Οἱ καιροὶ δὲ τῆς νόσου τηνικαῦτα κατὰ τὶ μὲν ὡσαύτως τοῖς προειρημένοις λαμβάνονται, κατὰ τὶ δὲ οὐχ ὡσαύτως. ἡ μὲν γὰρ ἀρχὴ κατὰ τὸν αὐτὸν τρόπον ἐν τῇ γενέσει τοῦ νοσήματος ἔχουσα τὴν σύστασιν· ἡ δὲ ἀνάβασις οὐκ ἐν τῷ πέττεσθαι, καθάπερ ἐπὶ τῶν σώζεσθαι μελλόντων, ἀλλ’ ἐν τοῖς τῆς ἀπεψίας καὶ τοῖς ὀλεθρίοις σημείοις. ἐδείχθη γὰρ, εἴ τι μεμνήμεθα, διαφέροντα ταῦτα ἀλλήλων, λεχθήσεται δὲ ἀναμνήσεως ἕνεκα καὶ νῦν ἐξ αὐτῶν ἔνια. τὸ μὲν οὖν εὔχροον οὖρον καὶ μετρίως παχὺ πάντων οὔρων ἐστὶ κάλλιστον, ὅσον ἐπὶ τῇ χροιᾷ καὶ συστάσει· συμπαρεῖναι δὲ αὐτῷ χρὴ πάντως ἤτοι γε ἐναιώρημα χρηστὸν, ἢ νεφέλην, ἢ ὑπόστασιν, ὡς ἂν ἡ τοῦ νοσήματος ἀπαιτῇ φύσις· ἄλλως μὲν γὰρ ἐδείξαμεν ἐν τοῖς χολώδεσι νοσήμασιν, ἄλλως δὲ ἐν τοῖς ἐξ ὠμῶν χυμῶν πλήθεσι τὰς ὑποστάσεις γινομένας. ἐκ διαμέτρου δὲ, ὡς ἄν τις εἴποι, τὸ μὲν ἄπεπτον οὖρόν ἐστιν, ὃ μήτε ἐναιώρημα μήτε ὑπόστασιν ἔχει μήτε νεφέλην, ἀλλὰ μηδὲ πάχος τι προσειληφὸς, ἢ ὠχρότητα, λευκὸν δέ ἐστι τῇ χροιᾷ, καὶ λεπτὸν τῇ συστάσει, καθάπερ ὕδωρ· εἰ μέντοι νεφέλη τις, ἢ ἐναιώρημα μέλαν, ἢ ὑπόστασις ἐν αὐτῷ γένοιτο μέλαινα, καὶ μᾶλλον εἰ καὶ σύμπαν εἴη ζοφῶδες, ὀλέθριον ὑπάρχει· καθάπερ εἰ καὶ κριμνώδη τινὰ, ἢ πεταλώδη κατ’ αὐτὸ φαίνοιτο· καὶ μὴν καὶ τὸ δυσῶδες ἰσχυρῶς, καὶ τὸ λιπαρὸν, ὅπερ ἐλαιῶδες ὀνομάζουσιν, ὀλέθριον. ταῦτα οὖν ἐστι τὰ οὖρα, μεγάλου νοσήματος γνωρίσματα, ὃ κατὰ τὴν ἑαυτοῦ φύσιν ἔλεγον ὑπάρχειν μέγα. μέγα δὲ, εἰ καὶ τὸ πτύσμα πλευριτικοῖς καὶ περιπνευμονικοῖς, ἤτοι μέλαν, ἢ πυῤῥὸν ἰσχυρῶς, ἢ ἀφρῶδες, ἢ δυσῶδες ἱκανῶς, ἢ μηδ’ ὅλως πτυόμενον, ἰσχυρᾶς ὀδύνης ἢ δυσπνοίας κατεχούσης τὸν ἄνθρωπον. ἀνάλογον δὲ τοῖσδε κᾀπὶ τῶν ἄλλων νοσημάτων, ὅσα καθ’ ἧπαρ, ἢ γαστέρα συνίσταται, τῶν ὀλεθρίων σημείων ὑπάρχει γένος, ὅθεν οὐδὲ ὁρίσαι παραπλησίως οἷόν τε τῇ τῶν σωθησομένων ἀκμῇ τὴν ἐν τοῖς τοιούτοις νοσήμασιν· ἐκεῖ μὲν γὰρ οἱ μέγιστοι παρο ξυσμοὶ τὴν ἀκμὴν ἀφώριζον, ἐνταυθοῖ δὲ οὐχ ὁρίσαι τοὺς μεγίστους ὁμοίως, ὡς ἂν μηδὲ πεπτομένου τὴν ἀρχὴν τοῦ νοσήματος, ἀλλ’ ἐπινοίᾳ χρὴ λαμβάνειν τὸ μέγιστον, εἰς ὃ ποτὲ μὲν ἀφικνεῖται τὸ νόσημα, ποτὲ δὲ ἀναιρεῖ φθάνον. ἐπὶ μέν γε τῆς λυομένης φλεγμονῆς ἡ τοῦ πύου γένεσις ὅρος τῆς ἀκμῆς· ἐπὶ δὲ τῆς μὴ μελλούσης λύεσθαι δυνατὸν μὲν τὸν ἄνθρωπον ἀποθανεῖν ἐστι καὶ κατὰ τὴν ἀνάβασιν αὐτῆς· ἐγχωρεῖ δὲ καὶ διαρκέσαι τὴν δύναμιν ἰσχυροτάτην ὑπάρχουσαν ἄχρι τοῦ τελευταίου μεγέθους. ταύτης γάρ τοι τῆς φλεγμονῆς, ὅταν γε μὴ μέλλοι λύεσθαι, τὸ μέγιστον μέγεθος ἤτοι γε εἰς γάγγραιναν, ἢ εἰς σηπεδόνα τελευτᾷ· μέχρι δ’ ἂν μηκέτι τι τούτων ᾖ, δυνατὸν αὐτὴν αὐξηθῆναι. ἀνάλογον δὲ τῇ φλεγμονῇ καὶ αἱ καθ’ ἕκαστον γένος τῶν ἄλλων νοσημάτων  αὐξήσεις νοείσθωσαν. εἴρηται δὲ αὐτῶν οὐ τὰ γένη μόνον, ἀλλὰ καὶ αἱ διαφοραὶ καὶ τὰ εἴδη δι’ ἑνὸς ὑπομνήματος, ὃ περὶ διαφορᾶς νοσημάτων ἐπιγράφεται. ἐκείνῳ δὲ μάλιστά σε προσέχειν ἀξιῶ τὸν νοῦν, ὃ παροφθὲν ἱκανῶς ἄν τινα σφάλλοι. Ἐνδέχεται γὰρ ἑνὶ καὶ τῷ αὐτῷ χρόνῳ καὶ δυσὶ καὶ τρισὶ νοσήμασιν ἔχεσθαι τὸν ἄνθρωπον, ὧν τὸ μὲν ἤδη παρακμάζει, τὸ δὲ τὸν ἀρχῆς ἔτι μένει καιρὸν, ἢ τὰ πρῶτα τῆς ἀναβάσεως, τὸ δ’ ἐπὶ πλεῖστον ηὔξηται· κᾄπειτα τὸν ἄνθρωπον ἀποθανεῖν, οὔτε διὰ τὸ παρακμάζον, οὔτε διὰ τὸ νῦν ἀρχόμενον, ἀλλὰ διὰ τὸ μεγάλως ηὐξημένον. μάλιστα μὲν οὖν ἐπισκέπτου τὰς τρεῖς ἀρχὰς τῶν διοικουσῶν ὅλον τὸ σῶμα δυνάμεων, ὅπως διάκεινται· λέγω δὲ ταύτας, ἐγκέφαλον, καρδίαν καὶ ἧπαρ· ἐφεξῆς δὲ καὶ τὰ ἄλλα σύμπαντα μόρια, τὰ ἀπὸ τῶν ἀρχῶν ἑκάστης πεφυκότα, νεῦρα, φλέβας καὶ ἀρτηρίας, καὶ ἅττα φύσιν μὲν ἰδίαν ἔχοντα, διοικούμενα δὲ ὑπὸ τῶν ἀρχῶν ἁπασῶν, ἔνια μὲν ὁμοτίμως, ἔνια δὲ ὑπὸ τῆς μὲν μᾶλλον, ὑπὸ τῆς δὲ ἧττον. ἐκ γὰρ τῆς τοιαύτης θεωρίας πρῶτον μὲν, εἴθ’ ἕν ἐστιν, εἴτε καὶ πλείω νοσήματα κατὰ τὸν ἄνθρωπον, εὑρήσεις· εἶθ’ ἑξῆς ἑκάστου τοὺς ἰδίους ἐπίσκεψαι καιροὺς, ἀναγκαίους ὑπάρχοντας εἰς τὴν τῶν βοηθημάτων εὕρεσιν, ἧς ἕνεκα ἡμῖν ὁ λόγος ὅδε σπουδάζεται. Περὶ μὲν γὰρ τὰς ἀρχὰς καὶ τὰ τέλη πάντα ἀσθενέστερα, περὶ δὲ τὰς ἀκμὰς ἰσχυρότερα, μεταξὺ δὲ τούτων ὅσα μεταξύ. τὰ μὲν γὰρ τῆς ἀρχῆς ἐγγυτέρω τῶν ἐγγυτέρω τῆς ἀκμῆς ἀσθενέστερα, καθάπερ γε καὶ τὰ τοῦ τέλους ἐγγυτέρω· τὰ δὲ ἶσον ἀπέχοντα τῆς ἀρχῆς τε καὶ τῆς ἀκμῆς μέσα τῆς ἰσχύος τῶν ἄκρων ἀμφοτέρων· οὕτω δὲ καὶ τὰ τῆς ἀκμῆς ἶσον ἀπέχοντα καὶ τῆς τελευτῆς, μέσα καὶ ταῦτα τῶν ἰδίων ἄκρων ἐστίν. ἐπικρατεῖν οὖν ἐν τῇ θεραπείᾳ προσήκει κατὰ μὲν τὴν ἀκμὴν τὸ παρηγορικὸν, ἐπὶ δὲ τῆς ἀρχῆς καὶ τῆς τελευτῆς τὸ ἀγωνιστικόν· ἀνάλογον δὲ τοῖς ἄκροις οἱ μεταξὺ καιροὶ λαμβανέσθωσαν, καθάπερ ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου πραγματείᾳ λέλεκται ἐπὶ πλέον, νυνὶ δὲ ὅσον ὑπογραφῆς ἕνεκεν αὐτὰ τὰ κεφάλαια διῆλθον, ἐνδεικνύμενος τὴν χρείαν τῆς ἐν τοῖς νοσήμασι κατὰ καιροὺς διαφορᾶς. οὐδὲ γὰρ ὅπως τις διαιτήσει δυνατὸν εὑρεῖν, οὐδὲ πότε δὲ θρέψει, χωρὶς τοῦ διορίσαι βεβαίως αὐτοὺς, εἴ γε χρὴ συντεκμαίρεσθαι κατ’ ἀρχὰς εὐθὺς, ὁπηνίκα μὲν ἡ ἀκμὴ τοῦ νοσήματος ἔσοιτο, πηλίκη δέ ἐστιν ἡ τοῦ κάμνοντος δύναμις. εἰ μὲν γὰρ ἐξαρκέσει τῷ τῆς ἀκμῆς καιρῷ καὶ χωρὶς τοῦ τροφὴν προσενέγκασθαι, κράτιστον ἀσιτεῖν ἄχρι τοῦ τὴν παρακμὴν ἀπάρξασθαι· εἰ δ’ οὐχ οἷόν τε ἀσιτοῦντα διαρκέσαι, θρεπτέον αὐτὸν ἀπ’ ἀρχῆς εὐθέως ἐν ἅπαντι καιρῷ τῷ δυναμένῳ προσδέξασθαι τροφὴν, ἔστι δὲ οὗτος ὁ τῆς ἀνέσεως. λέγω δὲ ἄνεσιν ἄρτι τὸ δεύτερον μόριον τῆς ὅλης περιόδου διαιρεθείσης εἰς δύο τὰ πάντα, παροξυσμόν τε καὶ ἄνεσιν. Ἱπποκράτης μὲν οὖν πάντων πρῶτος ὧν ἴσμεν ὀρθῶς περὶ τούτου διωρίσατο· βέλτιον δὲ ἂν ἐξεργάσασθαι τὴν τέχνην αὐτοῦ· σχεδὸν δὲ οὐδεὶς τοῦτο ἐποίησεν, ἔνιοι δὲ καὶ τελέως ἀποχωρήσαντες αὐτῆς εἰς μακρολογίαν ἐξετράποντο, καθάπερ καὶ Ἀρχιγένης ἔν τε τοῖς ἄλλοις ἅπασι κᾀν τοῖς δύο βιβλίοις, ἃ περὶ τῶν ἐν ταῖς νόσοις καιρῶν ἐγράψατο. μαθήσῃ δὲ ἐναργῶς ὃ λέγω, δύο ταῦτα ἐξετάσας ἀκριβῶς· ἓν μὲν, εἰ ταυτὶ τὰ νῦν ὑφ’ ἡμῶν εἰρημένα δι’ ὅλου τούτου τοῦ βιβλίου χρησιμώτατά ἐστιν εἰς θεραπείαν καὶ πρόγνωσιν· ἕτερον δὲ, εἰ λέλεκταί τι πρὸς Ἀρχιγένους. εἰ γὰρ μηδενὸς ἐλλείποντος τοῖσδε, φαίνεται λέγων ἕτερα, διττῶς πλημμελεῖ, μήτε τὰ χρήσιμα διδάσκων, βαρύνων τε τῇ τῶν ἀχρήστων πολυλογίᾳ τοὺς ἀναγινώσκοντας αὐτοῦ τὰ βιβλία.