Καὶ περὶ μὲν ὀφθαλμῶν ἱκανὰ καὶ ταῦτα. παραδείγματος γὰρ ἕνεκα μᾶλλον, ἢ ὥστε τὰ κατὰ μέρος ἐπελθεῖν ἅπαντα, τὸν ὑπὲρ αὐτῶν ἐποιησάμεθα λόγον, ἐπεὶ τό γε σπούδασμά ἐστί μοι νῦν διὰ τῶν γενικωτέρων λόγων ἐπιδεικνύναι τὴν μέθοδον, ᾗ χρώμενος ἄν τις ἐξευρίσκοι τὰς τῶν συμπτωμάτων αἰτίας. ἐπεὶ δὲ οὐ μόνον ἐπίστασθαι χρὴ τὰς μεθόδους, ἀλλὰ καὶ γυμνάζεσθαι πολυειδῶς ἐν τοῖς κατὰ μέρος, ὅπερ οὐ πράττειν πάντες εἰσὶν ἕτοιμοι, διὰ τοῦτο νῦν ἐπὶ ὀφθαλμῶν ὑπέδειξα τὸν τρόπον τῆς ἀσκήσεως, ὁποίαν τινὰ προσήκει ποιεῖσθαι. κατὰ γὰρ δὴ τὸν αὐτὸν τρόπον ἡκέτω τις ἐπὶ τὰς ἄλλας αἰσθητικὰς δυνάμεις, ἐπισκοπούμενος ἐν ἑκάστῃ τό τε πρῶτον αὐτῆς ὄργανον καὶ τὰ ἄλλα τὰ χρείαν τινὰ τούτῳ παρέχοντα, καὶ διαιρείσθω, καθάπερ ἀρτίως εἴρηται, τίνα μέν ἐστι νοσήματα τῆς δυνάμεως αὐτῆς πεπονθυίας, τίνα δὲ τῶν ὀργάνων ἑκάστου, δι’ ἃ βλάπτεσθαι τὴν ἐνέργειαν συμβήσεται. βαρυηκοΐαι γοῦν καὶ κωφότητες ἤτοι διά τι τῶν κατὰ τὰ ὦτα μορίων, ἢ διὰ τὸ καθῆκον ἐξ ἐγκεφάλου νεῦρον, ἢ διὰ τὸν ἐγκέφαλον ἐν ἐκείνῳ τῷ μέρει βεβλαμμένον, ὅθεν αὐτοῦ τὸ νεῦρον ἀποφύεται, συμπεσοῦνται τῷ ζώῳ. τὰ μὲν γοῦν κατὰ τὸ νεῦρόν τε καὶ τὸν ἐγκέφαλον ὡσαύτως τοῖς κατὰ τοὺς ὀφθαλμούς· τὰ δ’ ἐν τοῖς ἄλλοις μορίοις ἀνάλογον μὲν, οὐ μὴν πάντη γε ὡσαύτως βεβλάψεται. ὃν γὰρ ἐν ὀφθαλμῷ λόγον ἔχει τὸ κρυσταλλοειδὲς ὑγρὸν, τοῦτον ἐν ὠσὶ τὸ κατὰ τὸν ἀκουστικὸν πόρον τὸ ἔνδον πέρας, ἔνθα συνάπτει τῷ νεύρῳ πλατυνομένῳ· τὰ δ’ ἐκτὸς τοῦδε πάντα τὰ κατὰ τὴν ἕλικα τοῦ πόρου ταῖς προκειμένοις ἐν ὀφθαλμῷ τοῦ κρυσταλλοειδοῦς ἀνάλογον ἔχει. καὶ τοίνυν καὶ τὰ νοσήματα αὐτῶν ἐξ ἐκείνων ἐνταῦθα μεταφέρειν, ὅσα μὲν τῶν ὁμοιομερῶν ἐστι, κατὰ τὰς δυσκρασίας τε καὶ τὴν τῆς ἑνώσεως λύσιν· ὅσα δὲ τοῦ πόρου, κατὰ τὰς ἐμφράξεις, εἴτε δι’ ὄγκον τινὰ παρὰ φύσιν αὐτῶν τῶν μορίων, ἐμφράττοντα τὸν πόρον, ἀπόστημα λέγω καὶ φλεγμονὴν καὶ σκίῤῥον καὶ οἴδημα· εἴτε δι’ ἐπίκτητόν τινα καὶ ὅλως ἅπαντα ὄγκον παρὰ φύσιν, οἷος ἐν τῷ αὐτῷ πόρῳ γίνεται πολλάκις, ἢ πωρώδους τινὸς, ἢ σαρκώδους βλαστήματος ἐπιτραφέντος ἐκ τῶν παρὰ φύσιν ἐμφραττόντων τὸν πόρον, ὧν ἐστι καὶ ὁ ῥύπος ὁ συνήθως ἐν ὠσὶ γιγνόμενος.