Πρόδηλον δ’ ὅτι καὶ τὰ τῶν συνθέτων νοσημάτων αἴτια σύνθετα πάντως ἐστίν. εἰ γὰρ ἅμα θερμὴ καὶ ξηρὰ συνέλθοι ποτὲ αἰτία, θερμὸν καὶ ξηρὸν ἀνάγκη γενέσθαι τὸ νόσημα, καὶ εἰ θερμὴ καὶ ὑγρὰ, θερμὸν καὶ ὑγρόν· οὕτω δὲ κᾀπὶ τῶν λοιπῶν δυοῖν συζυγιῶν, ὑγρᾶς καὶ ψυχρᾶς καὶ ξηρᾶς καὶ ψυχρᾶς. ὅπερ δ’ ἀναγκαῖόν ἐστιν ἐν τῷ λόγῳ προσθεῖναί τε καὶ διορίσασθαι, τοῦτο ἤδη λεγέσθω, τὸ πολλάκις μὲν ὑπὸ πάντων τῶν αἰτίων ὁμοειδῶν ἀλλήλοις ὄντων ἀλλοιοῦσθαι τὸ σῶμα, πολλάκις δὲ ἐναντίων ταῖς δυνάμεσιν ὑπαρχόντων, ποτὲ μὲν τὰ πλείω κρατεῖν ἐξ αὐτῶν, ἢ τὰ πολυχρονιώτερα, ποτὲ δὲ τὰ ἰσχυρότερα, ποτὲ δὲ τὴν ἀπ’ ἀμφοτέρων βλάβην ὁμοίως ἀναδέχεσθαι τὸ σῶμα. καί τι δόξειεν ἂν εἶναι τοῦτό γε ἀδύνατον ἅμα θερμότερόν τε καὶ ψυχρότερον ἀποτελεῖσθαι  τοῦ κατὰ φύσιν ἕν καὶ ταὐτὸν σῶμα, καὶ ὑγρότερον αὖ καὶ ξηρότερον, ἀλλὰ καὶ γίνεται τοῦτο. καὶ δεόντως ἀνώμαλος ὀνομάζεται δυσκρασία, καὶ ἡμῖν ἰδίᾳ περὶ αὐτῆς ἐν ἑτέρῳ γράμματι λέλεκται τὰ εἰκότα, καὶ οὐ χρὴ νῦν ἔτι μηκύνειν ὑπὲρ αὐτῶν, ἀλλ’ ἐπὶ τὰ λοιπὰ γένη τῶν νοσημάτων ἰτέον ἤδη τὰς αἰτίας αὐτῶν σκεψομένους. ἀναμνησθῆναι δὲ πάλιν κᾀνταῦθα προσήκει τῶν εἰρημένων ἐν τῷ περὶ τῆς τῶν νοσημάτων διαφορᾶς, ὡς ἐνίοτε μὲν αὐταῖς μόναις ταῖς τέτταρσι ποιότησιν ἐξίσταται τοῦ κατὰ φύσιν ἔχειν τὰ σώματα, μηδεμιᾶς ἔξωθεν αὐτοῖς ἐπιῤῥυείσης ἑτέρας οὐσίας, ἐνίοτε δὲ ἐμπίπλαται ῥεύματος ὑγροῦ μὲν πάντως τὴν ἰδέαν, οὐχ ὑγροῦ δὲ τὴν δύναμιν. εἴρηται μὲν οὖν καὶ τοῖς παλαιοῖς ἰατροῖς τε καὶ φιλοσόφοις ὑπὲρ τῆς τῶν τοιούτων ὑγρῶν δυνάμεως· ἀποδέδεικται δὲ καὶ ἡμῖν ἐν ἄλλοις τέ τισι καὶ ἐν τοῖς περὶ φαρμάκων ὑπομνήμασιν. ὅσον δ’ ἐξ αὐτῶν εἰς τὰ παρόντα χρήσιμον, εἰρήσεται καὶ νῦν, ὡς ἡ μὲν ξανθὴ χολὴ θερμὴ καὶ ξηρὰ τὴν δύναμίν ἐστιν, ἡ δὲ μέλαινα ξηρὰ, καὶ ψυχρά· ὑγρὸν δὲ καὶ θερμὸν τὸ αἷμα καὶ ψυχρὸν καὶ ὑγρὸν τὸ φλέγμα· καὶ ὡς ἐνίοτε μὲν εἰλικρινὴς ἐπιῤῥεῖ τούτων ἕκαστος τῶν χυμῶν, ἐνίοτε δ’ ἀλλήλοις ἐπιμίγνυνται· καὶ ὡς αἱ τῶν οἰδούντων τε καὶ σκιῤῥουμένων καὶ φλεγμαινόντων μορίων διαθέσεις ἐντεῦθεν ἐπὶ πλεῖστον ποικίλλονται. καὶ γὰρ οὖν καὶ ἄνθρακες καὶ καρκῖνοι καὶ ἕρπητες ἐρυσιπέλατά τε καὶ γάγγραιναι καὶ φύγεθλα καὶ φαγέδαιναι καὶ σατυριάσεις ἐκ τούτου τοῦ γένους εἰσί. καὶ μὴν καὶ ἄλφοι καὶ ἀθερώματα καὶ ὀχῶρες καὶ μελικηρίδες καὶ γαγγλία καὶ στεατώματα ῥευμάτων εἰσὶν ἔγγονα νοσήματα. διαφέρει δ’ ἀλλήλων ταῦτα καὶ ἄλλα σύμπαντα τὰ προειρημένα τῷ τὰ μὲν ἐκ φλέγματος γίγνεσθαι μόνου, τὰ δὲ ἐξ αἵματος, τὰ δὲ ἐκ τῆς ξανθῆς χολῆς, τὰ δὲ ἐκ τῆς μελαίνης, τὰ δὲ ἐξ ἄλλου τινὸς χυμοῦ οὐ τελέως παρὰ φύσιν. ἀλλὰ καὶ οὗτος ὅστις ἂν ᾖ, πάντως ἔκ τινος τῶν προειρημένων ἐστὶ γενῶν· οὐ γὰρ ἐνδέχεται μὴ οὐχὶ θερμὸν εἶναι καὶ ξηρὸν αὐτὸν, ἢ θερμὸν καὶ ὑγρὸν, ἢ ψυχρὸν καὶ ξηρὸν, ἢ ψυχρὸν καὶ ὑγρὸν, ἀλλ’ ὅσον ἐπὶ πλεῖστον ἥκει πάχους καὶ ψύξεως, ἐκπίπτει μὲν τοῦ κατὰ φύσιν φλέγματος τῆς ἰδέας, ἕτερος δὲ εἶναι δοκεῖ χυμὸς ὅλῳ τῷ γένει παρὰ φύσιν. οὐ μὴν οὕτως γε ἔχει τἀληθές. ὅστις ἂν γὰρ ὑγρὸς ᾖ καὶ ψυχρὸς τὴν δύναμιν, ἐν τῷ τοῦ φλέγματος γένει περιέχεται. κατὰ δὲ τὰ αὐτὰ καὶ ὅστις ἂν ᾖ ξηρὸς καὶ θερμὸς, ὁμογενής ἐστι τῇ ξανθῇ χολῇ. λέλεκται δὲ καὶ περὶ τούτων ἐπὶ πλέον ἑτέρωθι. καὶ νῦν οὐ χρὴ μηκύνειν ὑπὲρ αὐτῶν, εἰρήσεται γὰρ οὖν καὶ αὖθις ἐπὶ πλέον ὑπὲρ ἁπάντων τούτων ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν· ὃ δ’ ἐστὶν οἰκεῖον τῆς ἐνεστώσης διεξόδου, πάλιν ἐπανίωμεν. ἅπαντα γὰρ τὰ τοιαῦτα νοσήματα τῆς φύσεως ἀποτιθεμένης ἑκάστοτε τὸ περιττὸν εἰς ἀκυρώτερα μόρια γίγνεται. τοῦτο μὲν δὴ καὶ ἄλλοις ἔμπροσθεν εἴρηται πολλοῖς· ὅστις δὲ ὁ τρόπος ἐστὶ τῆς ἀποθέσεως, οὐκ ἔτ’ εἴρηται· λογισμὸν γάρ τινα καὶ νοῦν τῇ φύσει δώσομεν, ἐὰν ἁπλῶς αὐτὴν ἀποτίθεσθαι φῶμεν ἐκ κυρίων μορίων εἰς ἄκυρα πᾶν ὁτιοῦν ὑπάρχον μὴ χρηστόν. ἀλλ’ ὅτι μὲν ἐν τοῖς νοσήμασιν αἱ ἀγαθαὶ κρίσεις ὑπό τινος τοιαύτης γίγνονται δυνάμεως ἐναργῶς φαίνεται· τίς δὲ ὁ τρόπος ἐστὶν αὐταῖς τῆς γενέσεως οὐκ ἀκριβῶς οἱ πρὸ ἡμῶν ἐξηγήσαντο, διότι μηδὲ τὰς φυσικὰς δυνάμεις, ὑπὲρ ὧν ἡμεῖς ἐν ἑτέροις ὑπομνήμασι διήλθομεν, ἀκριβῶς ἠδυνήθησαν ἀποδεῖξαι πόσαι τέ εἰσι καὶ τίνες ὁποῖόν τέ τί ἐστι τὸ ἑκάστου αὐτῶν ἔργον. ἀλλὰ νῦν γε χαλεπὸν οὐδέν ἐστι περὶ τούτων ἁπάντων διελθεῖν, ὑποθέσεσιν εἰς αὐτὰ χρησάμενον τοῖς δι’ ἐκείνων ἀποδεδειγμένοις. οὐσῶν δὲ τεττάρων δυνάμεων, ὧν ἅπαν μετέχει μόριον καὶ ζώου καὶ φυτοῦ, καὶ τῆς μὲν ἑλκούσης τὸ οἰκεῖον, τῆς δὲ ἀλλοιούσης, τῆς δὲ ἀποκρινούσης τὸ περιττὸν, ὄντος δὲ τοῦ περιττοῦ διττοῦ κατὰ γένος· ἢ γὰρ τῷ ποσῷ περιττόν ἐστιν ἢ τῷ ποιῷ· καὶ τοίνυν καὶ τῶν τοῦ σώματος μορίων οὐκ ἴσην ἁπάντων ἐχόντων τὴν ῥώμην, ἀλλὰ τῶν κυριωτέρων εὐθὺς ἐξ ἀρχῆς ὑπὸ τῆς φύσεως ῥωμαλεωτέρων ἀποτελεσθέντων, εὔλογον ἐν τοῖς ἀκαθάρτοις τε καὶ περιττωματικοῖς σώμασιν ἐπιῤῥεῖν τι τοῖς ἀκυρωτέροις μορίοις. ἅτε γὰρ ἐξ ἁπάντων τῶν ἰσχυροτέρων μορίων ἐλαυνόμενον τὸ περίττωμα, καὶ μηδαμόθι στῆναι δυνάμενον, εἰς τὸ πάντων ἀσθενέστατον ἀφικνεῖται μόριον. ἄλλο δὲ δι’ ἄλλο τοιοῦτόν ἐστιν, ἢ εὐθὺς ἐν τῇ πρώτῃ συμπήξει τοῦ ζώου πλημμεληθὲν, ἢ ἐξ ὑστέρου βλαβὲν, ἢ καὶ φύσει δεόμενον εἶναι τοιοῦτον, ὥσπερ καὶ τὸ δέρμα. τοῦτο γὰρ ἅτε μηδεμιᾶς ἐνεργείας ἕνεκεν, ἀλλὰ χρείας μόνης γεγενημένον, ἀσθενέστερον εἶναι προσήκει τῶν ἐνεργούντων. ἔστι γὰρ οἷον σκέπασμά τι καὶ περίβλημα τοῦ ζώου σύμφυτον, οὔτ’ οὖν πέψιν, οὔτε ἀνάδοσιν τροφῆς, οὔτ’ ἐξαιμάτωσιν, οὔτε σφυγμὸν, οὔτε ἀναπνοὴν, οὔτε κίνησιν καθ’ ὁρμὴν, οὔθ’ ὅλως ἐνέργειάν τινα τῷ ζώῳ παρεχόμενον. ἅμα δὲ καὶ πάντων ἔξωθεν κείμενον εὐλόγως ἐκδέχεται τὰ τοῦ σώματος ὅλου περιττώματα. πολλὰ μὲν γὰρ εὐθὺς ἐξ ἀρχῆς ἡ φύσις ἐτεχνήσατο τῶν περιττωμάτων καθάρσεως ἕνεκεν ὄργανα, καὶ πρός γε τὴν ὑγείαν ἀρκεῖ μόνα ταῦτα, ἐπειδὰν μήτε τις ἐκ τοῦ περιέχοντος ἐγγίνηται βλάβη τῷ ζώῳ, μήτ’ ἐκ πλημμελοῦς διαίτης περιττωματικὸν ἀμέτρως ὅλον ἀπεργασθῇ τὸ σῶμα. τοιούτου δέ τινος συμβάντος ἁμαρτήματος, οὐκ ἔτ’ αὐτάρκη μόνα τὰ φυσικὰ τῶν ὀργάνων ἀποκαθαίρειν τὸ πλῆθος τοῦ περιττώματος,  κᾀν τούτῳ κατασκήπτει ῥεύματα τοῖς ἀσθενεστέροις μορίοις ἐκ τῶν ἰσχυροτέρων ἐλαυνόμενα· συμβαίνει δέ ποτε καὶ στεγνωθέντων τῶν ἐκκαθαιρόντων αὐτὰ πόρων ἑτέροις ἐπιῤῥυῆναι χωρίοις. αὗται μὲν αἱ ἀρχαὶ τῆς γενέσεως ἁπάντων εἰσὶ τῶν προειρημένων νοσημάτων. αὐξάνεται δ’ ἐν αὐτοῖς ἤδη τοῖς μέλεσι τὸ κακὸν, ὡς ἂν σφηνουμένων τε καὶ διασηπομένων τῶν περιττωμάτων, καὶ οὕτως αὐτῶν τε χειρόνων γενομένων, καὶ τὸν ἐπιῤῥέοντα χυμὸν ἐξ ὑστέρου, κᾂν χρηστὸς ᾖ, συνδιαφθειρόντων. Ἀλλὰ γὰρ ἐπειδὴ καὶ τὰ τῶν ὁμοιομερῶν σωμάτων ἴδια νοσήματα διήλθομεν, ἐξῆς ἂν εἴη λέγειν τὰ τῶν ὀργανικῶν, ἀπὸ τοῦ πρώτου κατ’ αὐτὰ τοῦ παρὰ τὴν διάπλασιν ὑπαρξαμένους γένους. γίγνεται δὲ τοῦτο ποτὲ μὲν τοῦ κατὰ φύσιν σχήματος ὑπαλλαττομένου, ποτὲ δὲ λειότητός τινος, ἢ τραχύτητος, ἢ πόρου διαφθειρομένου. τῆς μὲν δὴ τοῦ κατὰ φύσιν σχήματος ἐξαλλαγῆς αἰτίαι, πρώτη μὲν ἡ κατὰ γαστρὸς ἔτι κυουμένων αὐτῶν διάπλασις μοχθηρὰ, πλήθους ὕλης ἢ ποιότητος οὐκ ἐπιτηδείου ταῖς φυσικαῖς τοῦ σπέρματος κινήσεσιν ἐμποδὼν γιγνομένης· δευτέρα δὲ ἥ τε κατὰ τὴν ἀποκύησιν αὐτὴν κᾀν τῷ σπαργανοῦσθαι πλημμέλεια. μαλακὰ γὰρ ἔτι καὶ ὀλίγου δεῖν ῥυτὰ τὰ τῶν νεογνῶν παιδίων ὑπάρχοντα σώματα ῥᾳδίως ἐκστρέφεται, δεχομένων τε τῶν μαιῶν αὐτὰ κατὰ τὴν ἀποκύησιν οὐκ ὀρθῶς, ἐνειλιττουσῶν τε τοῖς σπαργάνοις ἔστιν ὅτε μὴ δεόντως, εἶτ’ αὖθις τῶν τροφῶν ἀναιρουμένων τε καὶ ἀποτιθεμένων οὐ κατὰ τρόπον ἔν τε τῷ γάλα παρέχειν καὶ ἐν τῷ λούειν καὶ σπαργανοῦν. ἐν ἅπασι γὰρ τοῖς τοιούτοις εἰ μή τις ἐπιτηδείως μεταχειρίζοιτο, ῥᾳδίως ἐκστρέφεται καὶ διαφθείρεται τὸ κατὰ φύσιν ἑκάστου τῶν μελῶν σχῆμα. καὶ μὲν δὴ κᾀν τῇ μετὰ ταῦτα ἀνατροφῇ συμπάσῃ τὰ μὲν ὑπὸ πλησμονῆς ἀμέτρου, τὰ δ’ ὑπὸ κινήσεως πλημμελοῦς ἢ πρωϊαίτερον τοῦ δέοντος ἵστασθαί τε καὶ βαδίζειν ἐπιτραπέντος αὐτοῖς ἢ σφοδρότερον κινεῖσθαι, πολλὰ τῶν μελῶν διαστρέφεσθαι συμβαίνει, τῶν μὲν πλησμονῶν τὰς φυσικὰς ἐνεργείας ἐμποδιζουσῶν, τῶν δ’ ἀκαίρων ἢ σφοδρῶν κινήσεων κλονουσῶν τε καὶ περιαγουσῶν ἐφ’ ἃ μὴ χρὴ τὰ κῶλα. τὰ μὲν γὰρ σκέλη κᾀξ αὐτοῦ τοῦ βάρους τῶν ὑπερκειμένων σωμάτων ἢ πρὸς τοὐκτὸς ἢ πρὸς τὸ ἐντὸς διαστρέφεται κατὰ τὴν ἀρχαίαν τῆς κνήμης ῥοπήν. οἷς μὲν γὰρ ὀρθότερα τοῦ δέοντός ἐστι φύσει, βλαισοῦται μᾶλλον· οἷς δὲ κοιλότερα, ῥαιβοῦται. καλῶ δὲ βλαισὸν μὲν τὸ ἐπὶ τὰ ἐκτὸς ῥέπον, ῥαιβὸν δὲ τὸ ἐπὶ τἀναντία. καὶ κατὰ τὸν θώρακα δὲ μέλη διαστρέφεται πολλάκις ὑπὸ τῶν σφιγγου σῶν τροφῶν αὐτὰ κακῶς ἔξωθεν ἐν τῇ πρώτῃ ἀνατροφῇ. καὶ μάλιστα παρ’ ἡμῖν ἔστι τὸ τοιοῦτον ἰδεῖν συνεχῶς γιγνόμενον ἐπὶ τῶν παρθένων. αὐξάνεσθαι γὰρ αὐτῶν αἱ τροφοὶ βουλόμεναι τὰ κατ’ ἰσχία τε καὶ λαγόνας, ὡς πολλῷ μείζω γίγνοιτο τῶν κατὰ θώρακα, ταινίαις τισὶν ὅλον ἐν κύκλῳ περιλαμβάνουσιν ἰσχυρῶς σφίγγουσαι τὰ κατ’ ὠμοπλάτας τε καὶ θώρακα μόρια σύμπαντα, κᾀν τούτῳ πολλάκις ἀνίσου γιγνομένης τῆς τάσεως, ἢ προπετὲς εἰς τὸ ἔμπροσθεν ἀπέφηναν τὸ στῆθος, ἢ τὰ ἀντικείμενα τὰ κατὰ ῥάχιν κυρτά. συμβαίνει δὲ ἐνίοτε καὶ ὥσπερ διακεκλασμένον καὶ παρηγμένον εἰς τὰ πλάγια γίγνεσθαι τὸ μετάφρενον, ὡς τὴν μὲν ἑτέραν ὠμοπλάτην ἀναυξῆ τε καὶ μικρὰν καὶ προσεσταλμένην ἱκανῶς φαίνεσθαι, τὴν δ’ ἑτέραν ἐξέχουσάν τε καὶ προπετῆ καὶ πάντῃ μείζονα. αὗται σύμπασαι κακίαι σχημάτων ἐν θώρακι συνίστανται πλημμελείᾳ καὶ ἀμαθίᾳ τῶν τροφῶν ἀγνοουσῶν ἰσοῤῥόπως ἐπιδεῖν. οὕτω δὲ καὶ οἱ ἰατροὶ πολλάκις οὐκ ὀρθῶς ἐπιδοῦντές τε καὶ διαπλάττοντες τὰ κατεαγότα κῶλα διέστρεψαν, ὥσπερ αὖ πάλιν οὐδὲν ἐξαμαρτάνοντος τοῦ θεραπευόντος, αὐτὸς ὁ κάμνων πρὶν ἀκριβῶς κρατυνθῆναι τὸν πῶρον ἐπιχειρήσας χρῆσθαι τῷ κώλῳ, τῆς διαστροφῆς ἑαυτῷ γίνεται δημιουργός. ἀλλὰ καὶ θλασθέντα μόρια καθάπερ ῥὶς, ἢ καὶ περιθραυσθέντα καθάπερ οἱ ἄμβωνες τῶν κοτυλῶν, ἔστιν ὅτε δὲ καὶ τῶν ὀστῶν ἐκκοπέντων ἢ σαρκὸς πλείονος, εἶτ’ οὐ κατ’ ἶσον αὐξηθείσης, ἀπόλλυσι τὸ κατὰ φύσιν σχῆμα. ἕτερος δὲ τρόπος βλάβης σχημάτων ὁ διὰ πλησμονὴν ἄμετρον ἢ ἔνδειαν, ὥσπερ τοῖς ὑπερπαχυνθεῖσιν ἢ συντακεῖσιν ἄγαν, ἤτοι καθ’ ἕν τι μόριον ἢ καὶ σύμπαντι τῷ σώματι. καὶ γὰρ οὖν καὶ ὁ ἐλέφας ὀνομαζόμενος καὶ ἡ φθόη φανερῶς ἐξαλλάττουσι τὴν μορφήν. σιμοῦται μὲν γὰρ ἡ ῥὶς, καὶ τὰ χείλη παχέα καὶ ἀπεξυσμένα τὰ ὦτα φαίνεται, καὶ τὸ σύμπαν ὅμοιοι τοῖς σατύροις οἱ ἐλεφαντιῶντες γίγνονται. ῥὶς δ’ ὀξεῖα, καὶ κρόταφοι συμπεπτωκότες, καὶ ὀφθαλμοὶ κοῖλοι, καὶ τὰ κατ’ ὠμοπλάτας τε καὶ βραχίονας οἱονεὶ πτέρυγες ἔξωθεν αἰωρούμεναι τοῖς φθίνουσι φαίνονται. καὶ διαφθείρεται μὲν ἐν τούτοις ἅπασιν κατὰ πρῶτον λόγον τὸ κατὰ φύσιν σχῆμα· κατὰ δ’ αὖ συμβεβηκὸς ἐν μὲν τοῖς παραλελυμένοις ἢ σπωμένοις ἢ φλεγμαίνουσιν ἢ σκιῤῥουμένοις, ἢ νεῦρα διῃρημένοις ἢ τένοντας, ἢ ὑπὸ σκληρῶν οὐλῶν δεδεγμένοις. ἐν ἅπασι γὰρ τοῖς τοιούτοις ἑτερόῤῥοπον γίγνεται τὸ μόριον ἄλλοτε κατ’ ἄλλην αἰτίαν. ἐν μὲν τοῖς κατὰ θάτερα παραλελυμένοις, ὑπὸ τῶν ἐνεργούντων μυῶν ἑλκόμενον. οὕτω δὲ κᾀν τοῖς ἑτεροῤῥόποις σπασμοῖς ὑπὸ τῶν σπωμένων. καὶ φλεγμοναὶ δὲ καὶ σκίῤῥοι καὶ οὐλαὶ σκληραὶ καὶ πάνθ’ ὅσα τοιαῦτα παθήματα τείνοντα πρὸς ἑαυτὰ τὸ συνεχὲς, οὕτω διαστρέφει τὸ μόριον. ἐν δ’ αὖ τοῖς διατετμημένοις νεύροις καὶ τένουσιν, ὥσπερ ἐν τοῖς παραλελυμένοις ἡ τῶν ἀντιτεταγμένων τε καὶ κατὰ φύσιν ἐχόντων ἐνέργεια πρὸς ἑαυτὴν ἐπισπᾶται τὸ  μέρος, ὥστε τὰς πολλὰς ταύτας αἰτίας ἑνὶ τρόπῳ συμπάσας ὑπάγεσθαι τῇ διαστρεφούσῃ τὸ μέρος ἑτεροῤῥόπῳ τάσει. καὶ περὶ μὲν τῆς τῶν παρὰ φύσιν σχημάτων. διαφορᾶς ἱκανὰ καὶ ταῦτα. τὰς δ’ ἐντὸς τῶν μορίων κοιλότητας ἢ τοὺς πόρους αὐτῶν ἤτοι διαφθείρεσθαι τελέως ἢ βλάπτεσθαι συμβαίνει κατὰ τάσδε τὰς αἰτίας, σύμφυσιν, στενοχωρίαν, ἔμφραξιν, θλίψιν, συνίζησίν, ἀναστόμωσιν. ἐνίοτε μὲν γὰρ ἑλκωθείσης τῆς ἔνδον ἐπιφανείας ἐν αὐτῇ τῇ κοιλότητι, κᾄπειτα συμφύντων ἀλλήλοις τῶν ἡλκωμένων ἡ διαφθορὰ γίγνεται τῆς κατὰ φύσιν διαπλάσεως· ἐνίοτε δὲ ἤτοι σαρκὸς ἐπιτραφείσης ἢ ἄλλου τινὸς παρὰ φύσιν βλαστήματος; ἤ καὶ σκίῤῥου συστάντος, ἢ φλεγμονῆς, ἢ ἀποστήματος ἐν αὐτοῖς τῶν ὀργάνων τοῖς σώμασι, κᾄπειτα τοῦ παρὰ φύσιν ὄγκου τὴν ἐντὸς κοιλότητα καταλαβόντος, ἡ στενοχωρία γίγνεται· καὶ μὲν δὴ καὶ ἡ τῶν γλίσχρων τε καὶ παχέων ὑγρῶν καί τινων πόρων ἢ θρόμβων ἔμφραξις εἰς τὴν αὐτὴν ἄγει τὰς κοιλότητας διάθεσιν. οὕτω δὲ κᾂν εἴ τι τῶν ἔξωθεν ἐμπιπτόντων θλίβοι σφοδρῶς, ἀναγκαῖον εἰς τὴν ἐντὸς κοιλότητα συνωθεῖσθαι τὰ περιέχοντα αὐτὴν σώματα. κᾂν εἰ συνιζάνοι δὲ εἰς ἑαυτὰ τὰ σώματα, καθάπερ ὑπὸ τῶν στυφόντων πάσχει συναγόμενα, καὶ ὑπὸ τῶν ψυχόντων πιλούμενα, καὶ πρὸς τῶν ξηραινόντων αὐαινόμενα, στεγνώσει δηλονότι κᾀν τούτῳ μάλιστα μὲν τοὺς πόρους, ἤδη δὲ καὶ αὐτὰς τὰς κοιλίας. τὰ μέν γε στόματα τῶν πόρων οὐ στεγνοῦται μόνον, ἀλλὰ καὶ παντελῶς τυφλοῦται πολλάκις ἐν ταῖς τοιαύταις διαθέσεσιν. ἀτὰρ οὖν καὶ ἡ τῆς καθεκτικῆς ὀνομαζομένης δυνάμεως ἄμετρος κίνησις ἐσχάτως συνάγουσα καὶ σφίγγουσα τὰ στόματα τῶν πόρων, αἰτία καὶ αὕτη ποτὲ γίγνεται στεγνώσεως, ὥσπερ γε καὶ τῆς μανώσεως ἐνίοτε μὲν ἡ τῆς ἀποκριτικῆς δυνάμεως ἄμετρος κίνησις αἰτία γίγνεται, πολλάκις δὲ καὶ ἡ τῆς καθεκτικῆς ἀῤῥωστία, καί τι φάρμακον, ἢ ὕδωρ ἀναστομωτικὸν, ἢ πλάδος τις ἄμετρος αὐτοῖς τοῖς ὀργάνοις ἐγγενόμενος, ἢ ἡ τοῦ περιέχοντος ἡμᾶς κρᾶσις εἰς ὑγρότητά τε καὶ ἄμετρον θερμότητα μεθισταμένη. αὗται μὲν δὴ καὶ αἱ τῶν κατά τε τὰς κοιλίας καὶ τοὺς πόρους διαθέσεων αἰτίαι. καὶ δῆλον, ὡς ἐκ τῶν εἰρημένων ἤδη πρόδηλον, ὁποίας τινὰς εἶναι βούλονται τὰς αἰτίας τῶν ἐν τοῖς ὁμοιομερέσι σώμασι νοσημάτων, ὅσοι συγκεῖσθαι νομίζουσιν ἐξ ὄγκων καὶ πόρων αὐτά. ἐμοὶ δὲ περιττὸν ἐδόκει μνημονεύειν καὶ τούτων ἰδίᾳ, ψευδοῦς ὅλης τῆς ὑποθέσεως αὐτῶν οὔσης. ἀλλ’ ἐπὶ τὸ προκείμενον ἐπανέλθωμεν, εἴπωμέν τε τῶν ὑπολοίπων νοσημάτων τὰς αἰτίας, ἀπὸ τοῦ κατὰ τὴν διάπλασιν αὖθις ὑπαρξάμενοι γένους. ὑπελείπετο δὲ ἐν αὐτῷ διττὴ νοσημάτων γένεσις, ἤτοι τραχυνομένων παρὰ φύσιν, ἢ λειαινομένων τῶν ὀργάνων. τραχύνεται δὴ τὰ πρότερον λεῖα, καὶ λεῖα γίγνεται τὰ πρότερον τραχέα, τὰ μὲν ὑπὸ δριμύτητος χυμῶν ἢ φαρμάκων ῥυπτόμενα, τὰ δ’ ὑπὸ λιπαρᾶς ὑγρότητος ἢ γλίσχρου χυμοῦ τεγγόμενα. καὶ μάλιστα ἐν ὀστοῖς ἐναργῶς φαίνεται ταῦτα γινόμενα, ποτὲ μὲν ὑπ’ αὐτῶν τῶν ἰατρῶν οὐ δεόντως ἰωμένων, ἔστιν ὅτε δὲ κᾀξ αὐτῆς τῶν ἐν τοῖς ζώοις ὑγρῶν ὁρμᾶται τῆς φύσεως. ὀφθαλμοῖς δὲ καὶ φάρυγγι τραχύτητες οὐκ ἐκ τούτων μόνον, ἀλλὰ καὶ ἐξ ἀτμῶν δριμέων, ἢ κονιορτοῦ καὶ καπνοῦ προσγίνονται, καθάπερ, οἶμαι, καὶ στομάχῳ καὶ γαστρὶ καὶ ἐντέροις ἔκ τε τῶν ἐν αὐτῷ τῷ σώματι γεννωμένων περιττωμάτων κᾀκ τῆς τῶν ἐσθιομένων τε καὶ πινομένων ποιότητος, ἐν οἷς ἐστι καὶ τὰ δηλητήρια. πρόδηλον δ’ ὡς ἕκαστον τῶν τραχυνόντων αἰτίων σφοδρότερον γενόμενον ἕλκωσιν μέν τινα ἢ διάβρωσιν ἐν τοῖς σαρκώδεσι μορίοις, ἐν τοῖς ὀστοῖς δὲ τερηδόνας ἀπεργάζεται. αὗται μὲν οὖν αἱ τοῦ πρώτου γένους τῶν νοσημάτων τοῦ παρὰ τὴν διάπλασιν αἰτίαι. Τοῦ δευτέρου δ’ αὖ τοῦ παρὰ τὸν ἀριθμὸν, εἰ μὲν ἀπόλοιτό τι τῶν κατὰ φύσιν, ἤτοι τομή τις, ἢ καῦσις, ἢ σῆψις, ἢ ψύξις ἰσχυ ρὰ προηγεῖται. τὰ μὲν οὖν τῆς ψύξεως αἴτια προείρηται. σήπεται δὲ τὰ μὲν ὑπὸ τῶν σήπειν πεφυκότων φαρμάκων, ἢ τῶν ἐν αὐτοῖς τοῖς ζώοις γεννωμένων περιττωμάτων, τὰ δ’ ὑπὸ τοῦ μὴ διαπνεῖσθαι· προείρηται δὲ καὶ τὰ τοῦ μὴ διαπνεῖσθαι προηγούμενα. εἰ δὲ τῶν οὐκ ὄντων τι κατὰ φύσιν ἐπιγίγνοιτο, νόσος μὲν καὶ τοῦτ’ ἐστὶ παρὰ τὸν ἀριθμὸν τῶν μορίων. ἀλλ’ εἰ μὲν τῆς κατὰ φύσιν ἰδέας ἔχοιτο τὸ ἐπιγιγνόμενον, ὕλης χρηστῆς πλῆθος αἴτιον· εἰ δὲ τῆς παρὰ φύσιν, εἴη ἂν καὶ ἡ τῆς ὕλης ποιότης παρὰ φύσιν. ἔῤῥωται δ’ ἐν ἀμφοῖν ἡ δύναμις, ἢ οὐκ ἂν οὔτε διέπλαττε τὸ χρηστὸν οὔτ’ ἀπέτριβε τὸ μοχθηρόν. διαπλάττει μὲν οὖν ἐν ταῖς κυήσεσιν, ἐπειδὰν ἑξαδάκτυλον ἤ τι τοιοῦτον ἕτερον ἀπεργάσηται· κᾀν τοῖς ἤδη τελείοις, ἐπειδὰν ἐπιτρέφῃ σάρκας ἰσχυρὰς τοῖς ἡλκωμένοις μορίοις, ὡς πτερύγιον τοῖς ὀφθαλμοῖς. ἀποτίθεται δὲ τὸ περιττὸν ἐν γαγγλίοις τε καὶ μελικηρίσι καὶ στεατώμασι καὶ ἀθερώμασι καὶ τοῖς τοιούτοις ἅπασι. Καὶ μὲν δὴ καὶ τὸ μέγεθος τῶν μορίων αὐξάνεται μὲν ὑπό τε πλήθους ὕλης χρηστῆς καὶ δυνάμεως ἐῤῥωμένης, μειοῦται δὲ ὑπὸ τῶν ἐναντίων, κᾀπειδὰν ἤτοι τομή τις, ἢ καῦσις, ἢ σῆψις, ἢ νέκρωσις ἐκ καταψύξεως ἀμέτρου διαφθείρῃ τινὸς ὀργάνου μόριον, ὡς εἶναι τὸ λειπόμενον αὐτοῦ κολοβόν. Τὰ δ’ ἐν τῷ τῆς θέσεως γένει νοσήματα τινὰ μὲν ἐξαιφνιδίους τε καὶ σφοδρὰς ἔχει προηγουμένας κινήσεις,  τινὰ δὲ δι’ ἀμετρίαν τῆς ἐν τοῖς ἄρθροις ὑγρότητος γίγνεται, τεγγούσης μὲν τοὺς συνδέσμους καὶ χαλώσης, ὀλισθηρὰν δὲ τῇ γλισχρότητι τὴν ὅλην διάρθρωσιν ἐργαζομένης. ἐνίοις δὲ τῶν ἀμφὶ τὰς κοτύλας ὀφρύων περιθραυσθεισῶν ἑτοίμη ταῖς κεφαλαῖς τῶν κώλων ἡ παράλλαξις γίγνεται. τισὶ δ’ εὐθὺς ἐξ ἀρχῆς ὕπτιαί τε καὶ προπετεῖς εἰσι καὶ παντάπασιν ἐπιπολῆς αἱ κοτύλαι. ταυτὶ μὲν οὖν ἅπαντα τῶν ἐξαρθρημάτων αἴτια. κατὰ δὲ τὰς ἐντεροκήλας τε καὶ τὰς ἐπιπλοκήλας ὀνομαζομένας ἀνευρύνεσθαι μὲν τοὐπίπαν, ἔστιν ὅτε δὲ καὶ ῥήγνυσθαι συμβαίνει τὸν ἀπὸ τοῦ περιτοναίου καθήκοντα πόρον ἐπὶ τοὺς ὄρχεις, εἶθ’ οὕτως εἰς αὐτὸν τὸν πόρον, ἢ εἰς τὸν ἐρυθροειδῆ χιτῶνα κατολισθαίνειν ἤτοι τὸ ἐπίπλουν, ἢ καί τι τῶν ἐντέρων. ἐξίσταται δὲ τῆς οἰκείας θέσεως ἔντερα, κᾀπειδὰν τοῦ περιτοναίου διαιρεθέντος προπέσῃ. καὶ πνεύμονος δὲ λοβὸς ἐπὶ ταῖς τοῦ θώρακος τρώσεσιν ἐκπίπτει πολλάκις. καὶ ὁ ῥαγοειδὴς χιτὼν ἐπὶ πλεῖστον χαλᾶται, διαβρωθέντος τοῦ κερατοειδοῦς. εἰ δὲ καὶ τῶν σπλάγχνων ὑποπτύσσεταί τις ἐνίοτε λοβὸς ἐπὶ σφοδραῖς καταπτώσεσιν, ἢ θλίψεσιν, εἴη ἂν καὶ τοῦτο τὸ νόσημα τῆς τε θέσεως ἅμα καὶ τοῦ σχήματος ὑπάλλαξις ἐπὶ ταῖς εἰρημέναις γιγνόμενον. ἡ δὲ πρὸς τὰ παρακείμενα μόρια κοινωνία διαφθείρεται, συμφύντων τινῶν ἀλλήλοις οὐ δεόντως, ἤ τινος ἀρτήματος, ἢ δεσμοῦ χαλασθέντος, ἢ συνταθέντος, ἢ ἀποῤῥαγέντος. ἐκ τίνων δ’ ἕκαστον τούτων γίγνεται προφάσεων, εὔδηλον.