Τὰ δ’ ἐν τῷ τῆς θέσεως γένει νοσήματα τινὰ μὲν ἐξαιφνιδίους τε καὶ σφοδρὰς ἔχει προηγουμένας κινήσεις,  τινὰ δὲ δι’ ἀμετρίαν τῆς ἐν τοῖς ἄρθροις ὑγρότητος γίγνεται, τεγγούσης μὲν τοὺς συνδέσμους καὶ χαλώσης, ὀλισθηρὰν δὲ τῇ γλισχρότητι τὴν ὅλην διάρθρωσιν ἐργαζομένης. ἐνίοις δὲ τῶν ἀμφὶ τὰς κοτύλας ὀφρύων περιθραυσθεισῶν ἑτοίμη ταῖς κεφαλαῖς τῶν κώλων ἡ παράλλαξις γίγνεται. τισὶ δ’ εὐθὺς ἐξ ἀρχῆς ὕπτιαί τε καὶ προπετεῖς εἰσι καὶ παντάπασιν ἐπιπολῆς αἱ κοτύλαι. ταυτὶ μὲν οὖν ἅπαντα τῶν ἐξαρθρημάτων αἴτια. κατὰ δὲ τὰς ἐντεροκήλας τε καὶ τὰς ἐπιπλοκήλας ὀνομαζομένας ἀνευρύνεσθαι μὲν τοὐπίπαν, ἔστιν ὅτε δὲ καὶ ῥήγνυσθαι συμβαίνει τὸν ἀπὸ τοῦ περιτοναίου καθήκοντα πόρον ἐπὶ τοὺς ὄρχεις, εἶθ’ οὕτως εἰς αὐτὸν τὸν πόρον, ἢ εἰς τὸν ἐρυθροειδῆ χιτῶνα κατολισθαίνειν ἤτοι τὸ ἐπίπλουν, ἢ καί τι τῶν ἐντέρων. ἐξίσταται δὲ τῆς οἰκείας θέσεως ἔντερα, κᾀπειδὰν τοῦ περιτοναίου διαιρεθέντος προπέσῃ. καὶ πνεύμονος δὲ λοβὸς ἐπὶ ταῖς τοῦ θώρακος τρώσεσιν ἐκπίπτει πολλάκις. καὶ ὁ ῥαγοειδὴς χιτὼν ἐπὶ πλεῖστον χαλᾶται, διαβρωθέντος τοῦ κερατοειδοῦς. εἰ δὲ καὶ τῶν σπλάγχνων ὑποπτύσσεταί τις ἐνίοτε λοβὸς ἐπὶ σφοδραῖς καταπτώσεσιν, ἢ θλίψεσιν, εἴη ἂν καὶ τοῦτο τὸ νόσημα τῆς τε θέσεως ἅμα καὶ τοῦ σχήματος ὑπάλλαξις ἐπὶ ταῖς εἰρημέναις γιγνόμενον. ἡ δὲ πρὸς τὰ παρακείμενα μόρια κοινωνία διαφθείρεται, συμφύντων τινῶν ἀλλήλοις οὐ δεόντως, ἤ τινος ἀρτήματος, ἢ δεσμοῦ χαλασθέντος, ἢ συνταθέντος, ἢ ἀποῤῥαγέντος. ἐκ τίνων δ’ ἕκαστον τούτων γίγνεται προφάσεων, εὔδηλον.