Ἐπεὶ δὲ περὶ τῶν ἐν τοῖς ἰδίοις μέρεσι τοῦ ζώου γιγνομένων αἰσθήσεων αὐτάρκως εἴρηται, περὶ τῆς ἐν ἅπασι τοῖς ὁπωσοῦν αἰσθανομένοις κοινῆς ἤδη λέγωμεν, ἣν ὀνομάζουσιν ἁφήν. ἔστι δὲ δήπου καὶ ταύτης ἀνάλογον μὲν ταῖς ἄλλαις τὰ συμπτώματα· κέχρηται δὲ οὐκ ἰδίαις, ἀλλὰ κοιναῖς ταῖς προσηγορίαις, ὥσπερ καὶ τῶν εἰρημένων ἔνιαί τινες· οὔτε γὰρ ἐπὶ τῆς γευστικῆς, οὔτ’ ἐπὶ τῆς ὀσφρητικῆς δυνάμεως ἔχομεν ὄνομα τοιοῦτον, οἷον ἐπὶ μὲν τῆς ὀπτικῆς ἀμβλυωπίας τε καὶ τυφλότητας καὶ παροράσεις τινάς· ἐπὶ δὲ τῆς ἀκουστικῆς, βαρυηκοΐας τε καὶ κωφότητας, ἔτι τε παρακούσεις, ἢ παρακοὰς, ἢ παρακούσματα, διαφέρει γὰρ οὐδὲν εἴς γε τὰ παρόντα χρῆσθαι τοῖς ὀνόμασιν ὅπως ἂν θέλῃ τις. τὸ μέν τοι τῆς αἱμωδίας ὄνομά τε καὶ σύμπτωμα τῆς ἁπτικῆς δυνάμεως ἐξαίρετον ὑπάρχει. ἀλλὰ τοῦτο μὲν ἐν τῷ στόματί τε καὶ κατὰ τοὺς ὀδόντας μάλιστα συμπίπτειν εἴωθεν ἐπ’ ὀξέσι τε καὶ στρυφνοῖς ἐδέσμασιν· ἡ νάρκη δὲ καὶ καθ’ ὅλον τὸ σῶμα καὶ μάλιστα κατὰ τὰ κῶλα, σύνθετος ἐκ δυσαισθησίας τε καὶ δυσκινησίας ὑπάρχουσα, φαίνεται προφανῶς μὲν ἐπὶ ψύξεσι καὶ θλίψεσι νευρωδῶν σωμάτων γιγνομένη, καὶ πρὸς τούτοις ἔτι τῆς νάρκης τοῦ θαλαττίου ζώου ψαυσάντων· αὐτομάτως δ’ εἰ συμβαίη μηδενὸς αἰτίου τοιούτου προσγινομένου, βίος ἀργὸς καὶ πλῆθος ἐδεσμάτων ἤτοι παχέων ἢ γλίσχρων, ἤ τις ἐποχὴ συνήθων ἐκκρίσεων προηγεῖται ἐξ ἀνάγκης. τὸ μὲν οὖν συνέχον αἴτιον ἢ συνεκτικὸν ἢ προσεχὲς ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλῃ, τοιαύτη τίς ἐστιν ἐν τῷ νεύρῳ ἡ διάθεσις, ὡς ἐμποδίζεσθαι τὴν ἀπὸ τῆς ἀρχῆς ἐπιπεμπομένην αὐτῷ δύναμιν. ἐμποδίζεται δὲ, εἰ μὲν ἔχοι τινὰ πόρον τὸ νεῦρον, ὥσπερ ἐναργῶς ὁρᾶται τὰ ἐπὶ τοὺς ὀφθαλμοὺς ἔχοντα δι’ ἔμφραξιν ἢ θλίψιν· εἰ δ’ οὐκ ἔχει, διὰ πίλησιν ἢ ψύξιν ἢ θλίψιν. ὅτι μὲν οὖν, εἴπερ ἔχει τινὰ πόρον οἷον ὁδὸν ἀπὸ τῆς ἀρχῆς διὰ τοῦ νεύρου τεταμένην ἡ ψυχικὴ δύναμις, ἐμφραχθείσης ταύτης ἐμποδισθήσεται, πρόδηλον παντί· καὶ μὲν δὴ καὶ ὡς θλιβέντος ἔξωθεν τοῦ νεύρου στενοχωρία τις ἕπεται κατὰ  τὸν πόρον, οὐδὲ τοῦτο ἄδηλον· ὅτι δὲ καὶ εἰ μηδεὶς εἴη πόρος, ἀλλ’ ὥσπερ δι’ ὕδατος ἢ ἀέρος αἱ ἀκτῖνες τοῦ ἡλίου διεξέρχονται, τὸν αὐτὸν τρόπον ἡ ἀπὸ τῆς ἀρχῆς δύναμις αὐτὸ τὸ σῶμα τῶν νεύρων εἰ διέρχοιτο, παρεμποδισθήσεται κατὰ τὴν δίοδον ἐπὶ τὸ παχυμερέστερον ἀλλοιωθέντων αὐτῶν, οὐδὲ τοῦτο δοκεῖ μοι δεῖσθαι μακρῶν πίστεων ἀναμνησθέντι τῶν περί τε τὸ ὕδωρ καὶ τὸν ἀέρα συμβαινόντων. ὁμίχλη μὲν γὰρ καὶ καπνὸς καὶ νέφος ἐν ἀέρι συνιστάμενα, βόρβορος δὲ καὶ ἰλὺς ἐν ὕδατι, παραποδίζουσί τε καὶ κωλύουσιν εἰλικρινῆ φέρεσθαι πρόσω τὴν ἡλιακὴν αὐγήν· οὕτως οὖν καὶ τὸ νεῦρον εἰ παχυμερέστερόν τε καὶ σκληρότερον ἑαυτοῦ γίγνοιτο, παραβλάψει τι τὴν φορὰν αὐτῆς τῆς δυνάμεως. ἔσται δὲ δή που παχυμερὲς, ἤτοι γλίσχροις τε καὶ παχέσι τρεφόμενον χυμοῖς, ἢ ψύξει βιαίᾳ πιληθέν. εἰ δὲ δὴ καὶ θλίβοιτο πρός τινος ἔξωθεν ὁμιλοῦντος αὐτῷ σκληροῦ σώματος, οὐδ’ οὕτως ἀκώλυτον παρέξει τὴν φορὰν τῇ δυνάμει. ταῦτ’ ἄρα καὶ ὅσα βρόχοις ἢ χερσὶ διαλαμβάνεται νεῦρα, καὶ ὅσα πρός τινος ἔξωθεν ἤτοι φλεγμαίνοντος ἢ σκιῤῥουμένου θλίβεται, καὶ ὅσα διακινηθέντων ὀστῶν ἐν ἐξαρθρήμασιν ἢ κατάγμασι στενοχωρεῖται, ναρκώδη μὲν τὸ πρῶτον, ὕστερον δὲ παντάπασιν ἀναίσθητά τε καὶ ἀκίνητα γίγνεται. καὶ καλεῖται μὲν ἡ τοιαύτη κάκωσις αὐτῶν παράλυσις· ἐν ταὐτῷ δὲ γένει οὖσα τῇ νάρκῃ, τῷ μεγέθει διαλλάττει. καὶ εἰ κατὰ πάντα συμβαίη τὰ νεῦρα, παραχρῆμα μὲν ἀναίσθητόν τε καὶ ἀκίνητον ἐργάζεται τὸ σύμπαν σῶμα, θάνατον δὲ ὀξὺν ἐπιφέρει στερήσει τῆς ἀναπνοῆς. εἰ μὲν οὖν ἡ ἀρχὴ τοῦ νωτιαίου βλαβείη, τοῖς κατὰ τὴν κεφαλὴν μορίοις αἰσθά νονταί τε καὶ κινοῦνται μόνοις, ἄχρι περ ἂν ζῶσιν· εἰ δὲ καὶ κατὰ τὸν ἐγκέφαλον ἡ βλάβη συμπέσοι, πάντων παραχρῆμα τῶν μορίων ἀκρατεῖς καὶ ἀναίσθητοι γίγνονται· ζῶσι δὲ ἑκάτεροι τοσοῦτον χρόνον, ὅσον ἂν ἔζησαν οἱ ἀγχόνῃ συσχεθέντες. ὅσοις δὲ κατωτέρω τῆς ἐκφύσεως τῶν διαστελλόντων τὸν θώρακα νεύρων ἔπαθεν ὁ νωτιαῖος, ἤτοι σπονδύλου τινὸς ἐκστάντος ἢ καὶ ἄλλως, ἐπὶ μὲν ταῖς μεγάλαις διαθέσεσιν ἀναίσθητοί τε καὶ ἀκίνητοι τὰ κάτω πάντα παραχρῆμα γίγνονται, ναρκώδεις δὲ ἐπὶ ταῖς σμικροτέραις· οὐ μὴν ἀποθνήσκουσιν οὗτοι, διὰ τὸ φυλάττεσθαι τὴν ἀναπνοὴν αὐτοῖς. ἡ μέντοι τῶν χειρῶν αἴσθησις, οἷς μὲν ὁ νωτιαῖος ἔπαθε κατὰ τὸν πέμπτον σπόνδυλον, ἀπόλλυται πᾶσα μετὰ τῆς κινήσεως· οἷς δὲ κατὰ τὸν ἕκτον, οὐ πᾶσα· τὰ γὰρ πρῶτα μέρη τοῦ βραχίονος ἀπαθῆ διαφυλάττεται· πολὺ δὲ δὴ μᾶλλον, εἰ κατὰ τὸν ἕβδομον σπόνδυλον ὁ νωτιαῖος πάθοι· εἰ δὲ κατὰ ὄγδοον, ὀλίγιστον· εἰ δὲ ὁ μετ’ αὐτὸν, οὐδὲ ὅλως ἔτι πάσχουσιν αἱ χεῖρες οὐδέν. ἀπόλλυται μέν τοι ἡ φωνὴ πᾶσιν, οἷς ἂν ὁ ἐν τραχήλῳ πάθοι νωτιαῖος· οὐ μὴν ἐπί γε τοῖς τοῦ νώτου σπονδύλοις ἅπασιν, ἀλλ’ ὁπόσον τι καθ’ ἕκαστον ἐν τοῖς περὶ φωνῆς διώρισται. νυνὶ γάρ μοι δοκῶ καὶ πλείω τοῦ δέοντος εἰρηκέναι. οὐ γὰρ ἐπελθεῖν ἅπαντα τὰ κατὰ μέρος ἐν τῷδε τῷ γράμματι συμπτώματα προὐθέμην, ἀλλ’ εἰς τὰς γενικωτέρας αἰτίας ἀναγαγεῖν. κοινῇ τοίνυν εἰρήσθω μοι κατὰ πάσης βλάβης αἰσθήσεως, ὡς ὑφ’ ὧν ἕκαστα χορηγεῖται νεύρων ἐῤῥωμένων, ὑπὸ τούτων βλάπτονται παθόντων. εἰ δέ τις ἑκάστου νεύρου τὴν δύναμιν ἐπίστασθαι ποθεῖ, τῶν μὲν εἰς ἀναπνοὴν συντελούντων ἐν τοῖς περὶ τῶν τῆς ἀναπνοῆς αἰτίων διώρισται· τῶν δὲ εἰς τὰς φωνὰς, ἐν τῇ περὶ φωνῆς πραγματείᾳ λέλεκται. ταῦτα μὲν οὖν ἠκρίβωται πρὸς ἡμῶν ἑτέρωθι. τὰ δὲ τοῖς κατὰ τράχηλόν τε καὶ κεφαλὴν ἐπιγάστριόν τε καὶ χεῖρας καὶ σκέλη χορηγοῦντα νεῦρα καὶ ἄλλοι τινὲς ἔμπροσθεν οὐ φαύλως ἔγραψαν ἡμεῖς τε ἐγράψαμεν ἐν ταῖς ἀνατομικαῖς ἐγχειρήσεσιν. ὁ μὲν οὖν ἐνεστηκὼς λόγος περὶ τῶν κατὰ τὰς αἰσθήσεις συμπτωμάτων ἦν. ἐπεὶ δὲ ὅσα μόρια καθ’ ὁρμὴν κινεῖται διὰ νεύρου τινὸς, εὐθὺς ταῦτα καὶ τὴν αἴσθησιν ἔχει δι’ αὐτοῦ, διττὴν ἀναγκαῖον αὐτοῖς γενέσθαι βλάβην ἐπὶ τῷ τοῦ νεύρου νοσήματι, τὴν μὲν ἑτέραν τῆς αἰσθήσεως, τὴν δὲ ἑτέραν τῆς κινήσεως. πῶς οὖν ἔνια μὲν μόρια παραλελύσθαι δοκεῖ τῆς κινήσεως τῶν καθ’ ὁρμὴν ἐνεργειῶν, αἰσθάνεσθαι δέ; καὶ πῶς πάλιν ἕτερα κινεῖσθαι μὲν, οὐκ αἰσθάνεσθαι δέ; κατὰ μὲν δὴ τὴν γλῶτταν καὶ τοὺς ὀφθαλμοὺς οὐδὲν ἄπορον, ἐπειδὴ διττὰ νεύρων γένη τούτοις ἐστί· ἐν οἷς δὲ μέλεσι τὰ σκληρὰ μόνον ἐστὶ, διοριστέον ὡδὶ τὸν λόγον. εἰ μὲν ἀφῃρημένου τοῦ δέρματος ὁ ὑποκείμενος μῦς γυμνὸς ὢν ἀκίνητος μὲν φαίνεται, ψαυόντων δὲ αἰσθάνοιτο, μικρὰν ἡγητέον αὐτῷ συμπεπτωκέναι τὴν βλάβην, ὡς μέρος τοσοῦτον δυνάμεως δέχεσθαι ψυχικῆς, ὅσον αἰσθάνεσθαι μὲν ἱκανόν ἐστιν, κινῆσαι δὲ τὸν μῦν οὐχ ἱκανόν. ἐν γὰρ τῷ πάσχειν μᾶλλον ἤπερ ἐν τῷ ποιεῖν ἐστιν ἡ τῆς ἁφῆς αἴσθησις, ὥστ’ ἐγχωρεῖ καὶ δι’ ὀλίγης αὐτὴν ἐπιτελεῖσθαι δυνάμεως· ἡ δὲ τῶν μυῶν κίνησις ἐν τῷ ποιεῖν, οὐκ ἐν τῷ πάσχειν, ἔχουσα τὴν ἐνέργειαν (ὅλον γὰρ ὑπὸ ταύτης μεταφέρεται τὸ σῶμα) πολλῆς δεῖται δυνάμεως ψυχικῆς. ἔμπαλιν δὲ οὐκ ἂν εὕροις ποτὲ γεγενημένον ὡς κινεῖσθαι μὲν, ἀναίσθητον δὲ εἶναι τὸν γυμνὸν μῦν. εἰ δὲ τὸ μὲν περικείμενον αὐτῷ δέρμα τὴν αἴσθησιν ἀπολέσειεν, ὁ δὲ μῦς κινοῖτο, θαυμαστὸν οὐδέν· ὥσπερ οὐδὲ εἰ δυοῖν μυοῖν ὁ μὲν εἴη κινούμενος, ὁ δὲ ἀκίνητος· ἢ ὁ μὲν αἰσθανόμενος, ὁ δὲ ἀναίσθητος. ὥσπερ γὰρ ἐπ’ ἐκείνων ἐγχωρεῖ τοῦ μὲν ἑτέρου βεβλάφθαι τὸ νεῦρον, ἀβλαβὲς δὲ εἶναι θατέρου, κατὰ τὸν αὐτὸν τρόπον ἐνδέχεται τὸ μὲν εἰς τὸ δέρμα διασπειρόμενον βεβλάφθαι, τὸ δὲ εἰς τὸν μῦν μὴ βεβλάφθαι· οὕτω δὲ καὶ τοὐναντίον  ἀβλαβὲς μὲν εἶναι τὸ τοῦ δέρματος νεῦρον, οὐκ ἀβλαβὲς δὲ τὸ τοῦ μυός. περὶ μὲν οὖν τῶν προτεθέντων συμπτωμάτων ἱκανὰ καὶ ταῦτα.