Ἑνὸς δ’ ἔτι γένους νοσήματος κοινοῦ πάντων τῶν μορίων, εἴτ’ οὖν ὁμοιομερῆ τε καὶ ἁπλᾶ τελέως, εἴτε καὶ σύνθετα εἴη, τὰς αἰτίας τῆς γενέσεως εἰπεῖν χρή. καλεῖν μὲν οὖν εἴωθα τὸ γένος τοῦτο σύμπαν ἑνώσεως λύσιν, ἢ διαφθορὰν ἑνώσεως, ἢ συνεχείας λύσιν, ἢ ὅπως ἂν ἄλλως ἐλπίσω τὸν λόγον σαφῆ ἔσεσθαι τοῖς ἀκούουσιν. οὐδὲν γὰρ ὄνομα κατ’ αὐτοῦ κείμενον ὑπὸ τῶν ἔμπροσθεν παρελάβομεν, ὥσπερ ἐπί τινων εἰδῶν αὐτοῦ κάταγμα μὲν καὶ τερηδόνα τῆς ἐν ὀστῷ συνεχείας διαιρουμένης, ἕλκος δὲ καὶ τραῦμα τῆς ἐν σαρκί. κατὰ μέν γε τὰ τῆς κεφαλῆς ὀστᾶ καὶ πλείω τὰ ὀνόματα. τὸ μὲν γὰρ, οἷόν περ ἐν τοῖς ἄλλοις ὀστοῖς κάταγμα, ῥωγμή τε καὶ ῥῆξις προσαγορεύεται, τὸ δ’ ὑπό τινος ὀξέος ἐμπεσόντος αὐτοῖς καὶ διακόψαντος ἐγκοπή τε καὶ διακοπὴ καὶ ἕδρα. τὸ δὲ τῆς τερηδόνος ὄνομα πλεονάζειν δοκεῖ τῳ ε στοιχείῳ· παρὰ γὰρ τὸ τρῆμα συγκεῖσθαι πεπίστευται, καθάπερ τερηδών τις οὖσα. καὶ γίνεται μὲν ὑπὸ δριμέων χυμῶν διαβιβρωσκόντων, ὑποπίπτει δὲ κατ’ ἀρχὰς μὲν ἑτέρῳ γένει νοσήματος. ὀστοῦ γοῦν τραχύτης μᾶλλον ἢ τερηδὼν ὀνομάζεται. μείζονος δὲ τοῦ τρήματος γενομένου καὶ οἷον ὀπῆς τινος ἤδη φαινομένης, τερηδὼν ὀνομάζεται. καὶ μὴν καὶ τὸ θλάσμα τούτου τοῦ γένους ἐστὶν, ἐν μὲν τοῖς σαρκώδεσιν ὡς τὰ πολλὰ μέρεσι γιγνόμενον, ἔστιν ὅτε δὲ κᾀν τοῖς τῆς κεφαλῆς ὀστοῖς, ἐπὶ παίδων μάλιστα. δεῖ μὲν γὰρ εἴκειν εἰς ἑαυτὸ πάντως τὸ θλασθησόμενον, δεῖ δὲ αὐτὸ τοῦτο μαλακὸν εἶναι καὶ μὴ τελέως σκληρόν. ὥστε τῶν σαρκωδῶν ἔσται μορίων καὶ τῶν ἁπαλῶν ὀστῶν ὑπό τινος ἐμπεσόντος ἔξωθεν αὐτοῖς ἰσχυροῦ τε καὶ σκληροῦ σάματος. ὅταν οὖν τῆς ἔξωθεν ἐπιφανείας τοῦ παθόντος οὕτω μορίου συνεχοῦς ἔτι φυλαττομένης, ἐν τῷ βάθει γεννηθῶσι πολλαὶ καὶ σμικραὶ διαιρέσεις, θλάσμα τε καὶ θλάσις ὀνομάζεται τὸ νόσημα· κοιλότητος δέ τινος ἐμφαινομένης, ἣν τὸ πλῆξαν ἐναπειργάσατο τῷ θλασθέντι, καλεῖται τὸ πάθος ἔνθλασις. ἀνάγκη μὲν οὖν ἅπασα κατ’ αὐτὴν τὴν πληγὴν εἰς ἑαυτὸ συνωθεῖσθαι καὶ κοῖλον γίγνεσθαι τὸ θλώμενον, ἢ οὐκ ἂν ἐνθλασθείη. διασώζεσθαι δὲ τὴν κοιλότητα τοῦ δρῶντος ἀπελθόντος οὐκ ἔτ’ ἀναγκαῖον. ἐπανέρχεται μὲν ὡς τὸ πολὺ τὰ μαλακὰ σύμπαντα, χωρισθέντος τοῦ πλήξαντος, εἰς τὴν ἀρχαίαν κατάστασιν. εἰ δὲ μὴ μόνον εἴσω χωρήσειε τὸ τῆς κεφαλῆς ὀστοῦν, ἀλλὰ καὶ ῥῆξίς τις αὐτῷ προσγένοιτο κατὰ τὴν ἐκτὸς ἐπιφάνειαν, σύνθετον ἤδη τὸ τοιοῦτον, καὶ οὐδὲν ὄνομα κατ’ αὐτοῦ κείμενον ἔχομεν εἰπεῖν παλαιόν. ἀλλὰ χρὴ λόγῳ δηλοῦν αὐτὸ μᾶλλον ἤπερ ὀνόμασιν ἐσχάτως χρῆσθαι βαρβάροις, οἷα πολλὰ τοῖς νεωτέροις ἰατροῖς ἐξεύρηται. συνεχείας δ’ ἐστὶ λύσις καὶ τὸ ῥῆγμα καὶ τὸ σπάσμα, τὸ μὲν ἐν σαρκώδει μορίῳ, τὸ δ’ ἐν νευρώδει συνιστάμενον. αἰτία δὲ καὶ τούτων τῆς γενέσεως ἐξαιφνίδιός τις, ἢ ἀνώμαλος, καὶ ἡ σφοδρὰ κίνησις, καὶ μάλισθ’ ὅταν ἄτριπτά τε καὶ ἀνώμαλα καὶ ἀθέρμαντα καὶ ἀμάλακτα πρὸς τὰς κινήσεις ἄγηται τὰ σώματα. διασπᾶται γὰρ ἐν ταῖς τοιαύταις διαθέσεσι πολλὰ τῶν ἐν αὐτοῖς μορίων. συνελόντι δὲ φάναι, πάντα τὰ τοιούτου γένους τῶν νοσημάτων αἴτια τὰ μὲν ἔξωθεν ὁρμᾶται, τὰ δὲ ἐξ αὐτοῦ τοῦ σώματος· ἔξωθεν μὲν ὅσα τιτρώσκειν ἢ θλᾶν πέφυκεν, ἐξ αὐτοῦ δὲ τοῦ σώματος ἄμετροί τε καὶ ἄτακτοι κινήσεις τοῦ ζώου, καί τινες ὑγρῶν μοχθηρίαι διαβιβρώσκειν πεφυκυῖαι. τοιαῦται γάρ τινες αἰτίαι καὶ αἱ τοῦ κοινοῦ νοσήματος ἁπάντων τῶν μορίων, τῶν θ’ ἁπλῶν καὶ πρώτων, ἃ δὴ καὶ ὁμοιομερῆ καλεῖται, καὶ τῶν ἐξ ἐκείνων συντιθεμένων, ἃ δὴ ὄργανά τε καὶ ὀργανικὰ προσαγορεύεται. τὰς δὲ τῶν συνθέτων νοσημάτων αἰτίας οὐδὲν ἔτι χαλεπὸν ἐξευρίσκειν ἐκ τῶν εἰρημένων συντιθεμένας. ὥστ’ ἐπειδὴ τοῦτο βουληθεὶς ἕκαστος ἑαυτῷ δυνατός ἐστιν ἐκπορίζεσθαι, καιρὸς ἂν εἴη μοι καὶ τοῦτον τὸν λόγον ἐνταυθοῖ καταπαύσαντι περὶ τῆς τῶν συμπτωμάτων διαφορᾶς ἐφεξῆς διελθεῖν.