Ὅτι δὲ καὶ τὰ τῶν λοιπῶν δύο γενῶν αἱ νόσοι προηγοῦνται, λόγον αἰτίας ἔχουσαι πρὸς αὐτὰ, καὶ τοῦτο δείξομεν ὀλίγον ὕστερον, ἐπειδὰν πρότερον ἅπαντα τὸν περὶ αὐτῶν ἐπέλθωμεν λόγον, ἀρξάμενοι πάλιν ἀπὸ τῶν ἐν ταῖς διαθέσεσι τοῦ σώματος συνισταμένων συμπτωμάτων. εἰσὶ δ’ αὐτῶν αἱ πρῶται διαφοραὶ τέτταρες. τὰ μὲν γὰρ ὁρατὰ, τὰ δ’ ἀκουστὰ, τὰ δ’ ὀσφραντὰ, τὰ δὲ γευστὰ, τὰ δ’ ἁπτὰ τετύχηκεν ὄντα. τὰ μὲν οὖν ὁρατὰ τὴν γένεσιν ἐν ταῖς παρὰ φύσιν ἴσχει χροιαῖς, ἤτοι παντὸς ἅμα τοῦ σώματος, ἤ τινων μορίων ἤ τινος· ἅπαντος μὲν οὖν, ὡς ἐπὶ τῶν ἰκτεριώντων ἔχει, καὶ τῆς ἡπατίτιδός τε καὶ σπληνίτιδος ὀνομαζομένης νόσου, καί τισιν ὑδέρων εἴδεσιν· ἔν τινι δὲ, καθάπερ ἔν τε τῇ γλώττῃ μόνῃ πολλάκις ὁρᾶταί τις ἐξαίρετος ἄχροια, καὶ τοῖς ἐξ ἀποστημάτων μορίοις μελανθεῖσιν ἢ πελιδνοῖς γενομένοις, οὕτω δὲ κᾀν τοῖς ἄνθραξι, κᾀν τοῖς ἐρυσιπέλασιν ἕρπησί τε καὶ γαγγραίναις ὑπαλλάττεται τὰ κατὰ φύσιν χρώματα. τούτου τοῦ γένους ἐστὶ καὶ ἀλφὸς, καὶ λεύκη, καὶ ἐλέφας, καὶ τἄλλα ὅσα τοιαῦτα. καὶ γὰρ καὶ ταῦτα τὰς κατὰ φύσιν ὑπαλλάττει χροιάς. καὶ μὲν δὴ καὶ πολλοῖς ἅμα μορίοις ἐστὶν εὑρεῖν ποτε συμβαίνουσαν ἄχροιαν ἐν πολλοῖς τῶν νοσημάτων, ἤτοι περὶ τὰ σκέλη μᾶλλον, ἢ περὶ τὸ πρόσωπον, ἢ σύμπαν γε τὸ ἄνω τοῦ σώματος, ἢ σύμπαν τὸ κάτω. τὰς μὲν οὖν ὁρατὰς διαφορὰς ἐν τούτοις ἐπισκεπτέον, τὰς δ’ ὀσφρητὰς ἐπί τε τῆς ἀναπνοῆς καὶ τῆς διαπνοῆς πρῶτον. ὀνομάζω δὲ τὴν μὲν διὰ λάφυγγος ὁλκήν τε καὶ αὖθις ἔκπεμψιν τοῦ πέριξ ἀέρος, ἀναπνοήν· τὴν δὲ καθ’ ὅλον τὸ σῶμα, διαπνοήν. αἱ τοίνυν κατὰ ταύτας γινόμεναι δυσωδίαι παρὰ φύσιν ἐν τῷ τῶν συμπτωμάτων τετάξονται γένει, μετὰ δὲ ταύτας αἱ κατὰ τὰ ὦτα καὶ ῥῖνας καὶ μασχάλας καὶ ὅσα μόρια κατὰ πάθος σήπεται. καὶ μὲν δὴ κᾀν ταῖς ἐρυγαῖς ἔστιν εὑρεῖν ταὐτὸ τοῦτο γένος τῶν συμπτωμάτων, ἤτοι καπνώδους, ἢ ὀξώδους, ἢ βρομώδους, ἢ ἰχθυώδους, ἤ τινος ἑτέρας τοιαύτης ποιότητος ἐξοζούσης τῆς ἐρυγῆς. κατὰ δὲ τὰς γευστὰς διαφορὰς αὐτῷ τῷ κάμνοντι τεκμαίρεται τὰ συμπτώματα. καὶ γὰρ ἱδρῶτος ἐγεύσαντό ποτε παραῤῥυέντος εἰς τὸ στόμα, καὶ τοῦ κατ’ αὐτὴν τὴν γλῶτταν σιάλου τῆς ποιότητος ἐξηλλαγμένης. ὥσπερ οὖν καὶ τοῦ αἵματος, οἷς καὶ τοῦτο διὰ στόματος ἐκκενοῦται καθ’ ὁντιναοῦν τρόπον, οἱ μὲν ἐπισήμως γλυκέος ἢ ἁλμυροῦ γέ τινος ἢ πικροῦ τὴν αἴσθησιν ἴσχουσιν· οὕτω δὲ καὶ τῶν ἐκ πνεύμονος ἀναγομένων καὶ τῶν ἐκ γαστρὸς ἐμουμένων οἱ μὲν ὀξέων, οἱ δ’ ἁλικῶν, οἱ δὲ πικρῶν, οἱ δὲ γλυκέων, οἱ δ’ αὐστηρῶν αἰσθάνονται. πολλοὶ δὲ τῶν ἰατρῶν καὶ ἱδρῶτος γεύεσθαι δικαιοῦσιν αὐτοὶ καὶ προσέτι τοῦ κατὰ τὰ ὦτα ῥύπου· τεκμαίρεσθαι γάρ τι κᾀκ τούτου. καὶ μὴν καὶ τὰς ἁπτὰς διαφορὰς ἐν τούτοις τοῖς συμπτώμασιν ἀριθμητέον, ἐπειδὰν ἐξιστῶνται τοῦ κατὰ φύσιν, οἷον δέρμα σκληρὸν καὶ περιτεταμένον καὶ καρφαλέον.  οὕτω δὲ καὶ πλαδαρὸν ἢ ῥυσσὸν ἤ τινα τοιαύτην ἑτέραν ἔχον διαφοράν. ἐξ οὖν τῶν εἰρημένων δῆλον, ὡς καὶ τοῦτο τὸ γένος ἅπαν ὑπὸ νοσημάτων γίνεται. τὰς μὲν γὰρ κατά τε τὴν χροιὰν καὶ ἀτμὸν καὶ χυμὸν ἁπάσας διαφορὰς αὐτῶν τῶν στερεῶν σωμάτων ἐν τοῖς φυσικοῖς λόγοις ἐμάθομεν ἑπομένας ταῖς κράσεσιν· οὕτω δὲ καὶ τὰς ἁπτὰς, καὶ πολύ γ’ ἔτι μᾶλλον ἁπασῶν τῶν εἰρημένων, ὅτι ταῖς δραστικαῖς ποιότησιν ὁμογενεῖς αὐτὰς εἶπον, ὡς ὑπὸ τῆς αὐτῆς αἰσθήσεως κρινομένας· καὶ γὰρ μαλακότης καὶ σκληρότης ὑπὸ τῆς ἁφῆς δοκιμάζονται, καθάπερ αἱ δραστικαὶ ποιότητες ὁμογενεῖς ὑπάρχουσαι. ὥσθ’ ὅσον ἐν αὐταῖς παρὰ φύσιν, ἔκγονον ἅπαν τοῦτο δυσκρασίας ἐστὶν, ὥσπέρ γε καὶ τὸ κατὰ φύσιν εὐκρασίας. ἀλλ’ ἔστιν ἅπασα δυσκρασία νόσος. ὥστε καὶ τὰ τοιαῦτα συμπτώματα νοσημάτων ἔκγονα. τὰ δ’ ἐξ ἐπιῤῥύτου τινὸς ὑγρότητος ἐγγινόμενα τοῖς μορίοις, ὁμογενῆ τοῖς εἰρημένοις ὑπάρχοντα συμπτώμασι, τὰ μὲν γὰρ ἐμφράξεσιν, ἢ θλίψεσιν ἑπόμενα, τὰ δὲ τοῖς τῶν ἑλκτικῶν τε καὶ ἀποκριτικῶν δυνάμεων ἔργοις κακῶς γινομένοις, ἀνάγκη καὶ ταῦτα τὴν οἷον πηγὴν τῆς γενέσεως ἔχειν τὰ νοσήματα. ἡ μὲν οὖν κατὰ τὸ ἧπαρ ἔμφραξις νόσημα οὖσα συνθέτου τε καὶ ὀργανικοῦ σώματος, αἰτία τῆς κατὰ τὸν ἴκτερον ἀχροίας ἐστίν. ἡ δὲ καθ’ ἕκαστον τῶν μορίων δυσκρασία, νόσημα οὖσα καὶ αὐτὴ τῶν τοιούτων σωμάτων, ἄλλοτ’ ἄλλην αὐτῶν ἐμποδίζει δύναμιν, ἤτοι τὴν ἕλκουσαν, ἢ τὴν ἀποκρίνουσαν, ἤ τινα ἑτέραν, ἐφ’ αἷς ἀνωμάλως τε καὶ ἀτάκτως τῶν ἐν τῷ σώματι διαῤῥεόντων ὑγρῶν ἄλλοτ’ ἄλλο μόριον ἀλλοιοῦται κατὰ χροιὰν καὶ ἀτμὸν καὶ χυμὸν καὶ τὰς ἁπτὰς ἁπάσας διαφοράς. ἀλλὰ μὴν καὶ ὅσον ὑπόλοιπόν ἐστι συμπτωμάτων γένος, ἤτοι περὶ φωνὰς καὶ ψόφους τοὺς κατὰ τὸ ζῶον, ἤτοι κᾀν τοῖς ἐκκρινομένοις τοῦ σώματος ἢ ἐπεχομένοις, ἔκγονον ἅπαν καὶ τοῦτο νοσημάτων ἐστὶν, ἢ αὐτῶν ἄντικρυς, ἢ διὰ μέσων τινῶν συμπτωμάτων. ἐν μὲν γὰρ ταῖς φωναῖς αἵ τε κατὰ τὸ στόμα καὶ τὴν φάρυγγα καὶ τὴν τραχεῖαν ἀρτηρίαν καὶ τὸν πνεύμονα καὶ τὸν θώρακα νόσοι τὰ συμπτώματ’ αὐτῶν ἐργάζονται, κλονώδεις τέ τινας καὶ τρομώδεις καὶ βραγχώδεις καὶ κλαγγώδεις ἀποτελοῦσαι φωνάς· ἐν ἄλλοις δέ τισι τοῦ ζώου μορίοις ἦχοί τε καὶ βορβορυγμοὶ καὶ τρυσμοὶ καὶ ὅσα τοιαῦτα, τὰ μὲν ὑπὸ στενοχωρίας ὀργάνων ἢ κινήσεως πλημμελοῦς, τὰ δὲ ὑπὸ πλεονεξίας φυσώδους πνεύματος, ἢ καί τινων ἢ καὶ πάντων ἅμα τούτων συνιόντων ἀποτελεῖται, περὶ ὧν ἐπιπλέον ἐν ταῖς τῶν συμπτωμάτων αἰτίαις εἰρήσεται.