Ὥσπερ οὖν ἐν τούτοις ἡ κατασκευὴ τῶν μορίων ἐνεδείξατο τὰς τῶν συμπτωμάτων αἰτίας, οὕτω καὶ κατὰ τὴν γλῶττάν τε καὶ τὴν ῥῖνα ἐνδείξεται, γιγνωσκόντων γε ἡμῶν κᾀκεῖ τό τε πρῶτον αἰσθητικὸν μόριον καὶ τἄλλα τὰ συμπληροῦντα τὸ σύμπαν ὄργανον. ἐδείχθη γὰρ ἡ μὲν γλῶττα διὰ τὸ δυοῖν ὑπηρετεῖν δυνάμεσιν αἰσθητικῇ τε καὶ προαιρετικῇ, δύο καὶ τὰς ἐνεργείας ἔχουσα, καὶ νῦν αὐτὴν ὡς αἰσθητικήν ἐπισκοπούμεθα· τὸ δὲ τῶν ὀσμῶν αἰσθητήριον αὐτὰς ἐπεδείκνυμεν εἶναι τὰς κοιλίας τοῦ ἐγκεφάλου. τὰ μὲν οὖν τῆς γευστικῆς αἰσθήσεως συμπτώματα, τό τε μηδὲ ὅλως αἰσθάνεσθαι χυμῶν ἐστι καὶ τὸ κακῶς αἰσθάνεσθαι. διττοῦ δὲ τοῦ κακῶς ὑπάρχοντος, ὡς ἐδείκνυτο, τοῦ μὲν ἀμυδρῶς, τοῦ δὲ ὡς ἄν τις εἴποι παρατυπωτικῶς, τὸ μὲν ἀμυδρῶς ἀνάλογόν ἐστι τῇ κατὰ μὲν τὴν ὄψιν ἀμβλυωπίᾳ, κατὰ δὲ τὴν ἀκοὴν βαρυηκοΐᾳ· τὸ δὲ παρατυπωτικῶς, ὅταν ὑπηλλαγμένα ταῖς χρόαις ἢ τοῖς σχήμασιν ἢ  τοῖς μεγέθεσιν ἢ ταῖς σχέσεσιν ὁρῶντες τύχωσιν, ὅπερ ἐν ἀκοῇ παράκουσις ὠνόμασται. τὰ δὲ τῶν εἰρημένων συμπτωμάτων αἴτια νοσήματα κατὰ τὴν γευστικὴν ἐνέργειάν τε καὶ δύναμιν ἔν τε τῷ τῆς γλώττης ἐστὶν ὁμοιομερεῖ σώματι καὶ τῷ περὶ αὐτὴν χιτῶνι, καὶ τοῖς νεύροις τοῖς μαλακοῖς, καὶ τῇ χώρᾳ μάλιστα ἐκείνῃ τοῦ ἐγκεφάλου, καθ’ ἣν ἀποφύεται ταῦτα. τὰ μὲν οὖν ἄλλα νοσήματα τῶν εἰρημένων ἁπάντων εὔδηλα· τὸ δὲ οἷον παρατυπωτικῶς αἰσθάνεσθαι τῶν χυμῶν, ὅταν ἀλλοκότου τινὸς ὑγρότητος ἡ γλῶττα πληρωθῇ, συμβαίνειν εἴωθεν, ἤτοι πάντων ὧν ἂν γεύσηταί τις ἁλμυρῶν φαινομένων, ἢ πάντων πικρῶν, ἤ τινα ἄλλην ἀτοπίαν ἔχειν δοκούντων ἄῤῥητον ἢ ῥητήν. ὡς γὰρ ἐπὶ τῶν ὑποχεομένων ἡ ὀπτικὴ δύναμις ἐκτὸς ἐδόκει θεᾶσθαι τὰ κατὰ τὸν ὀφθαλμὸν ἐμφαινόμενα, τὸν αὐτὸν τρόπον ἡ γευστικὴ τὰ κατὰ τὴν γλῶτταν τοῖς αἰσθητοῖς ἀναφέρει τὰ τῶν ὀργάνων συμπτώματα, ἐπὶ μὲν τῶν ἰκτεριώντων τὴν πικρότητα τῆς χολῆς οὐ τῆς γλώττης πάθος, ἀλλ’ ὧν γεύεται, ὑπολαμβάνουσα, καὶ κατὰ τὰς ἄλλας δέ τινας διαθέσεις ἁλυκότητας ἢ ὀξύτητας ἐν τοῖς ἐδέσμασι περιέχεσθαι φανταζομένη, τοῦ μὲν προσελθόντος ἔξωθεν αἰσθητοῦ τὴν τέως ἡσυχάζουσαν ἐν τῇ γλώττῃ κακοχυμίαν ἀνακινοῦντος, αἰσθανομένης δὲ τῆς γευστικῆς δυνάμεως οὐ τοῦ προσελθόντος, ἀλλὰ τοῦ πλεονάζοντος ἐν αὐτῇ. σπανιάκις δέ ποτε καὶ πρὸ τοῦ γεύσασθαί τινος αἴσθησις γίνεται τῶν ἐν τῇ γλώττῃ χυμῶν, ἀκριβεία τῆς γευστικῆς αἰσθήσεως. ὅμοιόν τι τούτῳ σύμπτωμα τὸ κατ’ ὀφθαλμοὺς ἐπὶ στομαχικαῖς διαθέσεσιν ἢ φαντασίαν ὑποχύσεως συμπίπτειν, ἢ ἐν ὠσὶν ἤχους, οὐδενὸς ἔξωθεν ψοφοῦντος, ἀλλ’ αὐτῆς τῆς κατὰ τὰς μήνιγγας κινήσεως τὸ φάντασμα πεμπούσης· ἢ κατὰ τὰς ῥῖνας ὀσμῆς τινος ἀπὸ τῶν αὐτόθι περιεχομένων χυμῶν. ἀλλὰ γὰρ ἐπειδὴ καὶ τῆς ῥινὸς ἐμνημονεύσαμεν διτταῖς ὑπηρετούσης δυνάμεσιν, ὥσπερ καὶ ἡ γλῶττα (καὶ γὰρ καὶ τῶν ὀσφρητικῶν ὀργάνων οἱονεὶ πέρας τι καὶ τῶν ἀναπνευστικῶν ἐστιν) ἄμεινον ἂν εἴη καὶ περὶ ταύτης ὡσαύτως τοῖς εἰρημένοις διελθεῖν. εἰ γὰρ τι συμβαίη κατ’ αὐτὴν νόσημα τῷ πόρῳ λυμαινόμενον, ἤτοι χεῖρον ἢ οὐδ’ ὅλως αἰσθήσεται τῶν ὀσμῶν ἡ ὀσφρητικὴ δύναμις. ἰσχυρῶς τε οὖν συντριβεῖσα καὶ πολύπουν ἤ τινα ὄγκον παρὰ φύσιν ἔχουσα, τὴν ὁδὸν τοῦ πνεύματος ἐμφράξει. τούτου τοῦ γένους ἐστὶ καὶ ἡ περὶ τὸν ἔνδοθεν αὐτῆς ὑμένα γιγνομένη φλεγμονὴ, καὶ μὲν δὴ καὶ ὅσα κατά τινα τῶν ἠθμοειδῶν ὀστῶν ἤτοι τὰς ταύτῃ μήνιγγας, ἢ αὐτὰς τῶν ὀστῶν τὰς διατρήσεις ἐμφράττει, καὶ ταυτὶ βλάπτει τὴν ὀσφρητικὴν αἴσθησιν· ἔτι δὲ ἂν μᾶλλον, εἰ κατὰ τὰς ἀποφύσεις γένοιτο τοῦ ἐγκεφάλου τὰς εἰς ταῦτα τὰ μόρια καθηκούσας. ἐν μέν τοι κατάῤῥοις τε καὶ κορύζαις καὶ ὅλως ἐν ὅσοις ὑπ’ ἐκκαύσεως ἢ ψύξεως ἢ ὑγρότητος ἐπληρώθησαν αἱ ἐμπρόσθιαι κοιλίαι τοῦ ἐγκεφάλου, οὐ μόνον ἔμφραξις γίγνεται τῶν ἐνταῦθα χωρίων, ἀλλὰ καὶ τοῦ πνεύματος αὐτοῦ τοῦ κατὰ τὰς κοιλίας, ἔτι τε τοῦ περιέχοντος ἐγκεφάλου δυσκρασία τις ἕπεται. καὶ μὲν δὴ καὶ θλίψεις καὶ διαιρέσεις ἀξιόλογοι τῶν εἰρημένων μορίων αὐτοῦ δυσαισθησίας τε καὶ ἀναισθησίας ἐργάζονται τῶν ὀσμῶν. ἡ δὲ οἷον παρατυπωτική τε καὶ πλημμελὴς αἴσθησις ἐνταῦθα γίγνεται διὰ κακοχυμίαν τινὰ ἐγχώριον, ἥτις ἀτμίζουσα δυσῶδες ἐπιθολοῖ τοὺς ἀναφερομένους ἐπὶ τὴν ὀσφρητικὴν δύναμιν ἀτμοὺς ἀπὸ τῶν πλησιαζόντων σωμάτων, ὅμοιόν τε σύμπτωμα τοῦτο κατὰ τήνδε συμπίπτει πίπτει τὴν δύναμιν, οἷόν τι καὶ κατὰ τὴν γευστικὴν ἐν ἰκτέροις ἐῤῥέθη συμβαίνειν.