Κείσθω τοίνυν πρῶτον ἀρχὴν φλεγμονῆς ζητεῖσθαι. τίς οὐκ ἂν φαίη τὴν οἱονεὶ γένεσιν αὐτῆς ὑπάρχειν ἐν ἐκείνῳ παντὶ τῷ χρόνῳ, καθ’ ὃν πληροῦται τὸ μόριον αἱματώδους οὐσίας; εἴτε γὰρ ἐπὶ παρεμπτώσει συμβαίνει τὸ τοιοῦτον, εἴτ’ ἐπὶ τῇ σφηνώσει πάντων τῶν ἀγγείων, εἴτε ἐπὶ περιστάσει τινὶ τῶν ὄγκων ἐν τοῖς πόροις, εἴθ’, ὡς ἡμεῖς ἐδιδάξαμεν ἔν τε τῷ περὶ τῆς ἀνωμάλου δυσκρασίας καὶ τῷ περὶ τῶν παρὰ φύσιν ὄγκων ὑπομνήματι, πλεονεξία τις αἵματος ἐν τῷ μορίῳ συνίσταται, γεννωμένης τῆς φλεγμονῆς, οὗτος ἔσται πρῶτος καιρὸς, ἐν ᾧ πληροῦται τὸ μέρος ἀνακείμενον τῷ μεγέθει τοῦ πάθους. ὅταν δὲ τὸ μὲν ἐπιῤῥέον παύσηται, τὸ δ’ ἐν τῷ φλεγμαίνοντι περιεχόμενον ὑπάρξηται σήπεσθαι, θερμασία τις γίνεται διὰ τὴν σηπεδόνα, καὶ ἡ χύσις ἐπιπλέον διὰ τὴν θερμασίαν, ἐφ’ ᾗ καὶ πνεῦμα γεννᾶται, καὶ δι’ ἄμφω ταῦτα διατείνεται μᾶλλον ἢ πρόσθεν τὸ μόριον, εἰ καὶ μηδὲν ἐπιῤῥέοι· δεύτερος οὗτός ἐστι χρόνος ὁ τῆς αὐξήσεως τῆς φλεγμονῆς. ὅταν δὲ εἰς πῦον ἤδη μεταβάλλῃ, μέγιστοι μὲν δή που πόνοι τηνικαῦτα  καταλαμβάνουσι. περὶ γὰρ τὰς γενέσιας τοῦ πύου οἱ πόνοι καὶ οἱ πυρετοὶ συμβαίνουσι μᾶλλον ἢ γενομένου· καλεῖται δ’ ἀκμὴ τοῦ πάθους ὁ τοιοῦτος καιρός. εἰ δὲ ἐκπυϊσκόμενον ἢ διαφορούμενον τὸ ῥεῦμα τόν τ’ ὄγκον ἐλάττω καὶ τὴν τάσιν ἀποφαίνει, παρακμῆς ἀρχὴ τὸ τοιοῦτόν ἐστιν. οὕτω μὲν ἐπὶ τῆς φλεγμονῆς οἱ καιροὶ διαιροῦνται. ἐπὶ πυρετοῦ δὲ τοῦ μὲν ἐπὶ φλεγμονῇ συνισταμένου τοὺς αὐτοὺς ἐκείνῃ τίθεσθαι καιρούς· τοῦ δ’ ἐπὶ χυμοῦ ἄνευ φλεγμονῆς, τὸν μὲν τῆς ἀπεψίας τῶν λυπούντων χυμῶν χρόνον, ἀρχήν· ὅταν δ’ ἄρξηται πέττεσθαι, πεπαῦσθαι μὲν τὴν ἀρχὴν, τὸν δεύτερον δ’ ἥκειν καιρὸν, τὸν τῆς ἀναβάσεως ὀνομαζόμενον· ὁπότε δὲ ἡ πέψις αὐτὴ συντελεῖται μάλιστα, τὸν τῆς ἀκμῆς· εἶθ’ ἑξῆς τὸν τῆς παρακμῆς, ἐν ᾧ πέπαυται μὲν ἤδη τό τε μέγεθος τῶν συμπτωμάτων καὶ τὸ πλῆθος τῶν πεττομένων, ὀλίγον δ’ ἐστὶν ἔτι λείψανον τῶν πεφθῆναι δεομένων χυμῶν. ἐδήλωσα δ’ ἐν τῇ περὶ κρίσεων πραγμα τείᾳ καὶ τὰ γνωρίσματα πάντα, τά τε τῆς πέψεως τῆς ἀμυδρᾶς καὶ τὰ τῆς παντελοῦς ἀπεψίας, καὶ τὰ τῆς ἐναργοῦς καὶ τὰ τῆς τελείας, ἴδια μὲν ὑπάρχοντα τῶν κατὰ τὴν γαστέρα πέψεων, ἴδια δὲ τῶν κατὰ τὰς φλέβας, ἴδια δὲ ἄλλα τῶν ἀναπνευστικῶν. ἐλαμβάνετο δὲ τὰ μὲν ἐκ τῶν διαχωρημάτων, τὰ δὲ ἐκ τῶν οὔρων, τὰ δὲ ἐκ τῶν πτυσμάτων. καὶ ταῦτα ἐπιπλεῖστον ἐν ἐκείνῳ τῷ λόγῳ διῆλθον ἅμα ταῖς Ἱπποκρατείαις ῥήσεσιν, ἀρκεῖ δὲ ἐν τῷ νῦν ἐνεστῶτι τοσοῦτον μόνον εἰπεῖν, ὡς καὶ τῶν ἑλκῶν οἱ αὐτοὶ καιροί. πρῶτον μὲν γὰρ ἰχῶρες ὑδατώδεις ἄπεπτοι καὶ λεπτοὶ ῥέουσιν ἐξ αὐτῶν· εἶθ’ ἑξῆς ἐλάττους τε καὶ παχύτεροι· κᾄπειτα ἤδη πῦον λεπτόν· εἶτα ἔλαττον μὲν τῷ πλήθει τοῦτο γίνεται, παχύτερον δὲ καὶ λευκότερον· ὥστε οὐδέν ἐστι τῶν λυομένων παθῶν, ὃ μὴ διεξέρχεται τοὺς καιρούς. οὐ μὴν οὐδ’ ἐξ ἄλλου τινὸς ἡ γνῶσις αὐτῶν, ὅτι μὴ τῶν τῆς ἀπεψίας τε καὶ πέψεως σημείων, ἃ διὰ τῶν περιττωμάτων γνωρίζεται. τίς γὰρ οὐκ οἶδεν ἠπεπτηκέναι τὴν γαστέρα, διαχωρήματα θεασάμενος ἀχύλωτα; τίς δὲ οὐκ οἶδεν, οὖρον ὑδατῶδες ἰδὼν, ἠτυχῆσθαι τὴν ἐν τοῖς ἀγγείοις πέψιν; τίς δὲ λεπτὸν ἀναβηττόμενον πτύσμα κατὰ πλευρῖτιν, ἢ περιπνευμονίαν ἑωρακὼς, ὁμοίως οὐ συνήσει ὡς ἀρχή ἐστιν ἔτι τοῦ πάθους; οὕτω δὲ κᾀν ταῖς ὀφθαλμίαις ἐν ἀρχῇ μὲν ἀποῤῥεῖ πολὺ καὶ λεπτὸν, ἄπεπτον ἱκανῶς· ἐφεξῆς δὲ, ἔλαττόν τε καὶ παχύτερον, ὑπογραφήν τινα πέψεως λαμβάνον· εἶτα ἐν τῷ χρόνῳ προϊόντι, τοῦ μὲν πλήθους μειουμένου, τῆς συστάσεως δὲ ἐπὶ τὸ παχύτερον ἰούσης, αὐξάνεται τὰ τῆς πέψεως εἰς τοσοῦτον, ὡς καὶ κολλᾶσθαι τὰ βλέφαρα κοιμηθέντων ὑπὸ τῆς γενομένης λήμης, ἥτις καὶ αὐτὴ καταρχὰς μὲν λεπτὴ καὶ πολλὴ, τῷ χρόνῳ δὲ ἐλάττων τε καὶ παχυτέρα γενομένη, τήν τε πέψιν τοῦ νοσήματος ἐνδείκνυται καὶ τὴν παρακμὴν τούτου. καὶ μὴν καὶ τῶν ἐξ ἐγκεφάλου καταῤῥεόντων δι’ ὑπερῴας καὶ ῥινῶν ἀρχὴ μὲν, ὅταν ὑδατῶδές τε καὶ λεπτὸν ᾖ καὶ πολὺ καὶ δριμὺ τὸ φερόμενον· ἐσχάτην γὰρ ἀπεψίαν ἐνδείκνυται ταῦτα· πέψεως δέ ἐστιν ἤδη γνωρίσματα παχύτερόν τε καὶ ἧττον δριμὺ καὶ ὀλίγον κενούμενον· εἰ δὲ καὶ ἡ καλουμένη μύξα καὶ βλέννα συναπέρχοιτο, βεβαιότερον ἤδη τοῦτό ἐστι πέψεως σημεῖον· ὥσπερ δὴ καὶ (εἰ) παχυτέρα μὲν αὐτῆς καὶ ἐλάττων γινομένη, πολὺ δὴ καὶ μᾶλλον πέψιν ἐνδείκνυται. καὶ οὗτοι μὲν οἱ καιροὶ τῶν νοσημάτων εἰσὶν, ἐξ ὧν οἱ κάμνοντες σώζονται. Περὶ δὲ τῶν ἄλλων, ἐν οἷς ἀπόλλυνται, μικρὸν ὕστερον ἐρῶ, διαρθρώσας πρότερον, ὅσα διορισμοῦ τινος τῶν εἰρημένων δέονται. ἓν μὲν οὖν ἐστιν αὐτῶν καὶ τὸ περὶ τῆς ἀκμῆς, εἴτε ἄχρονος ὑπάρχει διαπαντὸς, ὅσον ἐφ’ ἑαυτῇ, κᾂν εἰ πρὸς τὴν αἴσθησιν φαίνοιτο παρεκτεινομένη πολλάκις ἀξιολόγοις χρόνοις· εἴτε διαπαντὸς ἔχει τι πλάτος, ὁτὲ μὲν μεῖζον, ὁτὲ δὲ ἔλαττον· εἴτ’ ἐπὶ τινῶν μὲν νοσημάτων ἔγχρονος, ἐπὶ τινῶν δὲ ἄχρονος. μακροτέρου δὲ λόγου δεομένου τοῦ σκέμματος, ἔοικα παραλείψειν αὐτὸν ἅπαντα, μιμησάμενος Ἱπποκράτη περὶ τῆς κατὰ τὸν ὦμον ἐκπτώσεως εἰπόντα· οὐ μέντοι ἰσχυρίζω ἔγωγε περὶ αὐτοῦ, καίτοι ἔχων ὅ τι λέγω. καθάπερ γὰρ ἐκεῖνος ἠρκέσθη τοῖς διαπαντὸς ἑωραμένοις αὐτῷ, κατὰ τὸν αὐτὸν τρόπον κᾀγὼ νῦν ὡς διαπαντὸς ἰδὼν ἐρῶ. πᾶσαν ἀκμὴν τῶν κατὰ μέρος παροξυσμῶν χρόνῳ γινομένην ἐθεασάμην, ὥστε κᾂν εἰ πρὸς τὴν φύσιν ἄχρονος εἴη, μηδεμιᾶς ἐξ αὐτοῦ χρείας ἀπολαύειν ἡμᾶς. ὅταν γὰρ πρῶτον αἰσθήσει σαφὴς ἡ παρακμὴ γένηται, τότε τοῖς ἁρμόττουσιν αὐτῇ βοηθήμασι χρώμεθα· μέχρι δ’ ἂν ἀπὸ τῶν ἴσων ἀριθμῶν ἑστήκῃ τὸ μέγεθος τοῦ πυρετοῦ, μέχρι τοσούτου τῷ μεγέθει τῆς ἀκμῆς οἰκεῖα πράττειν προσήκει. κατὰ δὲ τὸν αὐτὸν τρόπον ἐπ’ ὀφθαλμίας καὶ πλευρίτιδος καὶ πάσης φλεγμονῆς ἑκάστου τε τῶν ἄλλων νοσημάτων οἱ καθόλου καιροὶ τὴν τῶν διαφόρων βοηθημάτων ὑπαγορεύουσι χρῆσιν, αἰσθήσει μετρούμενοι. λογικὸν οὖν γίνεται σκέμμα τὸ περὶ τοῦ πλάτους τῆς ἀκμῆς, εἴτε τῶν κατὰ μέρος παροξυσμῶν, εἴτε τῆς ὅλης νόσου τι σκοποῖτο· νυνὶ δὲ οὐ πρόκειταί μοι τὰ τοιαῦτα διαιρεῖν, ὡς οἱ τὰ πάντα ἐν πᾶσι φέροντες πράττουσιν, ὧν εἷς ἐστι καὶ Ἀρχιγένης. ἀναμίγνυσι γὰρ οὗτος ὁ ἀνὴρ ἰατρικωτάταις πραγματείαις ἐνίοτε μὲν ὑπὲρ ὀνομάτων ζήτησιν, ἔστι δὲ ὅτε καὶ περὶ αὐτῶν τῶν πραγμάτων, ἀλλὰ λογικήν· ἡμεῖς δὲ ὥσπερ ἀεὶ τοῦτο ἐφυλαξάμεθα, καὶ νῦν οὕτω πράξομεν, ἐάσαντες ὑπὲρ ἀκμῆς ἑτέροις ζητεῖν, εἴτε ἄχρονός ἐστιν, εἴτε σὺν χρόνῳ τινὶ, τὴν χρείαν μετρήσομεν αὐτῆς, τὴν φύσιν ὁρῶντες ἐναργῶς ἔν τε ταῖς ἡλικίαις τὴν ἀκμαστικὴν ἐν πλατεῖ χρόνῳ διαλυομένην, ἔν τε τοῖς νοσήμασιν ἐνίοτε μὲν ἐν μακροτέρῳ, πολλάκις δ’ ἐν ἐλάττονι, πάντως δ’ οὖν ἐν αἰσθητῷ.  τουτὶ δὲ αὐτὸ τὸ τοῦ χρόνου διάφορον ἐναργέστερόν ἐστιν ἐπὶ τῆς κατὰ τὴν ἀκμὴν ἡλικίας ἐν τοῖς ζώοις θεάσασθαι· καὶ γὰρ δὴ καὶ κύνας θηρευτικοὺς, καὶ ἵππους ἀγωνιστὰς ὁρῶμεν ἤδη τι ποιοῦντας οἰκεῖον ἔργον ἐν τῷ τῆς αὐξήσεως καιρῷ, καὶ μετὰ ταῦτα τελείους τε αὐτούς φαμεν γεγονέναι, καὶ βλέπομεν ἐναργῶς ἰσχυροτέρους μὲν ἢ πρόσθεν, ὡσαύτως δὲ ἰσχύοντας οὐκ ἐνιαυτῷ μόνῳ, ἀλλὰ καὶ δυοῖν ἔστιν ὅτε καὶ τρισὶν ἔτεσιν· ὥσπερ καὶ ἀνθρώπους ἀθλητὰς οὐ τρισὶ τούτοις γε μόνον, ἀλλὰ καὶ τέτταρσι καὶ πέντε πολλάκις ἔτεσιν ἰσοσθενεῖς διαμείναντας ὡς πρὸς αἴσθησιν. οὕτω δὲ ὡς ἔφην καὶ κατὰ τὰς νόσους οἵ τε κατὰ μέρος παροξυσμοὶ τὰς ἀκμὰς ἐν χρόνῳ ποιοῦνται σαφεῖ, καὶ πολὺ δὴ μᾶλλον οἱ καθόλου καιροὶ τῆς ὅλης νόσου πλάτος ἔχουσιν, οἵ τε ἄλλοι πάντες ὅ τε τῆς ἀκμῆς οὐδὲν ἧττον (ἔστιν) ὅ τε τῶν ἄλλων ἕκαστος. γνωρίζειν δὲ αὐτὰς ἐνίοτε μὲν ἐγχωρεῖ σαφῶς, ἔστι δ’ ὅτε ἀμυδρῶς, ἢ καὶ παντάπασιν ἀγνοεῖν ἄχρι παμπόλλου. καὶ κατὰ τοῦτο ἔνια δοκεῖ τῶν νοσημάτων εὐθὺς εἰσβάλλειν ἀκμάζοντά· καὶ τοῦτο μὲν αὐτὸ τῶν ἀδυνάτων ἐστὶν, οὔτε γὰρ ὁ λεγόμενος σύνοχος πυρετὸς εὐθὺς ἀπὸ τῆς ἀκμῆς ποτε εἰσέβαλεν, ἀλλ’ ἀπὸ τῆς πρώτης προσβολῆς ἄχρι τῆς τελεωτάτης ἀκμῆς ὥραις ἤτοι τέτταρσιν ἢ τρισὶν ἀφικνεῖται τοὐλάχιστον, ἐντεῦθεν δὲ πάντως ἴσος ἑαυτῷ μένων συνεχῶς ἄχρι κρίσεως. ἀλλ’ οὐδὲ τὸ μάλιστα ἐξαίφνης εἰσβάλλον ἀκμάζον εἴποι τις ἂν, τὴν ἀποπληξίαν· οὐδὲ γὰρ ἀκριβῶς ἐστι τὸ τοιοῦτον, ἀλλ’ ἐν μὲν βραχεῖ χρόνῳ διεξέρχεται τήν τε ἀρχὴν καὶ τὴν ἀνάβασιν, οὐ μὴν ἄναρχόν γέ ἐστιν, οὐδ’ εὐθὺς εἰσβάλλει τελεώτατα, ὥσπερ οὐδὲ ὁ τῆς ἐπιληψίας παροξυσμός· οὐδεὶς γὰρ οὕτως ἁλίσκεται ἐξαίφνης τῷ συμπτώματι, καθάπερ οἱ τὸν τράχηλον ἀφαιρούμενοι, καίτοι καὶ τούτων ἡ τομὴ πρῶτόν τινα χρόνον ἔχει καὶ δεύτερον καὶ τρίτον καὶ τέταρτον, ὥσπερ εἰ καὶ χειρουργός τις ὁτιοῦν τέμνοι. ἀλλὰ γὰρ, εἰ βούλει, συγχωρείσθω χωρὶς χρόνου τήν τε ἐπιληπτικὴν καὶ τὴν ἀποπληκτικὴν γίνεσθαι κατάπτωσιν, ἵν’ ὅ γε ἐξ ἀρχῆς προὐθέμην διέλθω. τουτὶ μὲν γὰρ αὐτὸ σύμπτωμά ἐστιν ἡ γινομένη κατάπτωσις, ἡ νόσος δὲ οὐ τοῦτό ἐστιν, ἀλλὰ χρὴ πάντως αὐτὴν, ὡς ἀπεδείξαμεν, εἶναί τινα διάθεσιν σώματος. εἰ δὲ οὐκ ἔχομεν εἴτε γεννωμένης αὐτῆς, εἴτε αὐξανομένης γνώρισμά τι, τὸν μὲν ἀκόλουθον λόγον οὐκ ἀνατρέπει τοῦτο, καθ’ ὃν ἐλέγομεν παντὶ νοσήματι ἀναγκαῖον εἶναι διὰ τῆς ἀναβάσεως ἐπὶ τὴν ἀκμὴν ἀφικνεῖσθαι, δύσγνωστον δὲ ἐνίοτε καὶ πολλοῖς ἄγνωστον τῶν νοσημάτων ὁμολογεῖ εἶναι τὴν αὔξησιν. ὅτι δὲ ἀληθές ἐστιν ὃ λέγω, πείσαιμι ἄν σε βραχυτάτῳ λόγῳ τῷδε. σκιῤῥώδεις ὄγκους ἐθεασάμην πολλάκις ἐν σκέλεσιν εὐθέως ἐξ ἀρχῆς συνισταμένους ἄνευ τοῦ προηγήσασθαι φλεγμονὴν, καὶ τρισί γε ἐνίοτε καὶ τέτταρσιν ἔτεσιν αὐξανομένους κατὰ βραχὺ, χωρὶς τοῦ παρεμποδίζειν αἰσθητῶς τὰς ἀναγκαίας τοῦ σκέλους ἐνεργείας· ἐν δὲ τῷ χρόνῳ διὰ μέγεθος ἀξιόλογον ὕστερόν ποτε καὶ τὴν βάδισιν ἐνοχλοῦντας. ἐπινόησον τοίνυν, οὐ γὰρ ἀδύνατον, ἐν τοῖς σιμοῖς τοῦ ἥπατος ἤδη τινὰ ὄγκον συνίστασθαι σκιῤῥώδη· καὶ λήσεται μέχρι τινὸς τούτου ἡ σύστασις, ὕστερον μέντοι τὰ τῆς διαθέσεως αὐτῆς ἔσται φανερώτερα, μηδὲ τότε δυναμένων ἡμῶν ἐξευρεῖν, ἐφ’ ᾗ διαθέσει τοῦτο συμβαίνει· χρόνῳ δὲ ὕστερον ἤδη που καὶ παρέγχυσις ὑδερικὴ συμβήσεται, μηδὲ τότε πρὸς τὴν ἁφὴν διασημαίνοντος τοῦ σκιῤῥώδους ὄγκου· ἀλλ’ ὕστερόν γε φανεὶς ἀξιόλογος ἀνέμνησεν ἡμᾶς τῆς ἔμπροσθεν ἀγνοίας. οὐκ ὀλίγους γοῦν ἐγὼ τεθέαμαι κατὰ τὴν τοιαύτην ὁδὸν τῶν συμπτωμάτων ἐν ὀλίγῳ χρόνῳ προφήναντας ὄγκον οὐ σμικρὸν ἐν ἥπατι σκιῤῥώδει, συνιστάμενον μὲν ἐκ πολλοῦ, λανθάνοντα δὲ διὰ τὴν αὐτοῦ σμικρότητα καὶ εὐτροφίαν τῶν καθ’ ὑποχόνδριον μυῶν. ἀλλ’ ὅταν αὐξανόμενος ὁ σκίῤῥος ἅμα μὲν ἐπαναβῇ τοῖς κύρτοις τοῦ ἥπατος, ἅμα δὲ ἀτροφίας αἴτιος γένηται τοῖς τε ἄλλοις τοῦ ζώου μορίοις καὶ τοῖς καθ’ ὑποχόνδριον μυσὶν, ἐξ ἀμφοτέρων τούτων ἐναργῶς ἐν ὀλίγῳ χρόνῳ διαγνώσεις, αὐτοῦ ἤδη ὑπάρξαντος ἀξιολόγου μεγέθους. τὰ μὲν δὴ τοιαῦτα πάντα συνῆπται τῇ τῶν πεπονθότων μορίων ἐπισκέψει, περὶ ἧς οὐ πρόκειται μὲν ἐν τῷ παρόντι σκοπεῖσθαι, δεδήλωται δὲ ὑπὲρ τῆς κοινωνίας αὐτῶν οὐκ ἀχρήστως. ἐπὶ δὲ τὸν ἐξ ἀρχῆς λόγον ἰέναι καιρός. ἑκάστου τῶν νοσημάτων ἴδιός ἐστι χρόνος ὁ τῆς γενέσεως, ἐνίοτε μὲν αἰσθητὸς, ἐνίοτε δὲ οὐκ αἰσθητός· ἀφ’ οὗ πάλιν ὁ τῆς αὐξήσεως οὐχ ὁμοίως ἐπὶ πάντων αἰσθητὸς οὐδὲ οὗ τος· οἷς ὁ τῆς ἀκμῆς ἕπεται πάντως αἰσθητὸς, ὁμολογούντων ἡμῶν ἔστιν ὅτε μηδὲν ἔχειν ἐναργὲς γνώρισμα τῆς ἀρχῆς τοῦ πάθους καὶ τῆς αὐξήσεως. ἐπὶ τούτων οὖν, ὡς πρὸς τὴν χρείαν τῆς τέχνης, ἀληθῶς τις ἐρεῖ τὸν τῆς ἀκμῆς μόνον ὑπάρχειν καιρόν· εἰ δὲ καὶ σώζεσθαι μέλλοιεν, ἕπεσθαι πάντως αὐτῷ τὸν τῆς παρακμῆς, αἰσθητὸν καὶ τοιοῦτον, ὡς ἂν ἐν χρόνῳ συνιστάμενον οὐκ ἀπλατεῖ. καὶ γὰρ εἰ ἢ δι’ αἱμοῤῥαγίας, ἢ δι’ ἱδρώτων τις ὀξέως κριθείη, χρόνος γοῦν τις ὑπάρχει καὶ τούτῳ αἰσθητὸς ὁ τῆς παρακμῆς· εἰ δ’ ἐλάττονος τούτου καθ’ ἕτερα νοσήματα γινομένου, τρισὶν ἢ τέτταρσιν ἢ καὶ πλέοσιν ἡμέραις παρακμάζοντος, τοῦτο οὐδὲν τὸν ἔμπροσθεν λόγον φαίνεται παραβλάπτον, οὐδὲ διαβάλλει τὸ κεφάλαιον τῆς ἀποφάσεως, ἀλλ’ ἔτι μένει, τὸ πάντων τῶν νοσημάτων, ὅσα λύεται, καθάπερ ἀκμὴν, οὕτω δὴ καὶ παρακμὴν ὑπάρχειν τινά. Τούτων ἡμῖν αὐτάρκως ἀποδεικνυμένων, ἐπισκεψόμεθα περὶ τῶν μὴ λυομένων νοσημάτων. διττὴ δέ ἐστιν αὐτῶν ἡ φύσις· ἔνια μὲν γὰρ αὐτῶν ἔχει τὴν κατασκευὴν,  ὅταν ἀκριβῶς αὐτὴν ἔχῃ συμπληρουμένην· ἔνια δὲ ἐκ μὲν τῆς τῶν λυομένων ἐστὶ φύσεως, ἀλλ’ ὅταν ἀποκτεῖναι φθάσῃ, κατὰ τοῦτο αὐτοῖς γίνεσθαι συμβαίνει. τριττὸς δὲ καὶ τούτων ὁ τρόπος ἐστίν· ἢ γὰρ διὰ τὴν τοῦ κάμνοντος ἀδυναμίαν, ἢ διὰ τὴν τῶν νοσημάτων ἰσχὺν, ἢ διὰ τὰ συναμφότερα ἀναιρεῖ πρὶν λυθῆναι. καθ’ ἕτερον δὲ λόγον εἷς καινὸς τύπος ἁπάντων ἐστὶ τῶν τοιούτων, ὅταν ὑπὲρ τὴν δύναμιν ᾖ· τὸ γάρ τοι συνέχον αὐτὸ τῆς ἀπωλείας τοῦ κάμνοντος ἐν τούτῳ τέτακται, μήτε σωθῆναι δυναμένου τινὸς, εἰ μὴ κρατήσειεν ἡ φύσις τῆς νόσου, μήτε ἀπόλλυσθαι χωρὶς τοῦ νικηθῆναι μὲν τὴν φύσιν, ἐπικρατέστερον δὲ αὐτῆς γενέσθαι τὸ νόσημα. καὶ διὰ τοῦτό γέ τινες ἓν σημαίνεσθαι νομίζουσιν ἐκ τοῦ μεγάλου νοσήματος, ἐν τῷ πρός τι συνισταμένου, οὐκ εἰδότες ὅτι λέγεται μέν ποτε καὶ οὕτω τὸ μέγα νόσημα, καθάπερ ἂν εἰ καὶ μεῖζον ἐλέγομεν, ὅταν ὑπὲρ τὴν δύναμιν ᾖ· λέγεται δὲ καὶ κατ’ ἰδίαν οὐσίαν, ὡς ἄνθρωπος, ἢ ἵππος, ἢ βοῦς μέγας. ἀποδέδεικται δέ μοι καὶ περὶ τούτου τοῦ διττοῦ σημαινομένου πολλάκις ἤδη δι’ ἑτέρων· τὸ δὲ πάντα ἐν πᾶσιν ἐξεργάζεσθαι, φλύαρον· ὅπερ οὖν εἰς τὰ παρόντα χρήσιμον ὑπάρχει, τοῦτο ἐρῶ. τῶν νοσημάτων ἕκαστον αὐτὸ μὲν καθ’ ἑαυτὸ κέκτηταί τινα πηλικότητα, βέλτιον γὰρ οὕτως εἰπεῖν ἕνεκα σαφηνείας, ἤτοι δὲ ὑπὲρ τὴν δύναμίν ἐστιν ἡ πηλικότης αὕτη τοῦ νοσήματος, ὡς βαρύνειν αὐτὴν, ἢ τοὐναντίον ἀσθενεστέρα τῆς δυνάμεως, ὡς νικηθῆναι πρὸς ἐκείνης, ἁπάντων τῶν καλῶς γινομένων. ὅταν οὖν ὑπὲρ τὴν δύναμιν ᾖ, τεθνήξεται πάντως ὁ ἄνθρωπος.