ΓΑΛΗΝΟΥ ΠΕΡΙ ΤΩΝ ΕΝ ΤΟΙΣ ΝΟΣΗΜΑΣΙΝ ΑΙΤΙΩΝ ΒΙΒΛΙΟΝ. Πόσα μέν ἐστι καὶ τίνα τὰ σύμπαντα νοσήματα κατ’ εἴδη τε καὶ γένη διαιρουμένοις, ἁπλᾶ τε καὶ σύνθετα, δι’ ἑτέρου δεδήλωται γράμματος. ἑξῆς δ’ ἂν εἴη τὰς αἰτίας αὐτῶν ἑκάστου διελθεῖν, ἀπὸ τῶν ἁπλῶν τε καὶ ὁμοιομερῶν ὀνομαζομένων τοῦ ζώου μορίων ἀρξαμένους, εἶτ’ αὖθις ἐπὶ τὰ σύνθετά τε καὶ ὀργανικὰ μεταβάντας. ἐπεὶ τοίνυν ἐδείχθη, κατὰ μὲν τοὺς ἡνῶσθαί τε καὶ ἠλλοιῶσθαι τὴν ὑποβεβλημένην οὐσίαν γενέσει καὶ φθορᾷ δοξάζοντας, ἅπασα νόσος ὁμοιομεροῦς τε καὶ ἁπλοῦ πρὸς αἴσθησιν σώματος ἤτοι δυσκρασία τις ὑπάρχουσα, ἢ τῆς συνεχείας αὐτοῦ τῶν μερῶν διαίρεσις, κατὰ δὲ τοὺς μήθ’ ἡνῶσθαι καὶ κενόν τι παραπεπλέχθαι πάσῃ σώματος συγκρίσει νομίζοντας, ἀμετρία τε πόρων οὖσα καὶ λύσις τῆς αἰσθητῆς ἑνώσεως, ἀρξώμεθα καὶ νῦν ἐπισκοπεῖσθαι τὰς αἰτίας ἑκάστου τῶν νοσημάτων τῆς πρώτης ὑποθέσεως, ἣν δὴ καὶ ἀληθῆ πεπείσμεθα ὑπάρχειν. ἦν δ’, οἶμαι, τέτταρα μὲν ἁπλᾶ, τέτταρα δὲ σύνθετα, ποτὲ μὲν τοῦ θερμοῦ μόνον τὴν αὔξησιν ἄμετρον ἢ τοῦ ψυχροῦ λαβόντος, ἤ τινος τῶν τῆς ἑτέρας ἀντιθέσεως τῆς κατὰ τὸ ξηρὸν καὶ ὑγρὸν, ἔστιν ὅτε δὲ καὶ κατὰ συζυγίαν τινὰ αὐξηθέντων αὐτῶν, ὡς εἶναι θερμὸν ἅμα καὶ ξηρὸν, ἢ ψυχρὸν καὶ ξηρὸν, ἢ θερμὸν καὶ ὑγρὸν, ἢ ψυχρὸν καὶ ὑγρὸν τὸ νόσημα. Τίνες οὖν ἑκάστου τῶν εἰρημένων νοσημάτων αἰτίαι τῆς γενέσεως, ἤδη σκοπώμεθα, ἀρχὴν ἀπὸ τοῦ κατὰ θερμασίαν ἄμετρον δυσκράτου νοσήματος ποιησάμενοι. φαίνεται δὴ κᾀπὶ τῶν ἄλλων ἁπάντων σωμάτων, ὁπόσα θερμότερα γίγνεται σφῶν αὐτῶν, ἢ ἐκ κινήσεώς τινος αὐξανομένου τοῦ θερμοῦ, ἢ ἐκ σηπεδόνος, ἢ ἐξ ὁμιλίας ἑτέρου θερμοτέρου σώματος, ἢ ἐκ στεγνώσεως, ἢ ἐξ ἐπιτηδείου τροφῆς. ἐκ μὲν κινήσεως ἐπί τε τῶν γυμναζομένων ὁπωσοῦν καὶ τῶν παρατριβομένων ἀλλήλοις λίθων, ἢ ξύλων, καὶ τῆς ῥιπιζομένης φλογός. ἐκ σήψεως δὲ τῶν τε ἄλλων ἁπάντων καὶ μάλιστα σπερμάτων, ἢ κόπρου· ἐγὼ γοῦν οἶδα καὶ ἀναφθέντα ποτὲ περιστερῶν ἀποπατήματα διασαπέντα. καὶ μὲν δὴ καὶ ὡς ἐκ τῆς τῶν θερμοτέρων ὁμιλίας θερμαίνεται τὰ πλησιάζοντα, πρόδηλον παντὶ βαλανείων ἀναμνησθέντι καὶ ἡλίου θερινοῦ καὶ φλογὸς ἁπάσης. οὕτω δὲ καὶ εἰ πῦρ ἀνάψαις χειμῶνος ἐν οἴκῳ μεγάλῳ, στεγνώσας μὲν αὐτοῦ τὰς διαπνοὰς, ἀθροίσαις ἂν ἔνδον τὸ θερμὸν, ἐάσας δὲ ἀνεῷχθαι πανταχόθεν, οὐδὲν ἕξεις πλέον. ἀτὰρ οὖν καὶ τὰ βαλανεῖα καὶ αἱ κάμινοι τὸν αὐτὸν τοῦτον τρόπον ἀθροίζουσι τὸ θερμὸν ἑαυτῶν ἔνδον. ᾧ δῆλον ὡς καὶ στέγνωσις ποτὲ θερμασίας πλείονος αἰτία. δῆλον δὲ καὶ τὸ ἀπὸ τῆς ὕλης, ὡς κάλαμοι μὲν οἱ ξηροὶ ῥᾳδίως ἐξαίρουσιν ἐπὶ μέγιστον τὴν φλόγα, ξύλα δέ γε χλωρὰ, καὶ μάλιστα ἢν πλείω σωρεύσῃς ἐπ’ αὐτὴν, ἄχρι μὲν πολλοῦ βαρύνει τε καὶ οἷον καταπνίγει τὴν φλόγα, τελευτῶντα δὲ αὐξάνει. πῶς οὖν ἐν τῷ τοῦ ζώου σώματι τούτων ἕκαστον ἀποτελεῖται; γυμνασθεὶς μέν τις ἀμετρότερον ἐκοπώθη. τοῦτο δ’ ἐστὶ θερμασίαν ἔχειν ἄμετρον ἐν τοῖς ἄρθροις τε καὶ τοῖς μυσὶ πλείονα τοῦ κατὰ φύσιν. ταῦτα γὰρ ἦν καὶ τὰ πρώτως κινούμενα. καὶ εἰ μὲν ἐνταῦθα καταμείνειεν ἡ θέρμη καὶ φθάσειεν λυθῆναι, πρὶν ἐπινείμασθαι σύμπαν τοῦ ζώου τὸ σῶμα, κόπος ἂν οὕτω γε μόνον εἴη τὸ γεγονός· εἰ δὲ εἰς ἅπαν ἐκταθείη τὸ σῶμα, πυρετὸς ὀνομάζεται τὸ νόσημα, τοῦ παντὸς ζώου θερμότης τις ἄμετρος οὖσα. οὕτω δὲ καὶ ὁ θυμὸς, ζέσις τις ὢν τοῦ περὶ τὴν καρδίαν θερμοῦ, διὰ κίνησιν ἄμετρον ὅλον ἐπινειμάμενος ἐνίοτε τὸ σῶμα πυρετὸν ἀνῆψε. καὶ μὲν δὴ καὶ ὅσα σήπεται κατὰ τοῦ ζώου σῶμα, τινὰ μὲν ἐν αὐτοῖς τοῖς μέρεσιν, ἐν οἷς σήπεται, θερμασίαν ἄμετρον ἐργάζεται, καθάπερ ἐρυσιπέλατά τε καὶ ἕρπητες καὶ ἄνθρακες καὶ φλεγμοναὶ καὶ φύγεθλα, τὰ δ’ ὅλον τὸ σῶμα συνεκθερμήναντα πυρετὸν ἤγειρε. καὶ γὰρ οὖν καὶ τὸ τρίτον αἴτιον ἀμέτρου θερμότητος ἔκ τε τούτων ἤδη πρόδηλον, ὅπως ἐπιγίγνεται τοῖς ζώοις, κᾀκ τῶν καλουμένων ἐγκαύσεων. ἐπί τε γὰρ τοῖς βουβῶσι καὶ ταῖς φλεγμοναῖς καὶ τοῖς ἐρυσιπέλασι καὶ πᾶσι τοῖς οὕτω θερμοῖς νοσήμασιν ἀεὶ τὸ ψαῦόν τε καὶ συνεχὲς μόριον αὐτὸ μὲν πρῶτον ἀπολαύει τῆς θερμασίας, ἔπειτα δὲ καὶ τῷ πλησιάζοντι μεταδίδωσι, κᾀκεῖνο αὖθις τῷ μεθ’ ἑαυτὸ, καὶ οὕτως ἐπὶ τὴν ἀρχὴν τῆς ἐμφύτου θερμασίας ἀφικομένης τῆς δυσκρασίας ὅλον ἐν τάχει τὸ σῶμα μεταλαμβάνει τοῦ τῆς ἀρχῆς παθήματος. αἱ δ’ ἐν τοῖς ἡλιουμένοις χωρίοις διατριβαὶ πολυχρόνιοι τῶν μὲν γυμνῶν ὅλον ἐκθερμαίνουσιν ἀμέτρως ἐνίοτε τὸ δέρμα, τῶν δ’ ἠμφιεσμένων μόνην τὴν κεφαλήν. καὶ τοῦτ’ ἔστιν ἡ ἔγκαυσις. εἰ δ’ ἅπαν ἐπινεμηθείη τὸ σῶμα, πυρετὸς ἂν οὕτω γένοιτο. τὸ δὲ τέταρτον γίνος τῆς αἰτίας τῆς ἀναπτούσης ἀμέτρως τὴν ἔμφυτον θερμασίαν ἐπί τε ταῖς ψύξεσι καὶ στύψεσιν  ὁρᾶται γιγνόμενον. ῥιγώσας γὰρ τις ἀμέτρως καὶ νηξάμενος ἐν ὕδατι στυπτηριώδει, ἤ τινος τοιαύτης ἑτέρας μετέχοντι δυνάμεως, ἐστέγνωσέ τε καὶ ἐπύκνωσε τὸ δέρμα καὶ τὰς διαπνοὰς ἔνδον καθεῖρξεν. αἱ δ’ εἰ τύχοιεν οὖσαι καπνώδεις ἀθροισθεῖσαι, πυρετὸν ἐγέννησαν. τὸ δὲ δὴ πέμπτον εἶδος τῆς ἀναπτομένης ἀμέτρως θερμότητος ἐδεσμάτων εἰσὶ ποιότητες δριμεῖαι καὶ θερμαὶ, σκορόδων τε καὶ πράσων καὶ κρομμύων καὶ ὅσα ἄλλα τοιαῦτα. καὶ γὰρ οὖν καὶ ἡ τούτων χρῆσις ἀμετροτέρα γιγνομένη πυρετὸν ἤγειρεν ἐνίοτε. καὶ μὲν δὴ καὶ πομάτων θερμῶν, οἷον οἴνου τε παλαιοῦ καὶ δριμέος προσενεχθέντος πλείονος ἀσθενεῖ σώματι καὶ φαρμάκων δριμέων ἀλεξητηρίων τε καὶ δηλητηρίων, ἐπύρεξαν ἄνθρωποι, τί οὖν δή, φασιν, οὐ διὰ παντὸς ἐφ’ ἑκάστῳ τῶν εἰρημένων αἰτίων ἀνάπτεται πυρετός; ὅτι καὶ τὸ ποσὸν τῆς δρώσης αἰτίας ἄνισόν ἐστι, καὶ ἡ συστᾶσα διάθεσις ἀπ’ αὐτῆς ἐν τῷ σώματι παμπόλλην ἐν τῷ μᾶλλόν τε καὶ ἧττον ἔχει τὴν διαφορὰν, αὐτό τε τὸ σύμπαν τοῦ ζώου σῶμα πάμπολυ διενήνοχεν ἕτερον ἑτέρου πρὸς τὸ ῥᾳδίως ἢ μόγις ἐξίστασθαι τοῦ κατὰ φύσιν. ὡς οὖν οὐκ ἀπορεῖς δια τί πᾶσα κίνησις οὐκ ἐργάζεται κόπον, ἀλλ’ ἐναργές ἐστί σοι τό γε τοσοῦτον, ὡς εἰ μὴ πλείων εἴη καὶ ἰσχυροτέρα τῆς τῶν ἄρθρων τε καὶ μυῶν φύσεως, οὐκ ἄν ποτε κοπώσειεν αὐτὰ, κατὰ τὸν αὐτὸν ἐχρῆν σε τρόπον ἐννοεῖν, ὡς οὐδ’ ἡ κοπώδης αὕτη διάθεσις, εἰ μὴ μέγεθός τε καὶ χρόνον ἀξιόλογον σχοίη, οὐκ ἂν τὸ πᾶν ἑαυτῇ σῶμα συγκακῶσαι δυνήσεται. ἢ κίνησις μὲν ὀλίγη· κόπον οὐχ οἵα τέ ἐστιν ἐργάζεσθαι, μικρὸς δὲ κόπος ἀνάψει πάντως πυρετόν; ἢ κίνησις μὲν ἐν τῷ πρός τι τὸ δρᾷν ἕξει, κόπος δ’ οὐχ ἕξει; καὶ μὲν ὅτι γε τὰ μὲν τῶν ἀθλητῶν σώματα πολυχρονίων τε ἅμα καὶ σφοδροτάτων ἀνέχεται κινήσεων ἄνευ τοῦ κοπωθῆναι, τὰ δ’ ἡμῶν τῶν ἰδιωτῶν, εἰ πλείω βραχὺ παρὰ τὰ καθεστῶτα πονήσαιμεν, εὐθὺς ἀγανακτεῖ, πάντες ἤδη τοῦτό γε καὶ οἱ σκαιότατοι γινώσκουσιν. οὔκουν θαυμαστὸν οὐδὲν, εἰ κοπωθείς τις οὐδ’ ὅλως ἐπύρεξεν. ἢ γὰρ μικρὸς ὁ κόπος, ἢ ὀλιγοχρόνιος, ἢ τῆς τοῦ σώματος ἰσχύος ἥττων ἐγένετο, ἢ τὸ μὲν γυμνάσιον, εἰ βραχυχρόνιον εἴη καὶ μὴ σφοδρὸν καὶ τῆς τοῦ γυμναζομένου φύσεως ἀσθενέστερον, οὐκ ἄν ποτε κόπον ἐργάσεται, κόπος δ’ ἀνάψει πυρετὸν, κᾂν βραχὺς, κᾂν ὀλιγοχρόνιος ᾖ, κᾂν τῆς τοῦ πάσχοντος σώματος ἰσχύος ἀσθενέστερος. ἀλλὰ τοῦτό γε κᾀπὶ τοῦ πάντων δραστικωτάτου πυρὸς ἰδεῖν ἔστιν, ὡς οὔτε τοὺς κατεψυγμένους ἐκθερμαίνει χωρὶς χρόνου καὶ ῥώμης· ἥκοντες γὰρ ἐκ κρύους ἐνίοτε διὰ μεγίστης φλογὸς τὰς χεῖρας διαφέρομεν ἀλύπως· οὔτε μὴν πᾶσαν ὕλην ἑτοίμως ἐξάπτει. κάλαμοι μὲν γὰρ οἱ ξηροὶ κατὰ τὴν πρώτην εὐθὺς ὁμιλίαν ἀνάπτονται, ξύλα δ’ ὑγρὰ καὶ χλωρὰ χρόνου τε δεῖται μακροῦ καὶ φλογὸς ἰσχυρᾶς, ἵν’ ἐξαφθῇ. πῶς οὖν ἐπὶ τοῦ πυρὸς οὐδὲν τούτων θαυμάζων ἐπὶ τοῦ κόπου θαυμάζεις, εἰ καὶ μεγέθους δεῖται καὶ χρόνου καὶ τοῦ σώματος ἐπιτηδείως ἔχοντος ἐξάπτεσθαι; ἄμεινον δ’ ἦν σε μὴ τοῦτο θαυμάζειν, ἀλλ’ ἐπισκέψασθαι ποῖον ζώου σῶμα ῥᾳδίως ἐκθερμαίνεσθαι πέφυκε καὶ ποῖον δυσχερῶς. ἀλλὰ τοῦτο μὲν ἐφεξῆς ἀκούσῃ. ἐν δέ γε τῷ παρόντι μηδὲν εἶναί σοι φαινέσθω θαυμαστὸν, εἰ καὶ χρόνου δεῖται καὶ μεγέθους τὸ μέλλον ποιήσειν ὁπωσοῦν, καὶ προσέτι τοῦ πλησιάζοντος ἐπιτηδείου παθεῖν. οὐδὲ γὰρ τὸ πῦρ οἷόν τ’ ἐστὶ χωρὶς τούτων καίειν, οὐδὲ τὸ ξίφος τέμνειν, οὐδ’ ἄλλο τι τῶν δραστικωτάτων οὐδὲν οὔτ’ εἰς ἰσχυρότερον ἑαυτοῦ δρᾷν πέφυκεν οὔτ’ ἄνευ χρόνου τινὸς ἀξιολόγου. τῆς μὲν οὖν λυχνιαίας φλογὸς οὐκ ἂν ἀθρόως οὐδὲ τοὔλαιον κατα χέαις, μή τοί γε δὴ τὸ ὕδωρ, καὶ τῷ ξίφει τέμνειν οὐκ ἂν οὐδὲ τοὺς λίθους ἐπιχειρίσειας, μὴ ὅτι γε ἀδάμαντα, κόπον δὲ καὶ θάλψιν καὶ ψύξιν καὶ τὰ ἄλλα τὰ τοιαῦτα πυρετὸν ἀξιώσεις ἀνάπτειν ἀεὶ, κᾂν μικρὸν, κᾂν ὀλιγοχρόνιον, κᾂν ἀνεπιτήδειον ἔχῃ τὸ σύμπαν σῶμα πρὸς τὸ θερμαίνεσθαι, ἢ οὔ; τὸ μὲν γὰρ ἤδη θερμὸν ἑτοιμότερον ὑπερθερμανθῆναι, καθάπερ οὖν τὸ ψυχρὸν ὑπερψυχθῆναι, τὸ δ’ ἐναντίως ἔχον ἀνεπιτήδειον. οὕτω μὲν οὖν ἀναίσθητός τε καὶ ἀμαθὴς ἡ τῶν τοιαῦτα ζητούντων ἀπορία· τοὺς δὲ μηδὲν ἀποφαινομένους ἑτοίμως τε καὶ προπετῶς ὑπὸ μηδενὸς τῶν εἰρημένων μηδέποτε γίγνεσθαι πυρετὸν, ἢ τῆς ἀναισθησίας ἐλεεῖσθαι προσῆκεν, ἢ τῆς φιλονεικίας μισεῖσθαι. λέλυται γοῦν καὶ τὰ τούτων σοφίσματα δι’ ἑτέρου γράμματος ὑπὲρ τῶν προκαταρκτικῶν αἰτίων ἰδίᾳ γεγραμμένου. καὶ νῦν οὐκ ἀντιλέγειν τοῖς ἡμαρτημένοις καιρὸς, ἀλλὰ τἀληθῆ διδάσκειν πρόκειται. πάλιν οὖν ἐπανελθόντες ἐχώμεθα τῶν προκειμένων. ἦν δὲ, οἶμαι, προκείμενον ἑκάστου τῶν ἁπλῶν νοσημάτων εἰπεῖν τὰς προηγουμένας αἰτίας ἄχρι καὶ τῶν προκαταρκτικῶν. οὐδὲν γὰρ χεῖρον τοῖς οὕτω διαστειλαμένοις τὰς προσηγορίας τοῖ σαφοῦς ἕνεκα ἀκολουθῆσαι. τὰς μὲν δὴ κατ’ αὐτὸ τὸ ζῶον εἴτ’ οὖν διαθέσεις, εἴτε καὶ κινήσεις παρὰ φύσιν, αἰτίας ὀνομάζουσι προηγουμένας νοσημάτων, τὰ δ’ ἔξωθεν προσπίπτοντα καὶ ἀλλοιοῦντα καὶ μεταβάλλοντα μεγάλως τὸ σῶμα προκατάρχοντά τε καὶ προκαταρκτικὰ καλοῦσιν αἴτια. Τοῦ μὲν δὴ θερμοῦ νοσήματος ἐν τῷ καθόλου τὰς αἰτίας εἴπομεν, ἐπὶ δὲ τὸ ψυχρὸν ἤδη μεταβῶμεν. εἰσὶ δὲ καὶ αἱ τοῦδε πλείους τὸν ἀριθμὸν αἰτίαι, οἷον ὁμιλίαι τῶν ψυχόντων, καὶ τῶν ἐσθιομένων καὶ πινομένων τό  τε ποσὸν καὶ τὸ ποιὸν, καὶ στέγνωσίς τε καὶ μάνωσις, κᾀπὶ τούτοις ἀργία τε καὶ κίνησις ἄμετρος. αὗται γὰρ οὖν δὴ καὶ αὐτὸ τὸ πῦρ σβεννύουσιν αἱ προφάσεις. ἄνθρακι μὲν γὰρ σμικρῷ χιόνα πολλὴν, ἢ κρύσταλλον ἐπιθεὶς, ἢ ὕδωρ ψυχρὸν ἐπιχέας, σβέσεις παραχρῆμα. κᾂν εἰ τὸ περιέχον εἴη ἄκρως ψυχρὸν, οἷον μάλιστα περὶ τὸν Ἴστρον χειμῶνος, οὐ μόνον λύχνον ὑπαίθριον ὄψει σβεννύμενον εὐθὺς, ἀλλὰ καὶ πᾶν ἄλλο ὀλίγον πῦρ. οὕτω μὲν ὑπὸ τῆς τῶν ἄγαν ψυχρῶν ὁμιλίας νικᾶται τὸ πῦρ· ὑπὸ δὲ τῆς τῶν τρέφειν αὐτὸ φύσιν ἐχόντων ὑπερβολῆς, ἢ ἐνδείας, ἢ μὴ προσηκούσης ποιότητος ὡδί πως βλάπτεται. ξύλα μὲν ἀθρόα καὶ πολλὰ σωρεύσας ἐπὶ σμικρᾶς φλογὸς ἀποπνίξεις αὐτὴν ὑπερβολῇ ποσότητος ἀμέτρου, μὴ παρέχων δὲ ὅλως ἢ παντάπασιν ὀλίγα, μαραινομένην ὄψει δι’ ἔνδειαν, ἢ ὀλιγότητα τροφῆς. οὕτω δέ που καὶ τὴν λυχνιαίαν φλόγα θεώμεθα μειουμένην τε καὶ κινδυνεύουσαν σβεσθῆναι ταῖς ἀμετρίαις τῆς οἰκείας τροφῆς. εἴτε γὰρ μὴ παρέχῃς αὐτῇ τοὔλαιον δαψιλὲς, εἴτε ἀθρόως καταχέοις, πάμπολυ λυπήσεις ἑκατέρως· εἰ δὲ καὶ παρέχεις μὲν ἄφθονον αὐτῇ τὴν ὕλην, ἀλλ’ ἤτοι μηδ’ ὅλως καίεσθαι πεφυκυῖαν, ἢ σὺν πολλῷ καμάτῳ, καὶ ταύτην εὐθέως ἐλάττονα ποιήσεις τὴν φλόγα, καθάπερ εἰ καὶ τοὔλαιον ἀναμίξας ὕδατι καταχέεις τοῦ πυρός. καὶ μὲν δὴ καὶ στεγνώσας τὸ περιέχον τὴν φλόγα καὶ μανώσας ἀμέτρως, ὄψει καὶ οὕτως ἐλάττονά τε γιγνομένην ἐν τάχει καὶ κινδυνεύουσαν σβεσθῆναι. στεγνοῦται μὲν οὖν εἰ σικύαν ἰατρικὴν, ἢ πνιγέαν περιθείης, ἤ τι τοιοῦτον ἕτερον· οὕτω δὲ καὶ τῶν καμίνων εἰ τὰς ὀπὰς ἐμφράξαις. εἰ δὲ ἐν ἡλίῳ πολλῷ καὶ θερινῷ καὶ προσηλίῳ χωρίῳ καταθείης, ἢ μείζονα παραθείης ἑτέραν φλόγα, θεάσῃ καὶ τότε τὴν ἐλάττω μαραινομένην ἐκ τοῦ μανοῦσθαί τε καὶ διαφορεῖσθαι σφοδρῶς ὑπὸ τῆς ἔξωθεν φλογὸς ἰσχυροτέρας ὑπαρχούσης. ὅτι δὲ καὶ ῥιπίζων αὐτὴν, ὅπερ ἐστὶ κινῶν, αὐξήσεις μὲν, εἰ μεμετρημένως αὐτὸ ποιήσεις, ἀμέτρως δὲ ῥιπίσας διαλύσεις τε καὶ σκεδάσεις, οὐδὲ τοῦτο ἄδηλον. οὕτω γοῦν καὶ οἱ ἄνεμοι κατὰ τὸ μέγεθος ἀεὶ τῆς φλογὸς ἐθέλουσιν ὑπάρχειν, εἴ τι μέλλοιεν ὀνήσειν αὐτήν· οἱ δὲ μείζους ἢ κατ’ ἐκείνην σκεδαννύουσιν, οὐ ῥιπίζουσιν. κᾀν τῷδε δῆλον ὡς δεῖται μὲν τῆς ἐπικτήτου κινήσεως ἡ φλὸξ πρὸς αὔξησιν, οὐ μὴν ἀμέτρου γε ταύτης. ἀῤῥωστεῖ μὲν γὰρ οὐδ’ ὅλως ῥιπιζομένη, σκεδάννυται δὲ καὶ διαφορεῖται πρὸς τῆς ἔξωθεν κινήσεως ἐπιπιπτούσης. κατὰ μὲν δὴ τὸ πρῶτον εἶδος τῆς αἰτίας ὑπὸ παντὸς τοῦ προσπίπτοντος ἔξωθεν ψυχροῦ, τοῦ μὲν κατὰ τὴν θίξιν μόνον, τοῦ δὲ κατὰ τὴν δύναμιν ἔσται τι νόσημα ψυχρόν. οὕτως ἐν ὕδατι ψυχρῷ νηξάμενός τις ἐβλάβη, καὶ κακῶς λουσάμενος, καὶ διὰ κρύους ὁδοιπορήσας. ἐνίους δὲ καὶ ἀποθανόντας οἶδα πρὶν οἴκαδε παραγενέσθαι. κατὰ δὲ τὸ δεύτερον ἢ ἀπόπληκτος, ἢ ἐπίληπτος, ἢ κίνησιν ἢ αἴσθησιν βεβλαμμένος, ἤ πως ἄλλως κατεψυγμένος ἐξ οἰνοφλυγίας τις ἐγένετο. καί τοί γε αὔξει τὴν ἔμφυτον θερμασίαν ὁ σύμμετρος οἶνος, ὡς ἂν οἰκειοτάτη τροφή. καὶ μὲν δὴ καὶ ἡ τῶν χρηστοτάτων τε καὶ τροφιμωτάτων τῷ ζώῳ σιτίων ἄμετρος προσφορὰ νοσημάτων ψυχρῶν αἰτία γίγνεται. ὅσα δὲ ψυχρότερα φύσει τῶν ἐσθιομένων ἢ πινομένων, καὶ ταῦτα ψυχρῶν νοσημάτων αἴτια. τῶν τοιούτων δέ ἐστι καὶ μήκων καὶ μανδραγόρα καὶ ὑοσκύαμος καὶ κώνειον, ἃ δὴ καὶ κτείνει τῷ σφοδρῷ τῆς ψύξεως. ἡ δέ γε στέγνωσις ἡ ἐσχάτη, τρίτον γὰρ δὴ τοῦτο νοσημάτων ψυχρῶν αἴτιον ἐτιθέμεθα, κάρους τε καὶ κώματα καὶ ἀποπληξίας ἐργάζεται· καὶ τοῦτο ἔστι τὸ πρὸς Ἱπποκράτους λεγόμενον, ὡς τῷ ἐξαίφνης ἄφωνον γενέσθαι, φλεβῶν ἀπολήψιες τὸ σῶμα λυπέουσιν, ὀνομάζει μὲν γὰρ ὁμοίως τοῖς ἄλλοις παλαιοῖς τὰ δύο γένη τῶν ἐναίμων ἀγγείων φλέβας, οὐχ ὥσπερ οἱ νεώτεροι τὸ ἕτερον μόνον τὸ μὴ σφύζον. ἐπειδὰν δὲ ἀποληφθῶσιν αἱ κατὰ τὸ ζῶον ἀρτηρίαι, τοῦτ’ ἔστιν οὕτω πληρωθῶσιν αἵματος, ὡς μηδεμίαν ἔτι κενὴν ἀπολείπεσθαι χώραν ἐν αὐταῖς, εἰς ἣν ἐν τῷ διαστέλλεσθαι τὸν ἔξωθεν ἀέρα ἐπισπᾷν δυνήσονται, καταπνίγεται μὲν ἐν τῷδε καὶ ἔμφυτον θερμὸν, ἀκίνητοι δὲ καὶ ἀναίσθητοι διὰ ταχέων οἱ οὕτω παθόντες ὅλῳ τῷ σώματι γίγνονται. δέδεικται γὰρ οὖν καὶ τοῦθ’ ἡμῖν ἐν μὲν τῷ περὶ χρείας σφυγμῶν, ὡς ὑπὲρ τοῦ φυλάττεσθαι σύμμετρον ἐν ἅπασι τοῖς μέρεσι τοῦ ζώου τὸ κατὰ φύσιν θερμὸν αἱ ἀρτηρίαι σφύζουσιν· ἐν δὲ τῷ περὶ χρείας ἀναπνοῆς, ὅτι καὶ ἥδε τὴν ἐν τῇ καρδίᾳ θερμότητα φυλάττει σύμμετρον. ὥσπερ οὖν εἰ τὰς ἐκτὸς ταύτας φλόγας ἀποστερήσαις τῆς πρὸς τὸ περιέχον κοινωνίας, ἢ πνιγέαν περιθεὶς αὐταῖς, ἢ σικύαν, ἤ τι τοιοῦτο ἄλλο, διαφθερεῖς παραχρῆμα, κατὰ τὸν αὐτὸν τρόπον, εἰ καὶ τὴν ἐν τοῖς ζώοις θερμότητα καθείρξαις τε καὶ κατακλείσαις, ὡς μηδαμῆ κοινωνεῖν τῷ πέριξ ἀέρι, διαφθερεῖς ἐν τάχει. ἡ μὲν οὖν ἐν τῇ καρδίᾳ θερμασία διὰ τοῦ τῆς φάρυγγος πόρου κοινωνεῖ τῷ περιέχοντι, καὶ εἰ τοῦτον στεγνώσαις, καταπνίξεις τε αὐτὴν αὐτίκα καὶ διαφθερεῖς τὸ ζῶον. ἡ δ’ ἐν ταῖς καθ’ ὅλον τὸν ὄγκον τοῦ σώματος ἀρτηρίαις θερ μασία διά τε τῆς καρδίας αὐτῆς, καθ’ ὃ κοινωνεῖ τῇ φάρυγγι, καὶ διὰ παντὸς τοῦ δέρματος ἐς τὸ περιέχον ἀναπνεῖ, ῥιπιζομένη μὲν ἐν ταῖς διαστολαῖς, ἀποχέουσα δὲ τὸ αἰθαλῶδες ἐν ταῖς συστολαῖς, ὑφ’ ὧν ἀμφοτέρων ἡ κατὰ φύσιν αὐτῆς συμμετρία διασώζεται. καὶ δὴ καὶ στεγνωθεισῶν τῶν  ἀρτηριῶν ἤτοι, καθάπερ ὀλίγον ἔμπροσθεν ἔφαμεν, ὑπὸ πλήθους αἵματος, ἢ τινῶν ἐμφραγμάτων ἐν τοῖς στόμασιν αὐτῶν γενομένων, ὡς μηδαμῆ διαπνεῖσθαι, σβεσθῆναι μὲν ἀνάγκη τὸ θερμὸν, νεκρωθῆναι δὲ τὸ διατεθὲν οὕτω σῶμα. μετρίας μέντοι τῆς στεγνώσεως γενομένης, οὐκ ἔτι ἐξ ἀνάγκης συστήσεται πάθημα τοιοῦτον περὶ τὴν ἔμφυτον θερμασίαν. ἀλλ’ εἰ μὲν οἷον αἰθαλῶδές τι καὶ καπνῶδες εἴη, τηνικαῦτα τὸ κατὰ τὸ τοῦ ζώου σῶμα περίττωμα γενόμενον ἕτερον ἔσται πάθημα τῆς ἐμφύτου θερμασίας· εἰ δ’ ἀτμίζον ᾖ μόνον ἡδὺ καὶ χρηστὸν, ἕτερον. ἑκάτερον δ’ αὐτῶν διττὸν, ὡδί πως διαφέρον. ὅταν γὰρ αἷμα χρηστὸν ἀκριβῶς ᾖ κατὰ τὸ σῶμα, μηδενὶ περιττώματι μοχθηρῷ τεθολωμένον, ἀτμὸς ἐξ αὐτοῦ θερμαινομένου χρηστὸς ἐγείρεται, μηδὲν ἐπιφερόμενος ἅμ’ ἑαυτῷ πυρῶδες ἢ δριμύ. τὸ μὲν δὴ τοιοῦτον σῶμα μετρίως στεγνωθὲν ἢ πληθωρικὸν ἐν τάχει γένοιτ’ ἂν, ἢ θερμότερον τοῦ κατὰ φύσιν· ἀταλαιπώρως μὲν διαιτωμένοις πληθωρικὸν, ἔνδον μενόντων ὧν ἐχρῆν πονουμένων ἐκκενοῦσθαι· διαπονοῦσι δὲ θερμότερον, ὡς ἂν ἐκ μὲν τῆς κινήσεως αὐξανομένης τῆς ἐμφύτου θερμασίας, μὴ διαπνεομένης δὲ τῷ πεπυκνῶσθαι τὸ σῶμα. κατὰ δὲ τὸ καπνῶδες ὑποτρέφον περίττωμα σῶμα στεγνωθὲν ἤτοι πυρετὸς ἐξαφθήσεται, κατακλεισθείσης ἔνδον τῆς λιγνυώδους ἀναθυμιάσεως, ἢ καταπνιγήσεται καὶ σβεσθήσεται τὸ ἔμφυτον θερμόν. ἑκάτερον δ’ αὐτῶν ἀκολουθήσει τῷ τε πλήθει τοῦ περιττώματος καὶ τῷ ποσῷ τῆς στεγνώσεως. εἰ μὲν γὰρ τὸ καπνῶδες περίττωμα τὸ δεόμενον τῆς κενώσεως εἴη πάμπολυ καὶ ἡ στέγνωσις σφοδρὰ, κίνδυνος ἀποσβεσθῆναι καταπνιγεῖσαν ὑπὸ τοῦ περιττώματος τὴν ἔμφυτον θερμασίαν· εἰ δ’ ὀλίγον τε εἴη τὸ περίττωμα καὶ ἡ στέγνωσις βραχεῖα, πυρετὸς ἀναφθήσεται. δῆλον οὖν ὡς καὶ τὰς φυσικὰς ἐπίστασθαι χρὴ καὶ τὰς ἐπικτήτους διαθέσεις τοῦ σώματος, ἐν αἷς ἤτοι λιγνυῶδες, ἢ καπνῶδες, ἢ ἀτμῶδές ἐστι τὸ διαπνεόμενον. ἀλλὰ τοῦτο μὲν ἐν τῇ τῆς θεραπευτικῆς μεθόδου λεχθήσεται πραγματείᾳ· νυνὶ δὲ ἐπὶ τὸ προκείμενον ἐπανίωμεν. ὥσπερ γὰρ ἡ στέγνωσις ψύξεως αἰτία πολλάκις γίγνεται καθ’ ὃν εἴρηται τρόπον, οὕτω καὶ ἡ μάνωσις, ὅταν ἐπιπλέον ἢ προσῆκε διαφορήσῃ τε καὶ σκεδάσῃ τὸ ἔμφυτον θερμὸν, ψυχρότερον ἀπεργάζεται τὸ σῶμα. γίγνεται δὲ ταῦτα καὶ καθ’ ὅλον μὲν τὸ ζῶον, οὐ μὴν ἀλλὰ καὶ καθ’ ἕκαστον μόριον ὡσαύτως, ἤτοι στεγνούμενον, ἢ μανούμενον. εἰ γὰρ ἥν περ ὅλον ἔσχε τὸ σῶμα διάθεσιν ἐπὶ ταῖς ἐμφράξεσί τε καὶ πληρώσεσι τῶν ἀρτηριῶν, ταύτην σχοίη τὸ μόριον ὑπὸ τῶν ἐν αὐτῷ μόνων πεπονθυιῶν ἀρτηριῶν, ἀνάγκη δήπου καὶ νοσῆσαι παραπλησίως αὐτῷ. καὶ μὲν δὴ καὶ τὰ προσπίπτοντα ἔξωθεν αὐτῷ φάρμακά τε καὶ ὕδατα φαρμακώδη καὶ ψυχρὰ καὶ αὐτὸ τὸ περιέχον ἤτοι στέγνωσιν, ἢ μάνωσιν ἄμετρον ἐναπεργάζεσθαι δυνήσεται τῷ μορίῳ. καί τινες βίαιοι δεσμοὶ ποτὲ μὲν αὐτῷ τῷ μέρει, ποτὲ δὲ τοῖς ὑπερκειμένοις περιτιθέμενοι νεκρώσουσί τε καὶ καταψύξουσιν αὐτὸ, τῆς πρὸς τὴν ἀρχὴν τοῦ ζώου κοινωνίας στερήσαντες, ἐξ ἧς αὐτῷ καὶ ἡ σύμφυτος ἐπέῤῥει θερμασία καὶ ἡ κινοῦσα τὰς ἀρτηρίας δύναμις ἐχορηγεῖτο. Περὶ μὲν δὴ τῶν θερμῶν τε καὶ ψυχρῶν νοσημάτων αὐτάρκως εἴρηται· περὶ δὲ τῶν ξηρῶν ἐφεξῆς λεγέσθω. εἰ δέ τις διαπονοίη μὲν πλείω καὶ διαπνοίη, τρέφοιτο δὲ ἐλάττω, καὶ ταῦτα ξηρότερα τὴν δύναμιν, ξηρότερος ὢν τὴν κρᾶσιν, εἰς ξηρὸν ῥᾳδίως ὑπαχθήσεται νόσημα, καὶ μάλιστα εἰ φροντίσειεν, ἢ ἀγρυπνήσειε πλείω. καὶ μὴν καὶ αἱ τοῦ περιέχοντος ἡμᾶς ἀέρος καταστάσεις αἱ ξηραὶ ξηραίνουσι δηλονότι καὶ αὐτὰ τὰ τῶν ζώων σώματα, καὶ νῆξις ἐν ὕδατι νιτρώδει τε καὶ θειώδει καὶ στυπτηριώδει καὶ ἀσφαλτώδει καί τινος ἑτέρου τοιαύτης ποιότητος μετέχοντι. καὶ μέν γε καὶ ὅσα τῶν φαρμάκων ξηρὰ τὴν δύναμίν ἐστιν, εἴτ’ ἔσωθεν, εἴτ’ ἔξωθεν προσφέροιτο, ξηραίνει καὶ ταῦτα. εἴρηται δὲ ὑπὲρ αὐτῶν ἐπιπλέον ἐν τοῖς περὶ φαρμάκων. Αὗται μὲν καὶ αἱ τῶν ξηρῶν νοσημάτων αἰτίαι. τῶν δ’ ὑγρῶν αἱ ἐναντίαι σύμπασαι, ἐδεσμάτων μὲν ὑγροτέρων τὴν δύναμιν ἀφθονία, καὶ πλείω τὰ πώματα, καὶ σύμπασα ἡ ἁβροτέρα δίαιτα, καὶ ἡ θυμηδία, καὶ λουτρὰ γλυκέων ὑδάτων πολλὰ, καὶ μᾶλλον μετὰ τροφήν. οὕτω δὲ καὶ ἀργὸς ὁ σύμπας βίος, καὶ ἄπονος, ὄμβροι τε πολλοὶ, καὶ ἡ πᾶσα κατάστασις ὑγρὰ, καὶ φάρμακα ταὐτὸ τοῦτο δρᾷν δυνάμενα.