Τὰ δ’ ἐκκρινόμενα τοῦ σώματος, ἢ κατεχόμενα παρὰ φύσιν, εἰς τρεῖς μὲν τέμνεται καὶ αὐτὰ τὰς πρώτας διαφορὰς, ἢ ταῖς οὐσίας ὅλαις, ἢ ταῖς ποιότησιν, ἢ ταῖς ποσότησιν ἐξιστάμενα τοῦ κατὰ φύσιν. ἕπεται δὲ πάντως νοσήμασιν ἢ αὐτοῖς ἄντικρυς ἢ διὰ μέσων ἑτέρων συμπτωμάτων. αἱμοῤῥαγία μὲν γὰρ ὅλῳ τῷ γένει τῆς ἐκκρινομένης οὐσίας παρὰ φύσιν ἐστίν. ἀλλ’ ἤτοι τρωθέντος ἢ ῥαγέντος ἢ ἀναστομωθέντος ἢ διαβρωθέντος ἀγγείου γίνεται. τούτων δὲ ἡ μὲν τρῶσις καὶ ἡ ῥῆξις καὶ ἡ διάβρωσις νόσημά ἐστιν ὁμοιομεροῦς ἴδιον· ἡ δ’ ἀναστόμωσις ἴδιον ὀργανικοῦ, ποτὲ μὲν τῆς περισταλτικῆς δυνάμεως ἀῤῥωστούσης, ποτὲ δὲ τῆς ἀποκριτικῆς ἀμέτρως κινουμένης, ποτὲ δὲ ἀμφοτέρων ἅμα βεβλαμμένων ἀποτελουμένη. οὕτω δὲ καὶ ῥοῦς γυναικεῖος ἤτοι διὰ τὰ τῶν εἰρημένων ἐνεργειῶν συμπτώματα γένοιτ’ ἂν, ἢ λεπτοῦ καὶ ὀῤῥώδους τοῦ παντὸς αἵματος ἀποτελεσθέντος. ἔστι δὲ καὶ τοῦτο σύμπτωμα, γένεσις δ’ αὐτοῦ πολυειδής. ἤτοι γὰρ τῆς ἐξαιματούσης δυνάμεως, ἢ τῆς διακρινούσης τό τε λεπτὸν καὶ ὀῤῥῶδες, ἢ τῆς ἐκκρινούσης, τὸ σφάλμα. γένοιτο δ’ ἄν ποτε καὶ τῆς καθεκτικῆς ἀμέτρως ἐνεργούσης καὶ τοῦ δέρματος πυκνωθέντος καὶ τῶν νεφρῶν στεγνωθέντων. οὕτω δὲ καὶ ἱδρῶτας ἀμέτρως ἐκκρίνεσθαι, ἢ ἴσχεσθαι μὴ δεόντως, ἤτοι διὰ τὴν τοῦ δέρματος διάθεσιν, ἢ διά τινα τῶν εἰρημένων δυνάμεων, ἢ δι’ αὐτὴν τὴν τῶν ὑγρῶν φύσιν ἀναγκαῖον γίνεσθαι. καὶ δῆλον ὡς ἐν ἅπασι τοῖς τοιούτοις λόγοις παραδιαζευκτικοῖς συνδέσμοις χρώμεθα. πάντως μὲν γὰρ ἐφ’ ἑκάστῳ τῶν εἰρημένων συμπτωμάτων εἷς τις ὑπάρχει τρόπος τῆς αἰτίας, οὐ μὴν κεκώλυταί γε δύο καὶ τρεῖς καὶ πάντας ἅμα συνιέναι. δῆλον δὲ ὡς ἐκ τούτου τοῦ γένους ἐστὶ τῶν συμπτωμάτων, δυσουρία τε καὶ ἰσχουρία καὶ στραγγουρία καὶ ὁ καλούμενος ὕδρωψ εἰς ἀμίδα, τινὲς δὲ διαβήτην αὐτὸν ὀνομάζουσι, ἄλλοι δὲ διάῤῥοιαν εἰς οὖρα. καὶ μὲν δὴ καὶ τὰ χρώματα τῶν ἐκκρινομένων παρὰ φύσιν, ἢ τὰς ὀσμὰς, οὐδὲν ἔτι δεόμεθα δεικνύειν ἐξ ἀνάγκης ἑπόμενα ταῖς νόσοις, εἴ γε μηδὲν τῶν τοιούτων ἄνευ δυσκρασίας γίνεται. δῆλον δὲ καὶ ὡς τὸ προκείμενον ἀποδέδεικται σαφῶς. ἁπάσης γὰρ τῶν συμπτωμάτων τῆς φύσεως ἡγεῖσθαι χρὴ νοσήματα, ὡς γίνεσθαι πολλάκις οἷον στίχον τινὰ συμπτωμάτων ἐφεξῆς ἀλλήλοις· ὑπὸ μὲν τοῦ νοσήματος αὐτοῦ τὸ πρῶτον, ὑπὸ δὲ τούτου τὸ δεύτερον, εἶτ’ αὖθις ὑπ’ ἐκείνου τὸ τρίτον, εἶθ’ ἑξῆς ἐπὶ τούτῳ τὸ τέταρτον. ἀλλ’ ἐνταῦθα μὲν προσέχειν ἀκριβῶς χρὴ τὸν νοῦν καὶ διορίζειν ἐπιμελῶς τῶν ἔργων τοῦ ζώου τὰ συμπτώματα. πολλαχῇ γὰρ ἀλλήλοις οὕτως ἔοικεν, ὡς καὶ τὸ σύμπτωμα ἔργον νομίζεσθαι καὶ τοὖργον σύμπτωμα. καὶ εἰ μή τις ἔχει τι κᾀν τούτῳ κριτήριον ὑγιὲς, ἐξ ὧν ἂν αὐτὸς σφάλληται συκοφαντήσει τὸν λόγον. εἰ γὰρ δὴ τῶν κατὰ φύσιν ἐκκρίσεων, οὕτω δὲ καλοῦσι τὰς  ἐπὶ τῶν ὑγιαινόντων γιγνομένας, ἤτοι τὸ ποσὸν, ἢ καὶ τὸ ποιὸν, ἢ καὶ τὸ γένος αὐτὸ τῆς οὐσίας ὑποθέμενός τις σκοπὸν, ἔπειτα πρὸς τοῦτ’ ἀποβλέπων κρίνοι τὰ συμπτώματα, σφαλήσεται πολλαχόθι. πολλαπλάσιος γὰρ ἱδρὼς ἐνίοτε τοῦ κατὰ φύσιν, ἢ γαστρὸς διαχώρησις, ἢ οὖρα τοῖς ἀῤῥωστοῦσι γίνεται, μὴ ὅτι βεβλαμμένης ἐνεργείας τινὸς, ἀλλὰ καὶ μετὰ ῥώμης καὶ προνοίας τοῦ ζώου γιγνομένης. ἔνια μέν γε καὶ ὅλῳ τῷ γένει παρὰ φύσιν ὑπάρχοντα, καθάπερ αἱμοῤῥαγίαι διὰ τῶν ῥινῶν, ἢ ἔμετος, ἢ αἵματος ὑποχώρησις, ἢ αἱμοῤῥοῒς, ἤ τι τοιοῦτον ἕτερον, ὅμως οὐδέπω παρὰ φύσιν ἐστὶν, ἂν ἐν καιρῷ γίνηται. τὸ δ’ ἐν καιρῷ δῆλον ὅτι τοῦτ’ ἔστιν, ἂν τὸ λυποῦν ἐκκαθαίρηται. μενούσης οὖν τῆς ὁμολογίας, ἣν ἐξ ἀρχῆς ὡμολογήσαμεν, ὡς αἱ τῶν ἐνεργειῶν βλάβαι συμπτώμαθ’ ὑπάρχουσιν, οὐδὲν τῶν ἐπ’ ὠφελείᾳ γινομένων ἐκ τούτου τοῦ γένους ἐστὶ τῶν συμπτωμάτων. ἔργον γὰρ φύσεως ἕκαστον αὐτῶν μᾶλλον ἢ βλάβη τις ὑπάρχει. ἀλλ’ ἴσως τις ὑπάξει θατέρῳ γένει τῶν συμπτωμάτων, τῷ τῆς παρὰ φύσιν διαθέσεως, ἅπαντα τὰ τοιαῦτα. τὸ γὰρ ὅλως διῃρῆσθαί τινα φλέβα καθ’ ὁτιοῦν μόριον τοῦ σώματος, ἢ ἀνεστομῶσθαι μέχρι τοῦ προχεῖν ἃ πρότερον ἔστεγεν, οὐ κατὰ φύσιν εἶναι διάθεσιν. καί τοι κᾀνταῦθα τὴν διάῤῥοιαν τῆς γαστρὸς, ἢ τὸ τῶν οὔρων πλῆθος οὐκ ἂν ἔχοι δεικνύναι πάντως ἑπόμενα ταῖς παρὰ φύσιν διαθέσεσιν. αἱμοῤῥαγίας μὲν γὰρ καὶ ἐμέτους ὅλῳ τῷ γένει φησί τις παρὰ φύσιν ὑπάρχειν, οὔτε δὲ ἡ διὰ γαστρὸς, οὔτε ἡ διὰ κύστεως, οὔτε ἡ διὰ μήτρας ἔκκρισις ὅλῳ τῷ γένει παρὰ φύσιν. ἴσως δ’ ἀμφισβητήσει τις καὶ περὶ τῶν ἱδρώτων, ὡς οὐδ’ αὐτῶν ὄντων κατὰ φύσιν. καὶ γὰρ οὖν καὶ ὁ Διοκλῆς ἱκανῶς ἐπεχείρησεν εἰς τοῦτο. πάνυ δ’ εἶναι τραχὺ δοκεῖ τόδε τὸ δόγμα καὶ παρὰ τὴν ἐνάργειαν, εἰ καὶ ὅτι μάλιστα πιθανῶς κατασκευάζηται. περὶ μὲν δὴ τῶν τοιούτων ἴσως ἄν ποτε καὶ αὖθις εἰπεῖν ἂν γένοιτο ἡμῖν· παντάπασι γὰρ ὀλίγα διαμφισβητεῖται· περὶ δὲ τοῦ παντὸς πλήθους τῶν ἄλλων συμπτωμάτων ἱκανῶς ἐπιδέδεικται, καὶ χρὴ καταπαύειν ἤδη καὶ τόδε τὸ γράμμα. καὶ γὰρ δὴ καὶ γεγυμνασμένος τις ἐν τοῖς ὁμολογουμένοις ῥᾷον ἂν ἀκολουθήσειε τῇ τῶν ἀμφισβητουμένων κρίσει.