ’ ὡς πρὸς τὴν δύναμιν, ἢ ὡς τὰ ἀγγεῖα λέγειν τὸ πολύ. Καὶ τοίνυν καὶ ἡμῖν ὁ μὲν πρὸς τοὺς ἐμπειρικούς τε καὶ μεθοδικοὺς ἀναβεβλήσθω λόγος, ἐπὶ δὲ τοὺς ἑτέρους ἴωμεν, ὅσοι σὺν λογισμῷ φασι τὴν τέχνην μεταχειρίζεσθαι. καίτοι γε ἔνιοι τῶν νῦν εἰς τοσοῦτον ἥκουσι τόλμης, ὡς ἐπιγράφεσθαι μὲν ἑαυτοῖς αἱρέσεως ὀνόματα, γινώσκειν δὲ οὐδὲν οὐδὲ ἐκείνων (ἐστὶν) αὐτῶν. ἀκοῦσαι γοῦν ἔστι πολλάκις πολλῶν ἐπὶ μὲν τῶν ἀῤῥώστων λεγόντων, ὡς μεστὸς ὁ ἄνθρωπός ἐστι καὶ φλεβοτομητέον αὐτόν· αὖθις δ’ ἐμπεσόντος λόγου, μεθοδικοὺς ἢ ἐμπειρικοὺς ὀνομαζόντων ἑαυτούς. ἀλλ’ ὅπερ ἔλεγον, ἐπὶ τοὺς ἀναλογισμῷ χρωμένους ἐλθόντες, τοῖς ἐξ αὐτῶν πρώτοις διαλεχθῶμεν, ὅσοι πρὸς τὴν δύναμιν ἀεὶ ἐννοοῦσι τὸ πολύ. κινδυνεύουσι γὰρ οὗτοι  μήτ’ ἀσκοὺς ἑωρακέναι, μήτε θυλάκους ἀμέτρως πεπληρωμένους, ἀλλὰ μηδὲ σιτίου ποτὲ προσενηνέχθαι πλείω τοῦ δέοντος, ὡς διατείνειν τὴν γαστέρα, μηδ’ οὖρον ἠθροικέναι ποτὲ ἐν τῇ κύστει περαιτέρω τοῦ προσήκοντος, ἢ κόπρον ἐν ἀπευθυσμένῳ· διατείνεται γὰρ ἐναργῶς ἐν πάσαις ταῖς τοιαύταις περιστάσεσιν ἕκαστον τῶν εἰρημένων ὀργάνων, ὡς ἀνιᾶσθαι τὸν ἄνθρωπον, ἢν μὴ θᾶττον ἐκκρίνῃ τὸ πλεονάζον. οὐ μὴν οὐδ’ ἡ αὐτή γε αἴσθησις γίνεται τοῦ βαρύνοντος ἢ δάκνοντος, ἢ ἀῤῥήτῳ τινὶ ποιότητι λυποῦντος. ἀκοῦσαι γοῦν ἔστι καὶ τῶν ἰδιωτῶν αὐτὸ τὸ συμβαῖνον αὐτοῖς ἐναργῶς ἑρμηνευόντων, ἄνευ τῆς περὶ τὸ δόγμα φιλονεικίας, ἐνίοτε μὲν ὡς ὑπὸ τροφῆς βαρυνομένων καὶ θλιβομένων, καίτοι γε ἐλάχιστα προσενηνεγμένων· ἐνίοτε δ’ ὡς δάκνοιντό τε καὶ διαβιβρώσκοιντο· πολλάκις δ’ οὐκ ἔχοντες ἀκριβῶς ἑρμηνεῦσαι τὸ συμβαῖνον, ἀσᾶσθαί φασιν. οὐδεμία γὰρ τῶν αἰσθήσεων τούτων ἡ αὐτὴ πρὸς τοῖς ἀνθρώποις γίγνεται, διὰ πλῆθος ἄμετρον ἐδεσμάτων ἐπὶ πλεῖστον ἐκτεταμένης τε καὶ διατεταμένης τῆς γαστρός. ἐπὶ μὲν οὖν τῶν τοιούτων καταστάσεων κινδυνεύειν ῥαγῆναί φασιν αὐτῶν τὴν κοιλίαν, σὺν τῷ καὶ ἡμᾶς ὁρᾷν ἐπὶ πλεῖστον αὐτὴν τεταμένην· ἔνθα δὲ βαρύνεσθαι λέγουσι, προσεσταλμένην ὁρῶμεν ἐνίοτε τὴν γαστέρα. οὕτω δὲ κᾀπὶ τῆς κύστεως ἄλλη μὲν διάθεσίς ἐστι πλεῖστον ὑγρὸν περιεχούσης, ἄλλη δὲ ὀλίγον, ἢ βαρυνομένης. καὶ τοίνυν καὶ τὴν ἔκκρισιν ἐπὶ μὲν τῆς διὰ τὸ πεπληρῶσθαι τεινομένης παμπόλλην ἔστιν ἰδεῖν, ἐπὶ δὲ τῆς βαρυνομένης ὀλιγίστην μὲν, ἀλλὰ πυκνοτάτην· οὐ γὰρ ἀναμένει τὸν τῆς πληρώσεως χρόνον, ἀλλὰ εὐθὺς ἀποῤῥῖψαι ποθεῖ τὸ λυποῦν, ὥσπερ κᾀπειδὰν ὑπὸ τῆς ποιότητος αὐτοῦ δάκνηται. καὶ γὰρ τότε συνεχῆ ποιεῖται τὴν ἔκκρισιν. καὶ γὰρ οὖν καὶ ὁπότε βαρύνεται καθάπερ ὑπὸ φορτίου τοῦ περιεχομένου, τότε οὐκ ἄν τις ὀρθῶς φαίη φαύλως μὲν διακεῖσθαι, εἶναι δὲ αὐτῇ τὸ βαρῦνον πολὺ, κᾂν μηδ’ ὅλως διατείνει τὸν χιτῶνα. ταῦτα πάντως δ’ εἴ τί φασιν οἱ ταύτης τῆς δόξης ἡγεμόνες, ἀρνουμένων τῶν τἀναντία γιγνωσκόντων, αὖθις ἐρωτητέον ἀμφοτέρους, εἰ τὴν αὐτὴν ἀνίαν ἡ κύστις ἀνιᾶται διατεινομένη πανταχόσε καὶ κινδυνεύουσα ῥαγῆναι, τῷ μηκέτι στέγειν τὸ περιεχόμενον, καὶ βαρυνομένη τε καὶ δακνομένη. ἐνταῦθα γὰρ πάλιν οἱ μὲν πρὸς τὰς εὐρυχωρίας τῶν ἀγγείων ἀεὶ τὸ πλῆθος νοοῦντες ἑτοίμως συγχωροῦσιν· οἱ δ’ ὡς πρὸς τὴν δύναμιν, ἄχθονταί τε πρὸς τοῖς τοιούτοις ἐρωτήμασιν, ὀργίζονταί τε πολυειδῶς ἀντιτείνοντες ἄνω καὶ κάτω, διὰ τὸ μὴ βούλεσθαι συγχωρῆσαι καὶ τοῦτ’ εἶναι πλῆθος. ἡμεῖς οὖν ἀμφοτέρους τε εὐξάμενοι παύσασθαι τῆς φιλονεικίας, εἰς ὁμόνοιαν παρεκαλέσαμεν τοὺς ὅσοι μὲν οὐχ ἡγοῦνται λέγεσθαι τὸ πλῆθος οὐδέποτε πρὸς τὴν χώραν τοῦ περιέχοντος, οἷς δὴ καὶ πρώτοις ὑπηρξάμεθα διαλέγεσθαι, συγχωρῆσαι τοῖς ἀληθέσι παρακαλοῦντες, ἀναμνησθέντας τοῦ ἐν τῷ διατείνεσθαι τὰ πεπληρωμένα μόρια λυπεῖσθαι· ὅσοι δὲ οὕτω μόνον συνίστασθαι πλῆθος νομίζουσι, συγχωρῆσαι τὸ βαρῦνον εἶναι τῷ βαρυνομένῳ πολύ. πάλιν δὲ ἑκατέρους τοῖς ἐναργῶς φαινομένοις δυσωποῦντες, ἀναμνήσωμεν ἰδίᾳ μὲν τοὺς ὡς πρὸς τὴν δύναμιν μόνον νοεῖσθαι φάσκοντας τὸ πολὺ, τοῦ περιτοναίον ῥαγέντος ἢ ἀνευρυνθέντες ὑπὸ πλήθους ἐδεσμάτων, ὑποδείξωμέν τε κᾀπὶ τῶν ἐκτὸς ἀσκοὺς καὶ κύστεις τοῦτο πάσχοντας, ἐνίοτε δὲ καὶ τοὺς πίθους αὐτοὺς, ὅταν πνευματικὸν βίαιον ᾖ τὸ πλῆθος. ἐρωτήσωμεν δὲ περὶ τῶν ἀναβηξάντων ἐκ πνεύμονος αἷμα καὶ διὰ ῥῆξιν ἀγγείου, χωρὶς πληγῆς, ἢ καταπτώσεως, ἤ τινος ἑτέρας ἔξωθεν βίας τοιαύτης, εἰ μηδὲ οὗτοι δοκοῦσιν αὐτοῖς ὑπὸ πλήθους παμπόλλου διατείνοντος τὸ ἀγγεῖον οὕτω παθεῖν. ἰδίᾳ δ’ αὖ πάλιν ἀναμνήσωμεν τοὺς ἑτέρους, ὡς οὐ ταὐτὸ δύναται βάρος βαστάζειν εὐέκτης νεανίσκος καὶ παιδίον κομιδῇ μικρόν· ὃ γὰρ ἂν, οἶμαι, βαρύτατον ᾖ τῷ παιδίῳ, κουφότατόν ἐστι τῷ νεανίσκῳ· πότερον οὖν οὔτε φορτίον ὅλως ἐροῦμεν, ὃ μὴ δύναταί τις βαστάζειν, οὐδὲ πολὺ τὸ οὕτως βαρῦνον; ἢ φορτίον μὲν καὶ βαρὺ, πλῆθος δ’ ὀνομάζειν οὐ συγχωρήσομεν; ἀλλ’ οὕτως μὲν οὐχ ὑπὲρ πράγματος, ἀλλ’ ὑπὲρ ὀνόματος ἡ ἀμφισβήτησις ἔσται. κατὰ δὲ τὸν ἕτερον τρόπον οὐδ’ ἄνθρωπος εἶναί σοι δόξειεν ὁ μηδ’ ὅλως φάσκων βαρύνεσθαι μηδέποτε, μηδ’ ἂν εἴκοσι τάλαντα κατὰ τὸν ὦμον ἐπιθῇς αὐτοῦ. πρὸς δὲ τοὺς ἑαυτοὺς ὑποθέντας δουλείῳ δόγματι οὐδὲν ἱκανόν. ἐάσαντες οὖν ἤδη τούτους, μᾶλλον δ’, εἰ χρὴ τἀληθὲς εἰπεῖν, ἀπαλλάττεσθαι παρακελεύσαντες, ὅστις ἂν ἐλεύθερος ᾖ καὶ ἀληθείας ἑταῖρος, ἐκείνῳ διαλεξώμεθα. Δύο γὰρ ἐννοίας τε καὶ σχέσεις ὑπεθέμεθα τοῦ πλήθους, τὴν μὲν ὡς πρὸς ἰσχὺν καὶ δύναμιν τοῦ βαστάζοντος αὐτὸ, τὴν δὲ ὡς πρὸς τὴν ὑποδεχομένην χώραν. καὶ ὑποθέμενοι δὲ ταῦτα, ὁπόσαι τέ εἰσιν ἅπασαι τοῦ ζώου δυνάμεις, ὅπως τε τὸ καθ’ ἑκάστην αὐτῶν πλῆθος ἢ γνωριοῦμεν, ἢ θεραπεύσομεν, ἐπισκεψώμεθα· πρὸς τούτοις δ’ ἔτι πόσα τὰ σύμπαντά ἐστιν εἴδη τῶν ὑγρῶν αὐτῶν, ἤτοι τῶν βαρυνόντων τὴν δύναμιν, ἢ μὴ στεγόντων ἐν τοῖς ἀγγείοις. ἐν τούτοις γὰρ εἶναι χρὴ φιλόπονόν τε καὶ μέγαν τὸν ἰατρὸν, οὐκ ἐν τῷ καταφρονεῖν τῶν ἐναργῶν, ἃ πάσης ἀποδείξεώς εἰσιν ἀρχαί. ἀλλ’ οὐδὲν ἴσως θαυμαστὸν ἀγνοεῖσθαι καὶ αὐτὸ τοῦτο τοῖς μηδὲν ὑπὲρ ἀποδείξεως ἐξητακόσι, μήτε εὑροῦσι, μήτε μαθοῦσι, μήτε ἀσκήσασιν. οὕτω γοῦν εὐήθεις εἰσὶν, ὥστε καὶ νῦν ὁμιλῶν τις τοῖσδε τοῖς γράμμασιν ἐλπίζει πρῶτον μὲν ἀποδεῖξαί με κατὰ τόνδε τὸν λόγον ἃ χρὴ πάντως ἐπίστασθαι τὸν μέλλοντά τι περὶ πλήθους  ἀκριβῶς ἐπισκέψασθαι· δεύτερον δὲ διάγνωσίν τε καὶ θεραπείαν ἑκάστου πλήθους εὑρεῖν· μὴ γινώσκων, ὡς εἴπερ οὕτω μεγάλα πράγματα δι’ ἑνὸς γράμματος ἀποδείκνυσθαι φύσεως εἶχεν, οὐκ ἂν ἦν ἡ τέχνη μακρά. ἐγὼ δὲ, ὅτι μὲν ἑτέρα τίς ἐστιν ἡ κατὰ τὰς ἀρτηρίας δύναμις τῆς κατὰ τὰ νεῦρά τε καὶ φλέβας, ἐν τοῖς περὶ τῶν Ἱπποκράτους καὶ Πλάτωνος δογμάτων ἀπέδειξα. διὰ δὲ τῆς αὐτῆς πραγματείας ἐδίδαξα καὶ ὅτι τῆς μὲν τῶν ἀρτηριῶν δυνάμεως οἷον πηγή τίς ἐστιν ἡ καρδία, τῆς δὲ τῶν νεύρων ὁ ἐγκέφαλος, τῆς δὲ τῶν φλεβῶν τὸ ἧπαρ. ἐν δὲ τῷ περὶ τῶν καθ’ Ἱπποκράτην στοιχείων ἀπέδειξα, τὴν ὑποβεβλημένην οὐσίαν γενέσει καὶ φθορᾷ δι’ ὅλης αὐτῆς ἀλλοιοῦσθαι, κατὰ τὰς τέτταρας ποιότητας, ὑγρότητα καὶ ξηρότητα, θερμότητά τε καὶ ψυχρότητα, καὶ εἶναι τὴν ἑκάστου τῶν σωμάτων ἴδιον οὐσίαν ἐν τῇ ποιᾷ τούτων κράσει, καὶ διὰ τοῦτο καὶ τῶν διοικουσῶν αὐτὰ δυνάμεων ἡ τῆς κράσεως ἰδιότης ἐστὶν οὐσία. δέδεικται δέ μοι καὶ ἐν τῷ περὶ φυσεκῶν δυνάμεων, ἰδίᾳ δὲ διά τινος ἑτέρας πραγματείας. εἴρηται δὲ καὶ διαγνωστικὰ σημεῖα πολλάκις ἐν πολλαῖς ἤδη πραγματείαις, ἑκατέρου τε τοῦ κατὰ τὸ πλῆθος γένους, ἑκάστου δὲ τῶν καθ’ ἑκάτερον ἰδίᾳ. ἑκατέρου μὲν οὖν λέγω, τοῦ τε πρὸς τὴν δύναμιν καὶ τοῦ κατὰ τὸ ἔγχυμα· καλοῦσι γὰρ οὕτω τὸ ἕτερον γένος τοῦ πλήθους, ὃ τῇ περιεχούσῃ χώρᾳ μετρεῖται, συνιστάμενον οὐκ ἐν τοῖς ζώοις μόνον, ἀλλὰ καὶ ἐν τοῖς ἀψύχοις οὐδὲν ἧττον, ὑφάσμασί τε καὶ πλοκάμοις, καὶ δέρμασι, καὶ ἀγγείοις κεραμέοις τε καὶ χαλκέοις καὶ σιδηροῖς, ὅσα τ’ ἐκ χαλκοῦ καὶ ἀργύρου καὶ κασσιτέρου γίγνεται. καὶ γὰρ καὶ ταῦτα ῥήγνυται, κατακλεισθείσης ἐν αὐτοῖς πνευματώδους οὐσίας πολλῆς, εἰ μὴ ἄρα τις ἐθέλοι καὶ τὸ τοιοῦτον πλῆθος ὡς πρὸς τὴν συνεκτικὴν συνίστασθαι δύναμιν, ἐπιλαθόμενος ἧς κατ’ ἀρχὰς ἐννοίας ἐμνημονεύσαμεν ἐπὶ τῷ τῆς δυνάμεως ὀνόματι, φάσκοντες αὐτὴν αἰτίαν εἶναι δραστικὴν, ὡς οὐδὲν διαφέρον εἰπεῖν ἤτοι δραστικὴν, ἢ ποιητικήν. οὐδ’ εἴ τις οὐσίαν ἐθέλοι λέγειν οὐκ αἰτίαν εἶναι ποιητικὴν τὴν δύναμιν, ἀντιλέγομεν, ἀλλ’ ἐκεῖνο μόνον ἐν τῷ λόγῳ φυλάττεσθαι βουλόμεθα τὸ δραστικήν τε καὶ ποιητικὴν λέγεσθαι, μὴ παθητικήν τε καὶ ὑλικὴν ἤτοι γε αἰτίαν ἢ οὐσίαν εἶναι τὴν δύναμιν. εἰ γὰρ δὴ τοῦτό γε φυλάττοιτο, πρόδηλον, ὡς ἐνεργείας τινὸς ἡ δύναμις αἰτία γενήσεται· τὴν δ’ ἐνέργειαν ἀνάγκη δήπου καὶ αὐτὴν εἶναι κίνησιν ἐκ τοῦ ποιοῦντος εἰς τὸ πάσχον, ὥσπέρ γε καὶ τὸ πάθος τὴν ἐν τῷ πάσχοντι κίνησιν ἐκ τοῦ ποιοῦντος· (εἰς τὸ πάσχον) ὥσθ’ ἣ γε νόησις ἐν τῷ πρὸς τὶ τῆς δυνάμεως, ἣ θ’ ὕπαρξις ἐν τῇ πρὸς ἕτερον σχέσει. ποιεῖν δ’ εἰς ἑαυτὸ λέγειν ὁτιοῦν, ἢ ἐνεργεῖν εἰς ἑαυτὸ, παρὰ τὴν ἔννοιάν ἐστιν· οὕτως οὖν καὶ συνέχειν ἑαυτό. καὶ γὰρ οἱ μάλιστα εἰσηγησάμενοι τὴν συνεκτικὴν δύναμιν, ὡς οἱ Στωϊκοὶ, τὸ μὲν συνέχον ἕτερον ποιοῦσι, τὸ συνεχόμενον δὲ ἄλλο· τὴν μὲν γὰρ πνευματικὴν οὐσίαν τὸ συνέχον, τὴν δὲ ὑλικὴν τὸ συνεχόμενον, ὅθεν ἀέρα μὲν καὶ πῦρ συνέχειν φασὶ, γῆν δὲ καὶ ὕδωρ συνέχεσθαι. καίτοι γε ἔνιοι τῶν νῦν Ἡροφιλείους ἑαυτοὺς ὀνομαζόντων, οὐδ’ ὄναρ ἀκηκοότες ταῦτα, τολμηρῶς ἀποφαίνονται (τε) περὶ τῆς συνεκτικῆς δυνάμεως· εἰ μὲν ἀὴρ, ἢ πῦρ, ἢ τὸ συναμφότερόν ἐστι τὸ συνέχον τοὺς λίθους τε καὶ τὰ ξύλα, καὶ τἄλλα ὅσα τοιαῦτα, μὴ γινώσκειν ὁμολογοῦντες· ἀποφαινόμενοι δὲ ἁπλῶς, ὅτι δύναμίς τίς ἐστιν ἡ συνέχουσα τὰ τοιαῦτα πάντα, διαλυθῆναι γὰρ ἂν καὶ διαῤῥυῆναι, μηδενὸς αὐτὰ συνάγοντός τε καὶ σφίγγοντος· εἶτ’ ἐρωτηθέντες εἰ καὶ τοιούτῳ τινὶ τολμῶσιν ἀξιώματι χρήσασθαι κατὰ τὸν λόγον, ὡς ἅπαντα τὰ ὄντα δεῖται τοῦ συνέχοντος, ἢ μὴ, παραχρῆμα μὲν ἑτοίμως ἀποφαίνονταί τε καὶ καταφάσκουσι τὴν ἐρώτησιν· ἀπαχθέντες δ’ ἐντεῦθεν ἐπ’ ἄτοπον, ἀνατίθενται εἰς τὰ εἰρημένα, καὶ ἀγανακτοῦσι τοῖς ἐρωτῶσιν ὡς περιέργοις τε καὶ σοφισταῖς. ἤσκηται γὰρ εἴ πέρ τι ἄλλο καὶ τοῦτο τοῖς νῦν ἰατροῖς, ἀποφαίνεσθαι μὲν ὑπὲρ τῶν μεγίστων δογμάτων ἑτοίμως, ἐξελεγχομένοις δὲ ἄχθεσθαί τε καὶ τοὺς ἐλέγχοντας ἀποκαλεῖν σοφιστάς. ὅπως τοίνυν ἀναγκαῖόν ἐστιν εἰς ἄτοπόν τι λόγον ἀχθῆναι, θεμένων ἡμῶν ἅπαν τὸ ὂν δεῖσθαι συνεκτικῆς αἰτίας, ἤδη σοι δίειμι τὴν συνεκτικὴν αἰτίαν, ἥτις ποτ’ ἐστὶν, οὐ γὰρ ὁμολογοῦσιν αὐτὴν οἱ Ἡροφίλειοι γιγνώσκειν, ἆρά γε ἐκ τῶν ὄντων τὶ καὶ αὐτοὶ ὑπολαμβάνουσιν ἢ τῶν οὐκ ὄντων; εἰ μὲν γὰρ τῶν οὐκ ὄντων τὶ, θαυμάζω τὴν σοφίαν τῶν ἀνδρῶν, εἰ καὶ τῶν ὄντων ἕκαστον δεῖσθαί φασι τῶν οὐκ ὄντων τινός· εἰ δὲ τῶν ὄντων τίθενται τὴν συνεκτικὴν αἰτίαν, ἀναμνησθήτωσαν, ὡς ἅπαν τὸ ὂν ἔφασαν αἰτίας δεῖσθαι συνεκτικῆς εἰς τὸ εἶναι. συμβήσεται γὰρ οὕτως καὶ αὐτὴν τὴν αἰτίαν αἰτίας ἑτέρας, ἵνα ὑπάρχῃ, δεηθῆναι, κᾀκείνην αὖθις ἄλλης, καὶ τοῦτο εἰς ἄπειρον. εἰ δὲ τῶν ὄντων τὰ μὲν ἑτέρου τινὸς αἰτίου δεῖσθαι πρὸς τὸ εἶναι, τὰ δὲ ἐξ αὐτῶν ἔχειν τὸ εἶναι φήσουσι, πρῶτον μὲν ἴστωσαν οὐκέτι διαφυλάττοντες τὸ ἐξ ἀρχῆς ἀξίωμα, ὃ παντὸς μᾶλλον ἀληθὲς ἔλεγον, ὡς ἅπαν τὸ ὂν αἰτίας δεῖται συνεκτικῆς εἰς τὸ εἶναι· δεύτερον δὲ, μακροτάτου χρῄζοντες λόγου, διὰ τί τὰ μὲν δεῖται, τὰ δὲ οὐ δεῖται, ἢ καὶ ὁποῖα ἐκ τούτων ἐστὶν αὐτῶν ἑκάτερα. οὐδὲ γὰρ οὐδ’ οἱ πολλοὶ τῶν Ἡροφιλείων, οὐδ’ οἱ νεώτεροι Στωϊκοὶ λέγουσί τινα ἀπόδειξιν τοῦ τὸ μὲν πνεῦμα καὶ τὸ πῦρ συνέχειν ἑαυτό τε καὶ τὰ ἄλλα, τὸ δὲ ὕδωρ καὶ τὴν γῆν ἑτέρου δεῖσθαι τοῦ συνέξοντος. ὅσον μὲν γὰρ ἐπὶ τῇ προχείρῳ φαντασίᾳ, τὸ μὲν σκληρὸν καὶ ἀντίτυπον καὶ πυκνὸν ἑαυτὸ συνέχειν λέγοιτο, τὸ δ’ ἀραιόν τε  καὶ μαλακὸν καὶ ὑπεῖκον ἑτέρου δεῖσθαι τοῦ συνέξοντος. οὐ μόνον δὲ οὐδεμίαν ἀπόδειξιν εἰπόντες οἱ ἄνδρες ἀξιοῦσι πιστεύεσθαι τὴν ὑπόθεσιν αὐτῶν, ἀλλὰ καὶ πρὸς ἑαυτὴν ὑποτιθέμενοι μαχομένην οὐκ ἔτι αἰσθάνονται. τὰ γὰρ ἁπάντων λεπτομερέστερα καὶ μαλακώτερα καὶ εἰκτικώτερα, τὸ πῦρ καὶ ἀέρα, ταῦτ’ αἴτια τῇ γῇ τῆς σκληρότητός τε καὶ ἀντιτυπίας εἶναί φασιν, ὡς ἐνδεχόμενον ἕτερον ἑτέρῳ τινὶ μεταδοῦναι δυνάμεως, ἢ φύσεως, ἢ ἐνεργείας, ἢ ποιότητος, ἧς οὐ μετείληφεν αὐτό. καὶ γὰρ αὖ καὶ φαίνεται σαφῶς οὐ μόνον οὐδὲν ὑπὸ τοῦ πυρὸς συνεχόμενον, ἀλλὰ καὶ διαλυόμενα πάντα. πρὸς μὲν δὴ τὴν τῶν Στωϊκῶν ὑπόθεσιν ἑτέρωθι λέλεκται διὰ πλειόνων· ἐπὶ δὲ τοὺς Ἡροφιλείους ἐπάνειμι, καὶ πρὸς τούτους ἀρκέσει μοι κατά γε τὸ παρὸν εἰπεῖν, ὡς προστάτης αὐτῶν ἐναντιώτατα πέπονθεν, ἀπορῶν μὲν ἐν παμπόλλοις ἀποδείξεις προχείρους ἔχουσιν, ἀποφαινόμενος δὲ ἐν ἄλλοις, ὧν αἵ τ’ ἀποδείξεις ἀδύνατοι ἥ θ’ ὑπόθεσις ψευδής. Ἀπολιπόντες οὖν καὶ τούτους αὖθις λέγωμεν, ὡς τὸ μὲν διατείνεσθαι καὶ ῥήγνυσθαι διὰ πλῆθος αὐτῶν τῶν περιεχόντων ἀγγείων ἐστὶ πάθος, οὐ δυνάμεώς τινος· τὸ δὲ βαρύνεσθαι δυνάμεως αἰσθητικῆς· οὐ γὰρ δὴ ἁπλῶς γε ταύτης πάσης οὐδὲ τοῦτο, τῆς γέ τοι φυσικῆς δυνάμεως οὐκ ἔστι πάθος τὸ βαρύνεσθαι. εἴπερ οὖν ὀρθῶς ἀπεδείξαμεν ἐν τῇ τῶν φυσικῶν δυνάμεων πραγματείᾳ, τὴν μέν τινα τῶν οἰκείων ἑλκτικὴν εἶναι δύναμιν, ἑτέραν δὲ αὐτῶν τούτων ἀλλοιωτικὴν, ἄλλην δὲ καθεκτικὴν εἶναι δύναμιν, καὶ τετάρτην ἀποκριτικὴν τῶν ἀλλοτρίων, ἕτερ’ ἄττα χρὴ ζητεῖν γνωρίσματα τοῦ πρὸς ἑκάστην τῶν εἰρημένων δυνάμεων πλήθους, ὡς οὐχ ἱκανοῦ τοῦ βάρους ὑπάρχοντος. οὐ γὰρ ὥσπερ ἡ ἄῤῥωστος γαστὴρ αἰσθάνεται τῶν βαρυνόντων αὐτὴν, διὰ τὸ περιττὸν τῆς αἰσθήσεως, οὕτω καὶ ἡ φλὲψ καὶ ἡ ἀρτηρία τὴν αὐτὴν αἴσθησιν ἔχουσιν, ἀλλ’ ἑτέραν. εἴπερ ἄρα γένος οὐ ταὐτὸν κατὰ τὰ νεῦρα, μακροτέρου λόγου δεόμενον εἰς δήλωσίν τε καὶ πίστιν. τοῦ μὲν οὖν κατὰ τὰς ἀρτηρίας πλήθους, ὡς πρὸς τὴν δύναμιν αὐτῶν, ἐπιστημονικὰ γνωρίσματα διὰ τῆς περὶ τῶν σφυγμῶν εἴρηται πραγματείας, ἴσασι δὲ οὐδὲ τούτων οὐδὲν οἱ ῥᾳδίως ὀνομάζοντες ὁσημέραι πλῆθος· οὐ μὴν τοῦ γε πρὸς τὰς φλέβας αὐτὸς ἐξεῦρον ἐπιστημονικόν τι σημεῖον, ἢ παρ’ ἑτέρῳ γεγραμμένον εὑρεῖν ἠδυνήθην, ὅπου γε τὴν ἀρχὴν οὐδὲ διωρίσατό τις ἡμῶν πρότερος οὐδ’ αὐτὰς τὰς δυνάμεις ἐπιστημονικῶς. ἐπ’ ὀλίγον μὲν γὰρ ἥψαντο τῆς θεωρίας αὐτῶν οἱ περὶ Φίλιππόν τε καὶ Ἀρχιγένην, τελέως δὲ οὐδὲ τούτων οὐδεὶς ἐξειργάσατο. ζητεῖ δὲ ὁ λόγος ὁ νῦν ἐνεστηκὼς οὐ ταῦτα μόνον, ἀλλὰ καὶ τὸ καθ’ ἕκαστον μόριον πλῆθος, οἷον τὸ καθ’ ἧπαρ, ἢ καρδίαν, ἢ νεφροὺς, ἢ κῶλον, ἢ ἐγκέφαλον, ἢ ὀστοῦν. ὅσα μὲν οὖν αὐτῶν ἤτοι δυσαίσθητά ἐστιν ἢ ἀναίσθητα, ταῦτα μὲν οὐκ ἂν ὡσαύτως αἰσθητὰ γαστρὶ καὶ κύστει τῶν ἐν αὐτοῖς περιττῶν, ἀλλὰ τὰ μὲν οὐδ’ ὅλως, τὰ δὲ ἤτοι παντάπασιν ἀμυδρῶς, ἢ οὐδ’ ὅλως· παντάπασι μὲν ἀμυδρῶς, ὡς ἐπὶ παμπόλλῳ πλήθει, οὐδ’ ὅλως δ’, ὡς ἐπ’ ὀλίγῳ. καὶ γὰρ καὶ πνεύμονι καὶ ἥπατι καὶ νεφροῖς ἐγγίνεται βάρους αἴσθησις ἐνίοτε, καί τις ὀστοῦν ᾔσθετο βαρυνόμενος, ἀμυδρᾷ καὶ αὐτὸς αἰσθήσει· κατὰ τὸν ἐγκέφαλον δὲ βάρη διασημαίνει πολλάκις οὐκ ἀμυδρὰ μόνον, ἀλλ’ ἔστιν ἐνίοτε καὶ πάνυ σαφῆ. τοῖς δὲ ἀναισθήτοις μορίοις οὐκ ἐνδέχεται γίγνεσθαί τινα αἴσθησιν οὔτε βάρους οὔτ’ ἄλλου συμπτώματος οὐδενός· ἀναίσθητα δ’ ἔοικεν ὑπάρχειν ἔνια τῶν ὀστῶν, καὶ ἡ πιμελὴ, καί τινες τῶν ἀδένων, εἰ μὴ ἄρα καὶ οἱ μυελοὶ πάντες ἐκ τῶν ἀναισθήτων εἰσίν· ἐγκέφαλος γοῦν καὶ νωτιαῖος, ὡς ἔνιοί φασιν, ἐκ τῶν αἰσθητικῶν εἰσι. βεβαίως δ’ ἄν τις ἀποφαίνοιτο κατὰ τῆς περὶ τὰ κυρτὰ τοῦ ἥπατος σαρκὸς, ἣν οἱ πολλοὶ τῶν ἰατρῶν παρ έγχυμα προσαγορεύουσιν· οὐδὲ γὰρ ὅλως εἰς αὐτὴν οὐδαμόθεν ἐμφύεται νεῦρον· ἀπορήσειε δ’ ἄν τις καὶ περὶ τῆς ἐν τοῖς σιμοῖς. οὕτω γάρ ἐστι βραχέα τὰ κατὰ τὰς πύλας ἐμφυόμενα τῷ ἥπατι, ὥστε φαίνεσθαι τὸν ὑμένα μόνον αὐτοῦ διαπλέκοντα. καὶ μὴν καὶ κατὰ σπλῆνα καὶ νεφροὺς ὡσαύτως ἀπορήσειεν ἄν τις, ἔτι τε μᾶλλον ἐν πνεύμονι, καὶ τάχα ἄν τις ἐν τούτοις τοῖς σπλάγχνοις ᾖ τοῦ βάρους αἴσθησις, οὐκ αὐτῶν τῶν σπλάγχνων, ἀλλὰ τῶν περιεχόντων αὐτὰ χιτώνων καὶ ὑμένων εἶναι λεχθείη, καὶ μάλιστα ἐπὶ πνεύμονός τε καὶ ἥπατος, ἐξηρτημένων τε καὶ κρεμαμένων, καὶ οὐχ ἑδραίως ἐστηριγμένων. ἐναργῶς γὰρ οἱ κάμνοντες αἰσθάνονται πολλάκις ἄνω πρὸς τῇ κλειδὶ τάσεώς τινος, ὡς ἐπὶ τοῖς κατὰ τὸ ἧπαρ ὄγκοις, αὐτοῦ τε τοῦ σπλάγχνου βαρέος· ὡς εὐτυχὴς δέ τις, ὃς οὐκ ᾔσθετο καθ’ ὅλον ἑαυτοῦ τὸν βίον, οὕτω συνεχῶς ἅπασι γιγνομένου. λέγει δέ που καὶ Ἱπποκράτης, ἐς νεφρὸν ὀδύνη βαρείη, ὥσπέρ γε καὶ κατὰ πνεύμονα γίγνεται βάρος· εἴρηται δὲ σχεδὸν ἅπασι τοῖς ἰατροῖς, ὅταν ἁλῷ φλεγμονῇ τὸ σπλάγχνον. ἀλλ’ οὐδὲν τούτων ἐζητηκότες οἱ πλεῖστοι τῶν ἰατρῶν, ἔνιοι δὲ οὐδ’ ὅτι δύναται μὲν ποτὲ καθ’ ὅλον τὸ ζῶον εἶναι τὸ πλῆθος, ἐγχωρεῖ δὲ καὶ περὶ ἔν ὁτιοῦν μόριον ἢ καὶ πλείω, προπετῶς ἀποφαίνονται περὶ πλήθους. ἀλλ’ εἰ βούλει κατὰ τὸ παρὸν ἐάσαντες ἁπάσας ταύτας τὰς ἀπορίας, ἐν τοῖς εὐπορωτέροις γυμνασθῶμεν. Εὐπορώτερον δ’ εἶναί μοι δοκεῖ, πάλιν ἀπὸ βάρους ἄρξασθαι· φαίνεται γὰρ τοῦτο τοῦ πρὸς τὴν αἰσθητικὴν δύναμιν πλήθους ἐναργέστατον εἶναι γνώρισμα. πότερον  οὖν ἀληθές ἐστιν ἀποφαίνεσθαι τῷ πλήθει βάρος ἀκολουθεῖν ἔξ ἀνάγκης, ἢ τὸ βάρος ἀνάγκῃ προηγεῖσθαι πλήθους; οὐ γὰρ δή γε ταὐτόν ἐστιν, ἢ ἀκολουθεῖν ἐν τῷ λόγῳ τὸ βάρος, ἢ προηγεῖσθαι. ἀληθὲς μὲν γὰρ, ὅτῳ πλῆθος ὑγρῶν τινῶν ἐστιν ἐν τῷ σώματι, τούτῳ βάρους αἴσθησιν ὑπάρχειν, ἐν ἐκείνοις τοῖς μέρεσι δηλονότι, ἐν οἷσπερ ἂν ᾖ τὸ πλῆθος, αἰσθητικοῖς ὑπάρχουσιν· οὐκ ἀληθὲς δὲ τὸ, βάρους ὄντος ἔν τινι μέρει, πλῆθος ὑπάρχειν ἐν ἐκείνῳ χυμῶν. ἐγχωρεῖ γὰρ, ὑπὸ τῶν στερεῶν μορίων βαρύνεσθαι τὴν δύναμιν ἀῤῥωστοῦσαν, ὡς ἐν ταῖς παραλύσεσιν. ὑπὸ γὰρ (τῆς) τῶν μυῶν (ἐν) ὅλου κώλου κινουμένου, τῶν μυῶν ἀῤῥώστων γινομένων κινεῖν καὶ μεταφέρειν αὐτὸ, βάρους αἴσθησις γίγνεται τοῖς παραλυομένοις. οὐ γὰρ ἑαυτῷ βαρὺ φαίνεται τὸ ἀῤῥωστοῦν, οἷον ὁ μῦς, ἢ τὸ νεῦρον, ἢ ὅλως ὅ τι περ ἂν ᾖ σῶμα τὸ πρώτως κινοῦν τὰ μόρια, ἀλλὰ τοῦτο τὸ πάθημα τὸ λεγόμενον βάρος ἐξ ἑτέρου τε πέφυκεν ἑτέροις ἐγγίνεσθαι, αὐτό τε καθ’ ἑαυτὸ τὸ νεῦρον, ἢ ὁ τένων, ἢ ὁ μῦς, ἢ ὅ τι περ ἂν ᾖ τὸ κινοῦν ἡμᾶς, ἀτονώτερον μὲν αὐτοῦ γίγνεσθαι καὶ ἀσθενέστερον ἐγχωρεῖ, βαρύνειν δὲ ἑαυτὸ, τῶν ἀδυνάτων ἐστίν. εὐτονώτερον μὲν οὖν γιγνόμενον, ἰσχυροτέρας τὰς ἐνεργείας ποιήσεται τῶν ἔμπροσθεν· ἀτονώτερον δὲ ἀσθενεστέρας. οἷον ὁ μῦς, εἴπέρ γε οὗτός ἐστιν ὁ κινῶν τὸ σκέλος, ὑγιαίνων μὲν ἐπισπάσεται σφοδρῶς ἐκεῖνο τοῦ κώλου τὸ μέρος, εἰς ὃ καταπέφυκεν, εὐεκτῶν δὲ σφοδρότατα, καὶ νοσῶν μὲν, ἀσθενῶς, ἔκλυτος δὲ τὴν δύναμιν ὑπάρχων, ἀμυδρῶς. εἰ δὲ οὐχ ὁ μῦς ἐστιν, ἀλλὰ τὸ νεῦρόν γε τὸν μῦν αὐτὸν κινοῦν, ἐκείνου πάλιν ὑγεία καὶ νόσος, εὐεξία τε καὶ ἀῤῥωστία, ταῦτα ἐργάσεται περὶ τὸ κῶλον, ἅπερ ὁ μῦς ἐλέχθη ποιεῖν. οὕτω δὲ εἰ καὶ τὸ πνεῦμα τὸ πρῶτόν ἐστι τῶν κινούντων τὸ σκέλος, ἐπ’ ἐκείνου ταῦτα λεχθήσεται. φέρε τοιγαροῦν ἕνεκα σαφηνείας κείσθω ταῦθ’ ἡμῖν, ὑπὸ μὲν τοῦ πνεύματος τοῦ διὰ τῶν νεύρων φερομένου κινεῖσθαι τὸν μῦν, ὑπὸ δὲ τοῦ μυὸς, πρώτην μὲν τὴν κνήμην, εἰς ἣν ὁ μῦς ἐμπέφυκεν, εἶτα δι’ ἐκείνης τὴν κατὰ γόνυ διάρθρωσιν, ἐφ’ ἣν τὸ σκέλος ὅλον ἐμπέφυκεν. ἀληθῶς γὰρ ἄν τις ἐπὶ ταύταις ταῖς ὑποθέσεσι λέγοι καὶ τὸν μῦν αὐτὸν βάρος γίγνεσθαι τῷ ἀῤῥώστῳ πνεύματι, καὶ σὺν αὐτῷ τὸ κῶλον ὅλον, οἷον εἰ τύχοι τὴν κνήμην· εἰ δέ γε τὸ νεῦρον ὑποθώμεθα κινεῖσθαι πρὸς τοῦ πνεύματος, ὑπὸ νεύρου δὲ τὸν μῦν, εἶτ’ αὖθις ὑπὸ τοῦ μυὸς τὴν κνήμην, ὑπὸ πάντων τῶν εἰρημένων βαρυνθήσεται τὸ πνεῦμα τὸ ἄῤῥωστον. ὥστ’ ἤδη μὲν κᾀνταῦθα δῆλον, ὡς οὐχ οἷόν τε διαγνῶναι τὸ πρῶτον βαρῦνόν τε καὶ βαρυνόμενον, ἄνευ τοῦ προεγνωκέναι τὸ πρῶτον κινοῦν ἕκαστον τῶν ἐν ἡμῖν μορίων. ἀλλὰ καὶ τοῦτο μὲν αὖθις ἀκριβέστερον ἐπισκεψόμεθα, ὑπὲρ οὗ δὲ ὁ λόγος ἦν περαινέσθω. γενήσεται δὲ ἕνεκα σαφηνείας ἡ διέξοδος ἅπασα μεθ’ ὑποθέσεως. ὑποκείσθω τοίνυν ὁ μῦς εἶναι τὸ πρῶτον κινοῦν ἑαυτόν τε καὶ τὸ τῆς κνήμης ὀστοῦν. ἑαυτῷ μὲν οὖν οὐδὲ πώποτ’ ἐστὶ βαρὺς, οὐδ’ ὅταν ἀτονώτατος ὑπάρχῃ, βαρύνει δὲ αὐτὸν ἡ κνήμη· πότερον δὲ κινεῖσθαι μόνον ἐφιέμενον, ἢ κᾂν ἡσυχάζῃ, σκέψεως ἑτέρας οὐ μικρᾶς ᾖ, διωρισμένης ἡμῖν ἐν τοῖς περὶ μυῶν κινήσεως, ἧς ἄνευ σκέψεως οὔτε διάθεσιν οὔτε πεπονθότα τόπον ἀκριβῶς ἔστι διαγνῶναι κατὰ τὰς τοῦ βάρους αἰσθήσεις, αὐτίκα γέ τοι τισὶ μὲν ἤτοι κῶλον ἕν ἢ καὶ σύμπαν τὸ σῶμα βαρύνεται κινεῖσθαι προῃρημένοις, ἡσυχάζουσι δὲ οὐδεμία βάρους αἴσθησις γίγνεται· τινὲς δὲ καὶ πρὸ τοῦ κινεῖσθαι βαρύνεσθαί φασι. τίς οὖν ἑκατέρων τούτων ἡ διάθεσις, ἀμήχανον γνῶναι, πρὶν ἐξευρεῖν τὰ κινοῦντά τε καὶ κινούμενα σώματα καθ’ ὅλον τὸ σκέλος. εἰ μὲν γὰρ αἱ τῶν νεύρων ἶνες αἱ κατὰ τὸν μῦν εἰσιν αἱ πρῶται κινούμεναι, συγκινεῖται δὲ ταύταις ἐν αὐτῷ τό τε ὑμενῶδες γένος καὶ τὸ φλεβῶδες καὶ τὸ ἀρτηριῶδες, ἔτι δ’ οἱ σύνδεσμοι, βάρους μὲν αἴσθησις αὐτῷ γενήσεται καὶ διὰ ταῦτα καὶ δι’ ἄλλα πάντα τὰ καθ’ ὅλον τὸ κῶλον. ἐπισκεψόμεθα δὲ καὶ διοριούμεθα, πότε μὲν ἐνεργοῦντος καὶ κινουμένου τοῦ κώλου τὸ βάρος ἔσται, πότε δ’ ἡσυχάζοντος. εἰ δὲ καὶ τὸ τῶν συνδέσμων ἐν αὐτῷ γένος ἅμα τῷ σαρκώδει κινεῖται, ταῦτα γάρ ἐστιν ἡ οἰκεία τοῦ μυὸς οὐσία, δι’ οὐδὲν μὲν τούτων οὐδέποτε γένοιτ’ ἂν ἡ τοῦ βάρους αἴσθησις· ἤτοι δὴ ἐκ τῶν φλεβῶν, ἢ ἐκ τῶν ἀρτηριῶν, ἢ ἐκ τῆς πιμελῆς, ἢ ἐκ τῶν ὀστῶν, ἢ ἔκ τινων, ἢ ἐκ πάντων γενήσεται. δῆλον δὲ ὡς εἰ καὶ παραλίποιμέν ποτε κατὰ τὰς τοιαύτας διαιρέσεις τὸ ἔκ τινων, ἢ ἐκ πάντων, αὐτὸ χρὴ προσυπακούειν τοὺς ἀναγινώσκοντας τὸ βιβλίον, εἰδότας ὅτι κατὰ τοὺς τοιούτους ἅπαντας λόγους οἱ σύνδεσμοι οὐ διαζευκτικῶς, ἀλλὰ παραδιαζευκτικῶς εἰσιν. ἐκ μὲν δὴ τῶν εἰρημένων εὔδηλον, ὡς ὅστις βούλεται διαγνωστικὸς εἶναι πληθωρικοῦ μορίου, τοῦτον τῶν τε διοικουσῶν ἡμᾶς δυνάμεων ἐπιστήμην ἔχειν ἀναγκαῖόν ἐστιν, ἀνατομῆς τε καὶ φύσεως ἁπάντων ἀκριβῶς τῶν τοῦ ζώου μορίων· ἐκ τούτου γὰρ ὁρμώμενος ἴσως ἄν ποτε ἐξεύροιτο σημεῖα μορίου πληθωρικοῦ.