Ἔξεστι δὲ καὶ κατ’ ἄλλον τινα τρόπον εἰς μείζω μέρη διελεῖν ὅλην τὴν περίοδον, εἴ γε εἰς δύο  δυνατὸν αὐτὴν ὅλην διελεῖν, ἓν μὲν τὸ τοῦ πρώτου παροξυσμοῦ ποιοῦντας, ἀπὸ τῆς πρώτης εἰσβολῆς ἄχρι τῆς ἐσχάτης ἀνέσεως· τὸ δὲ (μετὰ) μεταξὺ (ἐστὶ) τῆς παρακμῆς καὶ τῆς εἰσβολῆς τοῦ δευτέρου παροξυσμοῦ. καλῶ δὲ εἰσβολὴν παροξυσμοῦ τὸν ἀκριβῶς ἤδη πρῶτον χρόνον ἀπλατῆ, τὸν δ’ αὐτὸν τοῦτον ἐπισημασίαν εἰώθασιν ὀνομάζειν. καὶ τό γε πρὸς Ἱπποκράτους εἰρημένον· ἐν τοῖσι παροξυσμοῖσιν ὑποστέλλεσθαι· κατὰ ταύτην ἡγοῦμαι λελέχθαι τὴν τομήν. προειπὼν γὰρ, ὡς προσήκει, οἷς μὲν αὐτίκα ἡ ἀκμὴ, αὐτίκα λεπτῶς διαιτᾷν, οἷς δ’ ὕστερον, εἰς εἰκεῖνο μὲν καὶ πρὸ ἐκείνου λεπτῶς, ἔμπροσθεν δὲ πιότερον διαιτᾷν, ὡς ἂν ἐξαρκέσοι ὁ νουσέων, ἐπήνεγκεν· ἐν δὲ τοῖσι παροξυσμοῖσιν ὑποστέλλεσθαι χρή· διδάσκων ἡμᾶς δηλονότι μόνον ἐκεῖνον τὸν καιρὸν φυλάττεσθαι, τὸν ὑπ’ αὐτοῦ καλούμενον παροξυσμόν. οὐδέποτε γὰρ ἐν αὐτῷ τρέφομεν, ἐν δὲ τῷ λοιπῷ παντὶ τῆς ἀνέσεως ἄλλοτε κατ’ ἄλλο μόριον αὐτοῦ· ποτὲ μὲν γὰρ ἁπλοῦς ἐστιν ἐκ παρακμῆς μόνον ὑπάρχων, ἐνίοτε δ’ ἐκ παρακμῆς καὶ διαλείμματος σύγκειται. αὕτη μέν ἐστιν ἡ εἰς δύο μέρη τομὴ τῆς μιᾶς περιόδου, τὸ μὲν ἕτερον μέρος αὐτῆς τὸ πρότερον, ὀνομαζόντων ἡμῶν παροξυσμὸν, τὸ δὲ ἐπ’ αὐτῷ δεύτερον, ἤτοι γε ἄνεσιν, ὡς ἀρτίως, ἢ ὡς ἔνιοι, διάλειμμα. διάλειμμα γὰρ καλοῦσιν οὐκ ὀλίγοι τῶν ἰατρῶν τὸ μετὰ τὴν ἀκμὴν ἅπαν, ὅπως ἂν ἔχῃ φύσεως, εἶτ’ οὖν εἰς ἀπυρεξίαν παυόμενον, εἴτε καὶ μή. ἀλλ’ ἡμῖν γε φυλαττέσθωσαν αἱ προειρημέναι κλήσεις, ὑπὲρ τοῦ μηδεμίαν ἀσάφειαν γίνεσθαι κατὰ τὸν λόγον, καὶ προσαγορευέσθω τὸ μετὰ τὸν παροξυσμὸν ἅπαν ἄνεσις, οὐ κωλυόντων ἡμῶν, ὡς ἔφην, εἰ καὶ διάλειμμά τις αὐτὸν καλεῖν ὅλον, ἢ παρακμὴν, ἢ ἔνδοσιν, ἢ ὕφεσιν, ἢ ἀφαίρεσιν ἐθέλοι. πρόκειται γὰρ οὐ περὶ τῶν ὀνομάτων ζυγομαχεῖν, ἀλλὰ τὰ μέρη τῆς περιόδου σκοπεῖν ὁπόσα τε τὸν ἀριθμόν ἐστι καὶ ὅπῃ διενήνοχεν ἀλλήλων. Αὐτὴ μὲν οὖν ἡ τομὴ τῶν εἰς ἀπυρεξίαν ληγόντων ἁπάντων ἐστὶ πυρετῶν, ἀμφημερινῶν, τριταίων, τεταρταίων, ὡς ἓξ ἐχόντων τὰ μέρη διαφέροντα ἀλλήλων ἰδέαις εὐσήμοις· ἑτέρα δὲ, τῶν μὴ διαλειπόντων, εἰς πέντε μέρη διαιρουμένων. εἰσὶ δὲ καὶ οὗτοι πάμπολλοι, τινὲς μὲν ἑκάστης ἡμέρας παροξυνόμενοι, τινὲς δὲ διὰ τρίτης· οὐ μὴν οἵ γε διὰ τετάρτης πολλάκις, ἀλλ’ ἐν τῷ σπανίῳ, φαίνονται γινόμενοι· τὸ πλεῖστον γὰρ αὐτῶν γένος εἰς ἀπυρεξίαν παύεται. διττὴ δὲ καὶ τούτων ἐστὶν ἡ ἰδέα τῶν εἰς ἀπυρεξίαν μὴ παυομένων, ἀμφημερινῶν, τριταίων, τεταρταίων. ἔνιοι μὲν γὰρ αὐτῶν καὶ τὸ μέγεθος ἀποτίθενται τοῦ σφυγμοῦ καὶ τὸ τάχος καὶ τὴν πυκνότητα καὶ τὴν σκληρότητα· τινὲς δὲ τὰ μὲν ἄλλα τρία πρὸς τὸ κατὰ φύσιν ἐπανάγουσι, φυλάττουσι δὲ ταχύτητα οἱ μὲν πλεῖον, οἱ δὲ ἧττον. ἀλλ’ οὐ τοῦ νῦν παρόντος λόγου περὶ ἐκείνων διαιρεῖσθαι· πρόκειται γὰρ ἐξαριθμῆσαι τὰ μόρια τῆς περιόδου καθ’ ἕκαστον γένος νοσήματος. εἰρηκότες οὖν ὀλίγον ἔμπροσθεν, ὡς ἕξ εἰσι τὰ πάντα κατὰ τοὺς διαλείποντας πυρετοὺς, ἑξῆς διερχόμεθα τὰ μέρη τῶν μὴ διαλειπόντων, πέντε εἶναι λέγοντες, ὅταν τὰ μὲν ἄλλα παραπλησίως αὐτοῖς ὑπάρχῃ, μόνον δὲ λείπῃ τὸ τῆς ἀπυρεξίας. ἡ δ’ ἐν τοῖς ἄλλοις μέρεσιν ὁμοιότης ἔξ ἀνάγκης ἐστὶ, τὸ τῆς εἰσβολῆς τῶν παροξυσμῶν μετὰ συστολῆς γίγνεσθαι, ὀνομάζω δ’ οὕτω τὸ μετὰ τοῦ ψύχεσθαι, τούτῳ γὰρ ἕπεται κατὰ τοὺς σφυγμοὺς εἴσω μᾶλλον κινεῖσθαι μετὰ μικρότητος, ἀποχωροῦντος εἰς τὰ σπλάγχνα τοῦ αἵματος, ᾧ πάλιν ἐξ ἀνάγκης ἕπεται τὸ τῆς ἀνωμαλίας, εἶθ’ ἑξῆς τὸ τῆς ἀναβάσεως, ἀκμῆς τε καὶ παρακμῆς. ἐφ’ ὧν μέντοι χωρὶς αἰσθητῆς συστολῆς εἰσβολὴ γίγνεται παροξυσμοῦ, τοὺς τρεῖς καιροὺς εἰς ἕνα μεταπίπτειν ἀναγκαῖόν ἐστι, καὶ γίγνεσθαι τὸ σύμπαν μέχρι τῆς ἀκμῆς ἀνάβασιν. ὅπου γὰρ οὐκ ἐγένετο συστολὴ, δῆλον ὡς οὐδ’ ἀνωμαλία. τὴν δὲ ἀκμὴν οὐδ’ ἄν ποτε εἶδον ἀπολείπουσαν, ἀλλ’ ἀεὶ διαμένουσαν αἰσθητὴν ἰσότητα κατὰ πάντας τοὺς πυρετοὺς ἐπί τινα χρόνον· εἰσβολὴν μέντοι μυριάκις ἐθεασάμην ἄνευ τῶν εἰρημένων τῆς ἀρχῆς συμπτωμάτων, ὧν τὸ μὲν κυριώτατον ἦν ἁπάσαις ὀλίγου δεῖν ταῖς ἀρχαῖς ἡ ψύξις συνοῦσα τῶν παροξυσμῶν, ὥσπερ καὶ ἡ ἐπὶ τὰ ἔσω τῶν ἀρτηριῶν κίνησις, ὑπὲρ ἧς εἴρηται μὲν ἐπιπλέον ἐν τῇ περὶ τῶν σφυγμῶν πραγματείᾳ, κατὰ δὲ τὸν ἐνεστῶτα λόγον ἀρκεῖ τῷ τάχει τῆς συστολῆς ἀφορίζειν αὐτήν. ὅσα δ’ ἄλλα συμπτώματά τε καὶ σημεῖα τῆς ἀρχῆς τῶν παροξυσμῶν ἐστιν ἴδια, προείρηται τὰ μὲν ἐπιγινόμενα τῇ περιψύξει, τὰ δ’ ἄλλα ἄλλως συμβαίνειν· σμικρότης μὲν τῶν σφυγμῶν καὶ ἀραιότης καὶ βραδυτὴς διαστολῆς ἐπὶ τῇ καταψύξει, ῥῖγος δ’ ἐπ’ ἄλλαις προφάσεσιν, ἃς ἐν ταῖς τῶν συμπτωμάτων αἰτίαις εἴπομεν. ἀλλ’ ὅλον τὸ γένος τοῦτο τῶν παροξυσμῶν παντάπασιν, ὡς ἔφην, ἀπόλλυται, καὶ πολλοὺς πολλάκις ἡμεῖς ἐκωλύσαμεν ὑπὸ τῶν θαυμαστῶν τούτων ἰατρῶν ἤτοι γ’ ἐπὶ τὸ λουτρὸν πεμφθέντας, ἢ τροφὴν προσενέγκασθαι κελευθέντας, ὡς ὑπερβεβηκότας ἤδη τὰς ὑπόπτους ὥρας τοῦ παροξυσμοῦ. συμβαίνει δὲ αὐτοὺς ἀγνοοῦντας ἀκριβῶς ἅπτεσθαι τῆς ἀρτηρίας, ἐν τοῖς τοιούτοις σφάλμασι καθίστασθαι. ἅπασι γὰρ τοῖς οὕτω παροξυνομένοις ἡ συστολὴ θάττων γίγνεται· γνωρίζειν δ’ αὐτὴν οὐ παντός ἐστιν, ἀλλὰ δεῖται μάλιστα τοῦτο τὸ ἔργον, εἴπερ τι καὶ ἄλλο τῆς τέχνης, ἀσκήσεως ἱκανῆς, ἣν οὐχ οὐχ οἷόν τε ποιήσασθαι, πρὶν τεχνωθῆναι τὸν εἰρημένον ὑφ’ ἡμῶν τρόπον ἐν τῷ πρώτῳ τῆς διαγνώσεως τῶν σφυγμῶν. εἰ μὲν οὖν τις εἴη γνωστικὸς τῆς συστολῆς τῶν ἀρτηριῶν, ἐγχωρεῖ τούτῳ τίθεσθαι τοῦτ’ αὐτὸ τὸ μέρος τοῦ παροξυσμοῦ, καθ’ ὃ τὴν συστολὴν ὠκυτέραν ἐγνώρισε γεγενημένην ἄνευ τῆς διαστολῆς, ἀρχὴν τῆς περιόδου· τὸ δ’ ἐφεξῆς τῷδε ἐπανάβασιν, ἄχρι τῆς ἀκμῆς· εἰ δὲ μὴ γνωρίζοι μηδὲ τοῦτο,  φαίνοιτο δὲ ἀθλίπτως αὐτῷ παντοίως ἡ εἰσβολὴ γεγενημένη, τὸ μέχρι τῆς ἀκμῆς μέρος τοῦ παροξυσμοῦ πᾶν ἐπανάβασιν, ἢ ἐπίδοσιν, ἢ αὔξησιν ὀνομάσει· τέμνων δ’ αὐτὴν εἰς πρῶτα καὶ τελευταῖα καὶ μέσα κατὰ τὸ μᾶλλόν τε καὶ ἦττον, οὐκ εἴδεσι διαφόροις, ὡς ἔμπροσθεν ἔλεγον ἐπὶ τῶν αἰσθητῶν περιψύξεων. ἐν τοῖς τοιούτοις οὖν πυρετοῖς οἱ πάντες ἔσονται καιροὶ τρεῖς, αὔξησις, ἀκμὴ, μείωσις· οὐδὲν γὰρ χεῖρον οὐδὲ μείωσιν ὀνομάζειν τὸν καιρὸν ἐκεῖνον, ἐν ᾧ τοῦ μεγέθους ἀφαιρεῖταί τι τοῦ πυρετοῦ· ἐν ὅσοις δ’ οὐκ ἔστι περίοδος, οἷον καὶ τοῖς συνόχοις ὀνομαζομένοις, τούτοις τοῖς πυρετοῖς οὔτε παροξυσμὸς ὅλως τίς ἐστιν, οὔτε τὰ προειρημένα μέρη, τὰ μέντοι τῆς ὅλης νόσου μόρια κατὰ διαφέροντας χρόνους καὶ τούτοις ἐστὶν, ἑτέροις τρόποις διαγινωσκόμενα παρὰ τοὺς ἐν τοῖς παροξυσμοῖς καιροὺς, οὓς ὀλίγον ὕστερον ἐρῶ, καὶ μάλιστα ὅτι σφάλλονται πάντες ἐν αὐτοῖς ἰατροὶ, καίτοιγε Ἱπποκράτους ὀρθότατα διδάξαντος ὑπὲρ αὐτῶν. Ἀλλὰ νῦν ἐπὶ τοὺς κατὰ περίοδόν τινα παροξύνοντας ἐπανέλθωμεν τῷ λόγῳ, πᾶν ὅσον ὑπόλοιπον ἐν αὐτοῖς ἄσκοπον ἀφεῖται διαιροῦντες. ἑνὸς μὲν δὴ καὶ πρώτου μεμνῆσθαι κελεύω, τοῦ γεγονέναι τὸν λόγον ἡμῖν ἅπαντα τὸν ἀπ’ ἀρχῆς ἄχρι δεῦρο περὶ τῶν ἁπλῶν περιόδων. ἐν γὰρ ταῖς ἐπιπεπλεγμέναις ὁ μετὰ τὴν ἀκμὴν καιρὸς ἐνίοτε στενοῦται, φθανούσης εἰσβάλλειν ἐπισημασίας ἑτέρου παροξυσμοῦ, πρὶν τὴν προτέραν περίοδον ἀκριβῶς πληρωθῆναι, καὶ πολλάκις γε κατὰ μὲν τὴν ἑαυτοῦ φύσιν ὁ πυρετὸς ἐκ τοῦ τῶν διαλειπόντων ἐστὶ γένους, ὥσπερ ὁ τριταῖος, ἡ δ’ ἐπιπλοκὴ χρόνον ἀπυρεξίας οὐδένα καταλείπει τῇ προτέρᾳ περιόδῳ, φθάσαντος εἰσβαλεῖν τοῦ δευτέρου παροξυσμοῦ, πρὶν ἀπολυθῆναι τὸν πρότερον. εἴρηται δέ μοι περὶ τῶν τοιούτων ἐπιπλοκῶν ἐν δύο πραγματείαις, τῇ τε περὶ κρίσεων καὶ τῇ περὶ διαφορᾶς τῶν πυρετῶν, ἔνθα καὶ διώρισται μίξις ἐπιπλοκῆς. ὁ γοῦν ἡμιτριταῖος ἐκ μίξεώς τε καὶ κράσεως ἐδείχθη γιγνόμενος ἀμφημερινοῦ τε καὶ τριταίου πυρετοῦ. πολλάκις δὲ καὶ αὐτῷ τῷ ἡμιτριταίῳ τῶν ἁπλῶν εἷς ἐπιπλέκεται πυρετῶν, ἤτοι τριταῖος, ἢ ἀμφημερινὸς, ἀλλ’ οὐκ ἔστιν ἡ τοιαύτη ποικιλία τῆς ἐνεστώσης οἰκεία πραγματείας, ἀρκεῖ γὰρ ἐνταῦθα τοὺς ἰδίους ἑκάστου τῶν πυρετῶν καιροὺς ἀκριβῶς διαρθρῶσαι· τὸ γὰρ τὸ συμπλεκόμενον αὐτῶν ἑτοίμως δύνασθαι διακρίνειν οὕτως ἂν ἡμῖν μάλισθ’ ὑπάρξειεν. οἱ μὲν οὖν ἀκριβῶς ἁπλοῖ προείρηνται, περὶ δὲ τῶν ἐπιμίκτων ἑξῆς ἐρῶ. γίνεται τοίνυν ἐνίοτε φρικώδης εἰσβολὴ, τὰ τῆς ἀρχῆς ἴδια γνωρίσματα πάντα ἔχουσα, πλὴν ῥίγους, ἔστι δ’ ὅτε καὶ τούτου τὴν ἔμφασιν· ἡ γάρ τοι σφοδρὰ φρίκη δόξειεν ἂν ἤτοι γε ἀρχή τις εἶναι ῥίγους, ἢ μικρὸν ῥῖγος, ἀλλὰ τό γε ἀκριβὲς ῥῖγος, οἷον ἐν τριταίοις τε καὶ τεταρταίοις πυρετοῖς ἐστιν, ὁ τοιοῦτος μὴ λαμβάνει, καὶ διὰ τοῦτ’ οὖν αὐτὸν ὀνομάζω φρικώδη· καὶ πολύ γε μᾶλλον ὅτι προδείξας τινὰ σημεῖα τοῦ δευτέρου καιροῦ, πάλιν ἀρχὴν ἑτέρας εἰσβολῆς ἐργάζεται φρικώδη, ὃ καλοῦσιν ἔνιοι μὲν ἐπανάληψιν, ἔνιοι δ’ ἐπαναδίπλωσιν· ἔστιν ὅτε δὲ καὶ δεύτερον ἐργάζεται τοῦτο, καί τισιν ἐνίοτε καὶ τρίτον, εἶτα μόγις ὕστερον ὁμαλῶς ἐξαπλοῦται μέχρι τῆς ἀκμῆς ἀναβαίνων. οὗτος ὁ πυρετὸς εἰς ἀπυρεξίαν οὐδέποτε παύεται. ὅ τε γὰρ ἄχρι τῆς ἀκμῆς αὐτῷ χρόνος ὑπάρχει πάμπολυς ἥ τε παρακμὴ χωρὶς αἰσθητῆς διαπνοῆς· πολὺ δὲ δὴ μᾶλλον ἀποδεῖ τοῦ μεθ’ ἱδρῶτος εἰς ἀπυρεξίαν ἰέναι. ὥσπερ οὖν ὁ ἀπὸ τῆς πρώτης εἰσβολῆς παροξυσμὸς ἄχρι τῆς ἀκμῆς ἐν πολλῷ χρόνῳ παραγίνεται, κατὰ τὸν αὐτὸν τρόπον ἀπὸ τῆς ἀκμῆς κατὰ βραχὺ μειοῦται. καὶ τοίνυν ἐπὶ τῆς ὑστεραίας ἕτερος αὐτοῖς ἐπιγίνεται παροξυσμὸς, φρικώδης μὲν ὁμοίως, ἀλλ’ οὐκ ἔχων τὰς ἐπαναλήψεις ὡσαύτως τῷ πρόσθεν, ἢ εἴποτε κατὰ τὸ σπάνιον σχοίη, μίαν ποιήσαιτο μόνην, ὀλιγοχρόνιόν τε καὶ σμικράν. ἀναβαίνει δὲ καὶ οὗτος ὁ παροξυσμὸς ἐπὶ τὴν ἀκμὴν ἐν χρόνῳ πολλῷ, καὶ παρακμάζει ὡσαύτως ἐν οὐκ ὀλίγῳ χρόνω, καὶ διὰ τοῦτ’ αὐτὸ ἐπὶ τῆς τρίτης ἡμέρας ὁ αὐτὸς τῷ κατὰ τὴν πρώτην ἐκδέχεται παροξυσμὸς, εἶτ’ αὖθις ὁ κατὰ τὴν τετάρτην ὁ αὐτὸς τῷ κατὰ τὴν δευτέραν, καὶ τοῦτο ἐφεξῆς ἀεί. τοῦτον ἐγὼ τὸν πυρετὸν ἕνεκα συντόμου καὶ σαφοῦς διδασκαλίας ἑνὶ προσαγορεύειν βουλόμενος ὀνόματι, τέθεικα κατ’ αὐτοῦ κλῆσιν ἡμιτριταῖον. εἰ μὲν οὖν καὶ Ἱπποκράτης τὸν τοιοῦτον πυρετὸν ἡμιτριταῖον ἐκάλει, καθάπερ ἐγὼ πείθομαι, δύο ἂν ἐκ τοῦ λόγου κερδαίνοις, ὅτι τε πρᾶγμα μανθάνεις ἰατρικὸν, ὅτι τε τοὔνομα παλαιὸν ἐπιφέρεις αὐτῷ· εἰ δ’ ἡγεῖταί τις ἕτερόν τινα πυρετὸν ὑφ’ Ἱπποκράτους ἡμιτριταῖον καλεῖσθαι, σφάλλεσθαί με νομίσας ἐν τῇ προσηγορίᾳ, τὸ πρᾶγμα αὐτὸ μανθανέτω. ὅτι γὰρ καὶ τοιοῦτός τις γίνεται πυρετὸς, ὁποῖον εἶπον, οὐκέτ’ ἐν τῷδε μάρτυρος οὔθ’ Ἱπποκράτους οὔτε ἄλλου τινὸς ὁ λόγος χρῄζει, μόνον οὐ καθ’ ἑκάστην ἡμέραν ὁρώντων ἡμῶν αὐτὸν, καὶ μάλιστ’ ἐν Ῥώμῃ. ὥσπερ γὰρ ἐν ἄλλοις ἄλλα χωρίοις, οὕτως ἐν τῇδε πόλει πλεονάζει τὸ κακὸν τοῦτο. παράκειται δ’ αὐτῷ τις ἄλλος, οὔτε τῇ δευτέρᾳ τῶν ἡμερῶν ἕτερον φέρων παροξυσμὸν, οὔτε κατὰ τὴν πρώτην καὶ τὴν τρίτην τὰς ἐπαναλήψεις. ἔστι δ’ οὐχ εἷς οὐδ’ ὁ τοῦδε τρόπος· ἐνίοτε μὲν γὰρ ἄνευ φρίκης, ἐνίοτε δὲ σὺν φρίκῃ ποιεῖται τὴν εἰσβολὴν, ἔστι δ’ ὅτε καὶ μετὰ καταψύξεως τῶν ἄκρων σαφῶς· ὦπται δὲ ἐνίοτε καὶ χωρὶς αἰσθητῆς περιψύξεως οὗτος ὁ πυρετὸς ἔχειν τοὺς πέντε καιροὺς, ἀρχὴν, ἀνωμαλίαν, ἐπίδοσιν, ἀκμὴν καὶ παρακμήν. τοῖς δὲ χρόνοις ἤδη διῃρημένοις ὀλιγοχρόνιος μὲν ἡ ἀρχὴ, ὀλιγοχρόνιος δέ ἐστιν αὐτοῦ καὶ ἡ ἀνωμαλία· τὰ δὲ τῆς ἀναβάσεως οὐχ ὁμοίως ἅπασιν, ἀλλ’ ἐνίοις μὲν (οὐκ) ὀλιγοχρόνια, ἐνίοις δὲ χρόνῳ πλείονι· καὶ μὲν δὴ καὶ ὁ τῆς ἀκμῆς καιρὸς ἐν χρόνῳ μὲν πάντως αἰσθητῷ  καὶ πλατεῖ, διαφέρει δ’ οὐκ ὀλίγον ἐν τῷ μᾶλλόν τε καὶ ἧττον. οὕτω δὲ καὶ τὰ τῆς παρακμῆς ἐν χρόνῳ μὲν ἅπασι μακρῷ, διαφέρει δ’ ἐν τῷ τισὶ μὲν αἰσθητῶς ἀφαιρεῖν καὶ παρέχειν ἐλπίδα τοῦ διὰ ταχέων παύσασθαι, μετὰ ταῦτά θ’ ἵσταται φυλάσσων ἴσον τὸ ὑπόλοιπον μέγεθος τῆς παρακμῆς· τισὶ δὲ ὅλην ποιεῖται τὴν παρακμὴν ἀπ’ ἀρχῆς ἄχρι τῆς τελευτῆς βραδεῖαν, ὥστε καὶ ἐκ διαστημάτων χρόνου μακροτέρων ἁπτομένῳ σοι δόξει μὲν ἀφῃρηκέναι τι πάντως, ὀλίγιστον μέντοι τουτί. τοιαῦταί τινες καὶ ἄλλαι μερικαὶ διαφοραὶ τῶν διὰ τρίτης ἡμέρας παροξυνομένων πυρετῶν, οὓς ἅπαντας ὀνομάζω τριταιοφυεῖς, εἰς μὲν τὴν τῆς διαθέσεως, ὅθεν ἐξάπτονται, γνῶσιν χρησιμώταται, πρὸς δὲ τὴν νῦν ἐνεστῶσαν πραγματείαν ἄχρηστοι. πρόκειται γὰρ ἡμῖν ἐνταῦθα τούς τε ἐν ταῖς περιόδοις διορίσασθαι καιροὺς καὶ τοὺς ὅλου τοῦ νοσήματος, ἕνεκα τῆς τῶν βοηθημάτων εὐκαίρου χρήσεως, ἣν οὐδὲν ὀνίνησιν ἡ τοιαύτη ποικιλία, καθάπερ οὐδὲ ἡ τῶν ἐν ἀμφημερινοῦ σχήματι πεποικιλμένων· καὶ γὰρ καὶ τούτων οὐκ ὀλίγοι καθ’ ἑκάστην ἡμέραν παροξυνόμενοι διάλειμμα οὐδὲν ἴσχουσιν· ἐρῶ δ’ αὐτῶν ὅμως ἕνεκα παραδείγματος ὀλίγας διαφορὰς, οὐχ ὡς χρησίμους εἰς τὴν ἐνεστῶσαν ὑπόθεσιν, ἀλλ’ ὅτι τῶν ἰατρῶν ἔνιοι παντάπασι φυσῶνται ἐξ ὧν ἀλόγως φλυαροῦσι, καὶ δόξαν ἀποφέρονται παρὰ τοῖς ἀσυνέτοις, ὡς ἐπιμελεῖς τε καὶ πονητικοὶ καί τι σοφώτερον ἐπιστάμενοι τῶν μόνα τὰ χρήσιμα γραφόντων. Εἰσβάλλει τοίνυν ὁ παροξυσμὸς τῶν καθ’ ἑκάστην ἡμέραν παροξυνομένων πυρετῶν ἐνίοτε μὲν ἄνευ σαφοῦς περιψύξεως, ἐνίοτε δὲ σὺν ταύτῃ, καὶ διαμένει γε τὰ τῆς ἀρχῆς ἴδια τοῖς μὲν ἐπὶ πλείονα, τοῖς δὲ ἐπ’ ἐλάττονα χρόνον· καὶ δὴ καὶ τὰ τῆς ἀνωμαλίας ὡσαύτως τοῖς μὲν ἐπὶ πλείονα, τοῖς δὲ ἐπ’ ἐλάττονα χρόνον· καὶ μετὰ ταῦτα ἀναβαίνει μέχρι τῆς ἀκμῆς ὁ πυρετὸς οὗτος ἐν πλείονι χρόνῳ τῶν διὰ τρίτης παροξυνομένων. ὑπάρχει δ’ αὐτῷ καί τι τοιοῦτον, ὃ κᾀκείνοις μὲν ἔστιν ὅτε γίγνεται σπανίως, πολὺ μᾶλλον δ’ ἐν τούτῳ φαίνεται· σαφῆ ποιούμενος ἀνάβασιν, ἵσταταί τινι χρόνῳ μηδὲν προστιθεὶς, εἶτ’ αὖθις προστίθησιν. οὕτω δὲ κᾀπὶ τῆς παρακμῆς ἤτοι γε ὁμαλὴν ποιεῖται τὴν ἀφαίρεσιν, ἢ μεταξὺ ἵστησιν ἐπὶ τοῦ αὐτοῦ μεγέθους, τοῖς μὲν ὥραν μίαν, τοῖς δὲ δύο, μετὰ ταῦτα ἀφαιρεῖ. καὶ δὴ καὶ μέχρι τῆς εἰσβολῆς τοῦ δευτέρου παροξυσμοῦ τοῖς μὲν ἀφαιρεῖ, τοῖς δὲ ἐν ᾧπέρ ἐστι μεγέθει διαμένει. μᾶλλον δὲ τοῦτο τοῖς διὰ τρίτης ὑπάρχει, διότι καὶ ἡ περίοδος αὐτῶν ἐστι μακροτέρα. διπλασία γάρ πώς ἐστι τῷ χρόνῳ τῶν διὰ τρίτης παροξυνομένων πυρετῶν ἡ περίοδος, εἰ παραβάλλοιτο τῇ τῶν καθ’ ἑκάστην ἡμέραν. ὥστε ἐναργῶς διὰ τοῦτο χρονίζει τὸ λείψανον τῆς παρακμῆς αὐτῆς, ἐν ἴσῳ διαμένον μεγέθει. πολλοὶ δὲ καὶ ἄλλοι τρόποι περιόδων εἰσὶ, διαφοραῖς μερικαῖς ποικιλλόμενοι, περιττοὶ πρὸς τὰ νῦν ἐνεστῶτα. διὰ τοῦτο δὲ ἐνίων ἐμνημόνευσα, διότι τῶν ἰατρῶν οἱ μὴ γινώσκοντες, ὡς οὐκ ἔστιν οἰκεία τοῦ παρόντος σκέμματος ἡ τοιαύτη διδασκαλία, γεγράφασιν ὑπὲρ αὐτῶν, ἁμαρτάνοντες καὶ κατ’ αὐτῶν τὴν διήγησιν. ἀλλ’ οὐ νῦν καιρὸς ἐλέγχειν αὐτοὺς ἐν οὐκ οἰκείῳ σκέμματι· μαθήσῃ δ’ ἐπιστημονικῶς, ὅτι γε φλυαροῦσιν ἄχρηστα, καὶ ὅτι θαυμαστῶς Ἱπποκράτους εὑρόντος τὴν ἐν αὐτοῖς μέθοδον, οὔτ’ ἐξειργάσατό τις αὐτὴν, καὶ πρὸς τούτῳ καὶ διέφθειραν οἱ πλεῖστοι, κατ’ ἐκεῖνο μάλιστα τοῦ λόγου τὸ χωρίον, ἔνθα συνάπτειν μέλλω τοῖς εἰρημένοις καιροῖς τὰ βοηθήματα. πραχθήσεται δέ μοι τοῦτο τοὺς ὅλου τοῦ νοσήματος ἐπιδείξαντι καιρούς· ἄχρι μὲν γὰρ τοῦδε τοὺς ἐν μέρει διῆλθον μόνους.