Λέγειν δὲ ἑπόμενον ἂν εἴη τὰ τῶν ὀργανικῶν. ἐν τούτοις οὖν ὅτι μὲν ἕν τι πάντως ἐστὶ μόριον αἴτιον τῆς ἐνεργείας, τὰ δ’ ἄλλα πάντα χρείαν τινὰ τούτῳ παρέξοντα γέγονεν, ἑτέρωθι δέδεικται. βλαβήσεται δὲ ἡ ἐνέργεια τοῦ παντὸς ὀργάνου μάλιστα μὲν καὶ πρώτως αὐτοῦ τοῦ τῆς ἐνεργείας αἰτίου σώματος νοσήσαντος, ἤδη δὲ καὶ τῶν ἄλλων ἁπάντων αἱ μείζους διαθέσεις ἐμποδίζουσι τὴν ἐνέργειαν. ὅσαι μὲν οὖν οὐ καθ’ ἑαυτὰς, ἀλλὰ τῷ βλάπτειν δὴ τὸ πρῶτον αὐτῆς ὄργανον ἐμποδίζουσιν, αἰτίαι νοσημάτων εἰσὶν, οὐκ αὐταὶ νοσήματα εἰσίν. χωρὶς δὲ τοῦ βλάπτειν τι τὸ πρῶτον τῆς ἐνεργείας μόριον εἰ τὴν ἐνέργειαν ἐμποδίζειν δύναιντο, νοσήματα ἤδη τὰς τοιαύτας διαθέσεις κλητέον. ἔσονται δὲ, ὡς ἐλέγομεν, ἤτοι τῆς κατὰ φύσιν ὑπηλλαγμένης διαπλάσεως, ἢ μὴ σωζομένου τοῦ δέοντος ἀριθμοῦ τῶν μορίων,  ἢ τὸ μὴ προσῆκον ἑκάστου φυλάττοντος μέγεθος ἢ ὡς οὐ χρὴ συγκειμένων αὐτῶν. ἐπειδὴ γὰρ ἀπεδείχθη μηδὲν τούτων εἰκῆ γεγονέναι πρὸς τῆς φύσεως, ἀλλὰ πάνθ’ ἕνεκα τοῦ βέλτιον ἢ ἀσφαλέστερον ἐνεργεῖν τὸ σύμπαν ὄργανον, ἀνάγκη πᾶσα καὶ τὰς βλάβας αὐτῶν, ὅσαι μὲν ἤτοι κωλύουσιν ὅλως ἐνεργεῖν ἢ ἐμποδίζουσιν αὐτὰ, νοσήματα νομίζεσθαι, τὰς δ’ εἰς τὴν βλάβην τοῦ πρώτου τῆς ἐνεργείας μορίου διαφερούσας αἰτίας νοσημάτων, ὡς ἀρτίως εἵρηται, προσαγορεύεσθαι. Διὰ τοῦτ’ οὖν οἵ τε βλαισοὶ καὶ ῥαιβοὶ καὶ οἱ λείας ἔχοντες τὰς βάσεις χεῖρον ἐνεργοῦσι τοῖς σκέλεσιν ἁμαρτίᾳ τοῦ προσήκοντος σχήματος. οὕτω δὲ καὶ ὅσοι κάταγμα σχόντες οὐκ ὀρθῶς διεπλάσθησαν, οὐδ’ αὐτοὶ καλῶς ἐνεργοῦσι τῷ κώλῳ. κακῶς δὲ καὶ ὅσοι διὰ μέγεθος ἀρθρίτιδος ἐξεστράφησαν, ἢ, τῶν ὀφρύων περιθραυσθεισῶν τῶν κατὰ τὰς διαρθρώσεις, ἑτοίμως ὑπερβαῖνον καὶ ἐκπῖπτον ἔσχον τὸ ἄρθρον, ἢ, πώρου κατ’ αὐτὸ πλείονος ἐπιτραφέντος ἐν ταῖς τοιαύταις διαθέσεσι, δυσκίνητον ὑπὸ στενοχωρίας τὴν ὅλην ἔσχον διάρθρωσιν. αὗται μὲν οὖν ἐπίκτητοι κακίαι σχημάτων. σύμφυτοι δὲ κυουμένων ἔτι κατὰ τὴν πρώτην διάπλασιν ἐμποδισθεῖσαν ἐν ἅπαντι μορίῳ τοῦ σώματος γίγνονται, νοσῶδες ἐκείνῳ τῷ μορίῳ τὸ ζῶον ἐργαζόμεναι. χρὴ γὰρ καὶ τὸ τῆς καρδίας σχῆμα, καὶ τὸ τοῦ πνεύμονος, καὶ τὸ τῆς γαστρὸς, ἐγκεφάλου τε καὶ γλώσσης, καὶ σπληνὸς, καὶ νεφρῶν, καὶ τῶν ἄλλων ἁπάντων φυλάττεσθαι· γενομένης γάρ τινος βλάβης ἀμφ’ αὐτὰ, χεῖρον ἀνάγκη καὶ τὸ οἰκεῖον ἔργον ἀποτελεῖσθαι τοῦ σύμπαντος ὀργάνου. καὶ μὴν καὶ τὸ τῶν κοιλοτήτων ἁπασῶν τῶν κατὰ τὰ μόρια μέγεθός τε καὶ πλῆθος εἰ μὴ φυλάττοιτο, βλάπτοιτο ἂν ἐξ ἀνάγκης καὶ διὰ ταῦθ’ ἡ ἐνέργεια. πολλὰ δὲ τὰ τοιαῦτα νοσήματα, τὰ μὲν συμφύσει τινὶ, τὰ δὲ ἐμφράξει γλίσχρων ὑγρῶν καὶ παχέων συνιστάμενα, τὰ δ’ αὖ αὐαινομένων τῶν σωμάτων, ἢ στενοχωρουμένων ὑπό τινος τῶν περικειμένων, ἐμπίπτοντος αὐτοῖς καὶ θλίβοντος. ἐνίοτε δὲ καὶ αὐτῶν τῶν τοὺς τοιούτους πόρους ἐχόντων σωμάτων ἡ οὐσία σκιῤῥουμένη τε καὶ φλεγμαίνουσα, καὶ σφακελίζουσα, καὶ διαπυϊσκομένη, καὶ οἰδισκομένη, καὶ ἄλλως ὁπωσοῦν ἐπίκτητον μέγεθος προσλαμβάνουσα, κᾄπειτα τὸν ὄγκον εἰς τὰς ἐντὸς ἀποχέουσα κοιλότητας, ἐμφράττει τοὺς πόρους, ἑτέρους ὄντας τούτους ἐκείνων τῶν πόρων, ὧν οἱ τῆς προτέρας αἱρέσεως ἡγεμόνες ὑπετίθεντο κατὰ τὴν τῶν πρώτων καὶ ἀπαθῶν στοιχείων σύνοδον γίνεσθαι. τοὺς γὰρ τῶν ἐντέρων, καὶ φλεβῶν, καὶ ἀρτηριῶν, καὶ πάντων τῶν τοιούτων ὀργάνων πόρους, τούτους δὴ τοὺς μεγάλους τε καὶ σαφεῖς ἅπαντες ἐναργῶς ὁρῶμεν. εἰ δὲ καὶ διαλανθάνοι ποτὲ τὴν αἴσθησιν ὑπὸ σμικρότητος ὁ τοιοῦτος πόρος, οὐδ’ οὗτος ἐκ ταὐτοῦ γένους ἐστὶν ἐκείνοις τοῖς πόροις, οὓς ἡ προτέρα τῶν αἱρέσεων ὑπετίθετο. κατὰ δὴ τὰς τοιαύτας ἁπάσας διαθέσεις, ἐν αἷς, τῶν σωμάτων αὐτῶν εἰς ὄγκον τινὰ ἀρθέντων, ἀποκλείεσθαί τε καὶ στενοχωρεῖσθαι τοὺς πόρους συμβαίνει, ποτὲ μὲν ἓν ἔσται νόσημα μόνον, ἡ ἔμφραξις ἡ τὴν ἐνέργειαν βλάπτουσα, ποτὲ δὲ καὶ τοῦτο μὲν, ἀλλὰ καὶ ἡ τῶν σωμάτων διάθεσις ἡ τὴν ἔμφραξιν ἐργασαμένη. μηδεμίαν οὖν ἔχοντος ἰδίαν ἐνέργειαν τοῦ τὸν ὄγκον κεκτημένου σώματος, ἓν μὲν τὸ νόσημα ἔσται τὸ κατὰ τὴν ἔμφραξιν, αἰτία δὲ αὐτοῦ καὶ οὐκ ἔτι νόσημά ἐστιν ἡ τοῦ τὸν ὄγκον ἔχοντος σώματος διάθεσις. εἰ μὲν γὰρ ὁ χιτὼν τῆς ἐν τοῖς σιμοῖς τοῦ ἥπατος, εἰ τύχοι, φλεβὸς ὁτιοῦν τοιοῦτον παθὼν ἐστεγνώθη τὸν πόρον, ἐξ οὗ μεταλαμβάνει τὸ αἷμα τὰ ἐν τοῖς κυρτοῖς τοῦ ἥπατος ἀγγεῖα, δύο ἂν οὕτως εἴη νοσήματα, τό τε τῆς φλεβὸς αὐτῆς, ἣ πέπονθε, καὶ ἡ κατὰ τὸν πόρον ἔμφραξις. ἐμποδίζει γοῦν ἡ μὲν τῆς φλεβὸς διάθεσις αἵματος χρηστοῦ γένεσιν, ἡ δὲ ἔμφραξις ἀνάδοσιν· ἐνέργεια δ’ ἑκατέρου τούτων ἀναγκαία τῷ ζώῳ. δῆλον γὰρ, ὡς αἱ διαθέσεις αἱ βλάπτουσαι τὰς ἐνεργείας πρώτως αὗται λέγοιντ’ ἂν εἶναι νοσήματα. τῆς μέντοι φλεβὸς αὐτῆς μηδὲν πεπονθυίας, εἰ διὰ γλίσχρους τινὰς ἢ παχεῖς χυμοὺς σφηνωθέντας ἐν τοῖς πόροις ἡ ἀνάδοσις βλάπτοιτο, μόνον ἂν τοῦτ’ εἴη νόσημα κατὰ τὸ σπλάγχνον ἡ ἔμφραξις. οὕτω δὲ καὶ κατὰ τὸ ἔντερον εἰ μὲν ἔμφραξις εἴη μόνον, ἓν ἔσται καὶ τὸ νόσημα· φλεγμαίνοντος δὲ αὐτοῦ καὶ διὰ τοῦτο ἀποκλείοντος τὴν ἐντὸς εὐρυχωρίαν καὶ κωλύοντος ἰέναι κάτω τὰ περιττώματα, δύο ἂν εἴη καὶ τὰ νοσήματα. πολλάκις μὲν γὰρ ὑπὸ νοσήματος γίγνεται νόσημα, καθάπερ ἐπί τε τῶν προειρημένων ἔχει, κᾀπειδὰν ἐπὶ φλεγμοναῖς, ἢ ἐρυσιπέλασιν, ἢ ἕρπησιν, ἢ ἄνθραξιν, ἤ τινι τοιούτῳ ἐπιγένηται πυρετός. ἐνίοτε δὲ τὸ μὲν ἀποτελούμενον ἐνεργείας ἐστὶ βλάβη, καὶ χρὴ καλεῖν αὐτὸ πάθημά τε καὶ σύμπτωμα, τὸ δ’ αἴτιον αὐτοῦ δηλονότι νόσημα, καθάπερ ἡ μὲν ἔμφραξις τοῦ μηκέτι ἀναδίδοσθαι τὴν τροφὴν, ἡ κατάψυξις δὲ τῆς δυσαισθησίας αἴτιον ὑπάρχει, νόσημα οὖσα συμπτώματος. ὅταν δ’ αὐτὴ μὲν ἡ διάθεσις ἐνέργειαν βλάπτῃ πρώτως, τὸ δ’ αἴτιον αὐτῆς μὴ βλάπτῃ πρώτως, τὴν μὲν διάθεσιν νόσημα, τὸ δ’ ἐργαζόμενον αὐτὴν αἰτίαν ὀνομάζειν χρὴ νοσήματος, ὥσπερ ἐπί τε τῶν γλίσχρων ἔχει χυμῶν καὶ τῆς ἐμφράξεως· αὐτὴ μὲν γὰρ ἡ ἔμφραξις τὸ νόσημά ἐστιν, οἱ χυμοὶ δὲ αἴτιοι τοῦ νοσήματος. ἅπαντ’ οὖν ὅσα περὶ τὰς κοιλότητας γίνεται νοσήματα, ποτὲ μὲν ἐμφραττομένων,  ποτὲ δὲ ἀμέτρως εὐρυνομένων, ὑπὸ τὸ τῆς διαπλάσεως τοῦ μέρους ἀναχθήσεται γένος· ἐμποδίζεται γάρ πως ἐν τούτοις ἅπασιν ἡ φυσικὴ διάπλασις. ἀλλὰ μὲν δὴ καὶ λειότης καὶ τραχύτης οὐδ’ αὗται ματαίως ὑπὸ τῆς φύσεως ἐγένοντο διαπλαττούσης τὰ μόρια. συστήσεται γοῦν κᾀνταῦθα νοσήματα κατὰ πάντα τὰ μόρια, τοῦ μὲν φύσει λείου τραχυνθέντος, τοῦ δ’ αὖ τραχέος λείου γενομένου. φανερώτατα δ’ αὐτῶν τοῖς ἰατροῖς ἐστι τά τ’ ἐν τοῖς ὀστοῖς γινόμενα τραχυνομένοις τε καὶ λειαινομένοις, αἵ τε τῆς φάρυγγος τραχύτητες ἐργαζόμεναι βῆχας. χρὴ δὲ κᾀνταῦθα γινώσκειν, ὡς ἐνίοτε τὸ σχῆμα τοῦ μορίου βλαβὲν ἐκάκωσεν ἅμα ἑαυτῷ τινα πόρον, οἷόν τι κᾀπὶ τῆς ῥινὸς φαίνεται γιγνόμενον, ἐπειδὰν ὑπὸ πληγῆς βιαίου ποτὲ σιμωθεῖσα στεγνωθῇ τὸν ἐντὸς πόρον εἰς τοσοῦτον, ὡς ἤτοι μηδ’ ὅλως ἢ μόγις ἀναπνεῖν δι’ αὐτοῦ. δῆλον οὖν, ὡς ἐν ταῖς τοιαύταις διαθέσεσιν ἡ μὲν στενοχωρία τοῦ πόρου τὸ νόσημά ἐστι, (πρώτως γὰρ αὕτη τὴν τῆς ἀναπνοῆς ἐνέργειαν ἐμποδίζει,) προηγουμένη δ’ αὐτῆς αἰτία τῆς ῥινὸς ἡ σιμότης, βλάβη τοῦ κατὰ φύσιν ἐν αὐτῇ σχήματος ὑπάρχουσα. κατὰ μὲν δὴ τὸ τῆς διαπλάσεως γένος τὸ ἐξιστάμενον τοῦ κατὰ φύσιν εἰς τοσοῦτον, ὡς ἐνέργειαν ἤδη βλάπτειν, αἱ προειρημέναι διαφοραὶ τῶν νοσημάτων γενήσονται. Κατὰ δὲ τὸν ἀριθμὸν τῶν ἁπλῶν μορίων, ἐξ ὧν ἕκαστον τῶν ὀργάνων συνίσταται, διτταὶ μὲν αἱ πρῶται διαφοραὶ τῶν νοσημάτων γενήσονται, ἢ ἐλλείποντός τινος μέρους, ἢ περιττεύοντος· ἐν ἑκατέρᾳ δ’ αὐτῶν ἕτεραι. τῶν μὲν γὰρ περιττευόντων τὰ μὲν ἐκ τοῦ γένους ἐστὶ τῶν κατὰ φύσιν, ὡς εἰ καί τῳ γένοιτο ἕκτος δάκτυλος, ἢ ἐν ὀφθαλμῷ πτερύγιον, ἢ ἐν ῥινὶ βλάστημα σαρκὸς, ἢ κατ’ ἄλλον τινὰ πόρον ὁτιοῦν τοιοῦτον ἕτερον. ἔσται δὴ καὶ τούτων αὐτῶν τὰ μὲν νοσήματα, καθάπερ τὸ πτερύγιον, (ἐμποδίζει γὰρ, ὅταν ἱκανῶς αὐξηθῇ, τὴν ὄψιν, ἐπισκοτοῦν τῇ κόρῃ,) τὰ δ’ αἴτια τῶν νοσημάτων, ὡς τα βλαστήματα τοὺς πόρους ἐμφράττοντα· πρώτως γὰρ νόσημα ἡ ἔμφραξίς ἐστιν, ὅτι καὶ πρώτως βλάπτει τὴν ἐνέργειαν. ἔνια δ’ ὅλῳ τῷ γένει παρὰ φύσιν ἐστὶν, ὡς ἕλμινθές τε καὶ ἀσκαρίδες, καὶ ὁ ἐν τῇ κύστει λίθος, καὶ τὸ χαλάζιον ἐν ὀφθαλμῷ, καὶ τὸ ὑπόχυμα, καὶ τὸ πύον, ἀκροχορδόνες τε καὶ μελικηρίδες καὶ ἀθερώματα καὶ στεατώματα, καὶ ἄλφοι, καὶ λέπραι, καὶ λεῦκαι, καὶ πῶροι, καὶ τὰ ἐν τοῖς ἀποστήμασιν εὑρισκόμενα ἅπαντα. ὅτι δὲ καὶ τούτων ὅσα μὲν ἐνέργειαν ἐμποδίζει πρώτως, νοσήματα ἐροῦμεν, ὥσπερ τὸ ὑπόχυμα, τὰ δὲ μὴ τοιαῦτα νοσημάτων αἴτια, πρόδηλον παντί. τῶν δ’ ἐλλειπόντων μορίων τὰ μὲν ὅλα τελέως ἀπόλωλε, τὰ δὲ οἷον ἐξ ἡμίσεως ἀποκέκοπταί τε καὶ κεκολόβωται. κατὰ μὲν δὴ τὴν πρώτην γένεσιν ὡς πάμπολλα γίγνεται τοιαῦτα, πρόδηλον παντί. μετὰ δὲ τὴν ἀποκύησιν ἐξαιρεῖται μὲν ὅλα πολλάκις ὀστᾶ κατά τε τοὺς δακτύλους καὶ τὰ κῶλα καὶ τὴν κεφαλὴν καὶ τὰς πλευράς· ἀφαιρεῖται δὲ καὶ δάκτυλος ἐνίοτε καὶ ποὺς καὶ ἄκρα χεὶρ καὶ κνήμη καὶ πῆχυς· ἐξαιροῦνται δὲ καὶ φλέβες κιρσώδεις καὶ ἀδένες σκιῤῥωθέντες καὶ ὀδόντες τρηθέντες· καὶ μὲν δὴ καὶ γαργαρεὼν ἀφαιρεῖται καὶ ἐπίπλοον καὶ πόσθη καὶ αὐτοῦ τι τοῦ αἰδοίου, καὶ πολλάκις γε καὶ σύμπαν αἰδοῖον, ὥσπερ γε καὶ οἱ ὄρχεις. ἐνδακὼν δέ τις ἔναγχος ἐπὶ σπασμῷ μεγάλῳ τοῦ παντὸς σώματος ἀπέτραγε τῆς γλώττης τὸ πρόσθει, εἶτ’ ἐσώθη μὲν ἐκ τοῦ σπασμοῦ, διαλέγεσθαι δὲ ὁμοίως οὐκ ἠδύνατο. τούτου τοῦ γένους ἐστὶ καὶ τὰ κολοβώματα καλούμενα χειλῶν καὶ ῥινῶν καὶ ὤτων, καὶ ὅσα ἑτέρων σαρκωδῶν μορίων ἢ ἀποσπασθέντα σφοδρῶς, ἢ διασαπέντα τελέως ἐξετμήθη. κατὰ πάσας γὰρ τὰς τοιαύτας περιστάσεις ὁ κατὰ φύσιν ἀριθμὸς οὐ συμπεπλήρωται τῶν μορίων, ἢ ἑνὸς ἢ δυοῖν ἢ καὶ πολλῶν λειπόντων καὶ ἤτοι τελέως ἀπολωλότων ἢ ἐκ μέρους ἀφῃρημένων. ὅσα μὲν δὴ τῶν τοιούτων ἐνεργείας ἐμποδίζει κατὰ τὸν ἑαυτῶν λόγον, ἐν τῷ τῶν νοσημάτων γένει τετάξεται· τὰ δ’ ἤτοι καταψύχοντά τι μόριον ἕτερον ἐνεργείας ἀπεργαστικὸν ἢ τροφὴν ἐλλιπῶς ἐπάρδοντα νοσημάτων αἴτια· τινὰ δὲ ἄμφω συλλαβόντα ἔχει καὶ τὴν ὡς αἰτίου χώραν καὶ τὴν ὡς νοσήματος, οἷον καὶ γαργαρεὼν, ὁπόταν ἕως βάσεως ἐκτμηθεὶς καὶ τὴν φωνὴν παραβλάπτῃ καὶ ψύχῃ τὰ κατὰ τὸν πνεύμονά τε καὶ τὸν θώρακα. ἐπειδὴ γὰρ ἔμαθες ἐν τοῖς τῶν ἐνεργειῶν τε καὶ χρειῶν λογισμοῖς, ὡς ἁπάντων τῶν τοῦ ζώου μορίων τὰ μὲν εἰς ἐνέργειάν τινα συντελεῖ τῷ παντὶ ζώῳ χρησίμην, τὰ δ’ αὐτὰ μὲν οὐδὲν ἐνεργεῖ, χρείαν δέ τινα τοῖς ἐνεργοῦσι παρέχεται, δῆλον ὡς καὶ τὰς βλάβας αὐτῶν, τὰς μὲν εἰς ἐνέργειαν ἄντικρυς διαφερούσας νοσήματα ἐρεῖς πρώτως εἶναι τῶν τοῦ ζώου μορίων, τὰς δὲ εἰς χρείαν τινὰ νοσημάτων αἰτίας. ὥσθ’ ὅσα μόρια διττὰς ἐνεργείας ἢ διττὰς χρείας ἀποτελεῖ, κατὰ μίαν ἐνίοτε βλάβην διττὸν ἔξει λόγον, ἢ νοσήματος, ἢ αἰτίας. εἰ δέ τι μόριον ἅμα ἄμφω ποιεῖ, χρείαν καὶ ἐνέργειαν, ὥσπερ ἐνίοις εἶναι δοκεῖ καὶ ὁ γαργαρεὼν, ἡ τούτου τοῦ μέρους ἀπώλεια καθ’ ἕτερον μὲν λόγον ἔσται νόσημα, καθ’ ἕτερον δὲ νοσήματος αἰτία. δῆλον δὲ, ὡς τῷ λοιπῷ τῷ μένοντι καὶ σωζομένῳ τὸ νόσημά ἐστιν, οὐκ αὐτῷ τῷ μηκέτι ὄντι. τῆς γὰρ τοῦ στόματος εὐρυχωρίας κατ’ ἐκεῖνο τὸ μέρος, οὗ νῦν ἐστι τὸ πάθος, μόριον εἶναι φήσεις τὸν κίονά τε καὶ γαργαρεῶνα προσαγορευόμενον.  ὅταν οὖν οὗτος ἀπόληται, λείπει τι τῷ χωρίῳ, καὶ οὕτω τὸ ὅλον ἓν νόσημά τι γίνεται, μένοντος τοῦ κατ’ ἀρχὰς ὁμολογηθέντος, τοῦ πᾶσαν ἐνέργειαν ὑπὸ νοσήματος βλάπτεσθαι. ἢ τοίνυν, ὡς οὐκ ἔστι μία τις ἐνέργεια τοῦ ζώον καὶ ἡ φωνὴ, καὶ ἡ εἰσπνοὴ, καὶ ἡ ἐκπνοὴ, δεικτέον ἐστὶν, ᾒ, εἴπερ τοῦθ’ οὕτως ἔχει, δῆλον, ὡς ἡ τοῦ κίονος ἀπώλεια νόσον ἐναπεργάζεται τῷ οὐρανίσκῳ. κατὰ δὲ τὰ αὐτὰ ταῦτα καὶ ἡ τοῦ ὀδόντος ἀπώλεια νόσημά ἐστιν τοῦ στόματος, εἰ μὲν τῶν πρὸς τὴν μάσσησιν ἐπιτηδείων εἴη, κατ’ ἐκεῖνο τὸ μέρος τῆς μασσήσεως βλαβέντος, εἰ δὲ τῶν τομέων ὀνομαζομένων, εἴς τε τὰς ἐδωδὰς καὶ τὰς διαλέξεις ἐμποδίζοντος. οὕτω δὲ καὶ εἰ τῆς γλώσσης ἀποτμηθείη τὸ ἥμισυ, τῷ λειπομένῳ μέρει παρὰ φύσιν ἐστὶ τὸ κεκολοβῶσθαι. κατὰ ταὐτὰ δὲ καὶ τῷ ἐπιπλόῳ, καὶ τῷ αἰδοίῳ, καὶ πᾶσι τοῖς οὕτω παθοῦσι. καὶ εἰ μὴ νόσημά τις αὐτὸ καλεῖν, ἀλλὰ πάθος ἢ πάθημα βούλοιτο, περὶ ὀνόματος, οὐ περὶ πράγματος ἀμφισβητήσει. δῆλον δὲ, ὡς τῇ μὲν γλώττῃ, καὶ τῷ ἐπιπλόῳ, καὶ τῷ αἰδοίῳ, καὶ ὅλως ἅπασι τοῖς τοιούτοις κεκολοβωμένοις ὀργάνοις ἐστί τις μείωσις τοῦ μεγέθους ἐν ἅπασι τοῖς εἰρημένοις νοσήμασιν· αὐτῷ δὲ τῷ ζώῳ μείωσις μὲν οὐκ ἐξ ἀνάγκης ἔσται σαφὴς, ὡς φαίνεσθαι κολοβὸν, ἀριθμὸς δέ τις ἀφαιρεθήσεται μορίων, εἴγε δὴ καὶ ἀρτηρίαι, καὶ φλέβες, καὶ νεῦρα, καὶ δέρμα ἐνίοτε, καὶ πιμελὴ, καὶ ὑμένες, καὶ σὰρξ ἀφαιρεῖται κατὰ τὰς τοιαύτας διαθέσεις. ἐπὶ μέντοι τοῦ γαργαρεῶνος καὶ τῶν κιρσωδῶν ἀγγείων ἐκτμηθέντων καὶ αὐτῶν τῶν ὀργάνων ἀφαιρεῖταί τις ἀριθμὸς μορίων. καὶ δὴ καὶ τετάξεται τὰ μὲν τοιαῦτα πάντα ὑπὸ τὸν ἀριθμὸν τῶν μορίων ὑπαλλαττομένων· ὅσων δὲ ὀργάνων ἀφαιρεῖται μέν τι, οὐκ ἐξαιρεῖται δὲ τὰ μέρη, ταῦτα ἐν ἀμφοτέροις οἷον τετάξεται τοῖς γένεσι. καὶ γὰρ ἀριθμὸς ἐνδεῖ τῷ ζώῳ μορίων ἁπλῶν, καὶ μέγεθος ὀργάνου συνθέτου· κεκολόβωται γὰρ τὸ ὅλον. καὶ μὲν δὴ καὶ ὡς ἀμφοῖν τοῖν γενοῖν, τοῦ τε κατ’ ἀριθμὸν καὶ τοῦ κατὰ μέγεθος, ἀνωτέρω τάττειν ἑτέραν ἐγχωρεῖ κατηγορίαν τὴν τοῦ ποσοῦ, παντί που δῆλον, εἴγε δὴ τοῦ ποσοῦ τὸ μὲν διωρισμένον ἐστὶν, ὃ δὴ καὶ ποσὸν ἰδικῶς ὀνομάζεται, τὸ δὲ συνεχὲς, ὃ δὴ καὶ πηλίκον προσαγορεύεται. ἀλλ’ ἐν τῷ παρόντι σαφέστερον ἔδοξέ μοι διαιρεῖν αὐτὰ οὕτω, κατὰ μὲν τὸν ἀριθμὸν τάξαντι τὴν ἑτέραν διαφορὰν τοῦ ποσοῦ, κατὰ δὲ τὸ μέγεθος τὴν ἑτέραν. Ἀλλ’ ἐπειδὴ καὶ τὰ κατὰ τοῦτο τὸ γένος εἴρηται νοσήματα, περὶ τῶν κατὰ τὸ μέγεθος ἢ τὸ πηλίκον τῶν μορίων, ἢ ὅπως ἄν τις ὀνομάζειν ἐθέλοι, διέλθωμεν. ἔστι δὲ οὐ ταὐτὸν τοῦτο τῷ προειρημένῳ. μένοντος γὰρ τοῦ κατὰ φύσιν σχήματος τῷ μορίῳ, διαφθει ρομένου δὲ τοῦ μεγέθους, ὅταν ἐνέργειά τις βλάπτηται, διὰ τοῦτο νόσημα ἔσται τοῦ μορίου τὸ συμβεβηκὸς, οἷον εἴ τῳ τηλικαύτη γένοιτο ἧ γλῶττα κατὰ τὴν πρώτην εὐθὺς διάπλασιν, ὡς ἤτοι μηδεμίαν ἔχειν ἀναστροφὴν ἐν τῷ στόματι διὰ τὸ μέγεθος, ἢ διὰ σμικρότητα μὴ ψαύειν ἁπάντων αὐτοῦ τῶν μερῶν. ἐπὶ δὲ τῶν ἤδη τετελειωμένων αἱ μὲν παρὰ φύσιν ἐπαυξήσεις τῶν μορίων οὐ πάνυ τι φαίνονται συνεχῶς γιγνόμεναι, μειοῦνται μέντοι πολλάκις, καὶ καλεῖται τὸ νόσημα πρὸς μὲν ἐνίων ἀτροφία, πρὸς ἄλλων δὲ φθίσις τοῦ μέρους. αἱ δὲ ἐπαυξήσεις τῶν μορίων ἔν τε τοῖς ὑπερσαρκοῦσιν ἕλκεσι γίγνονται κᾀν τῷ καλουμένῳ πριαπισμῷ. Νικομάχῳ δὲ τῷ Σμυρναίῳ πᾶν ἀμέτρως ηὐξήθη τὸ σῶμα, καὶ οὐδὲ κινεῖν ἔτι δυνατὸς ἦν ἑαυτόν· ἀλλὰ τοῦτον μὲν ὁ Ἀσκληπιὸς ἰάσατο. γλῶσσαν δέ τινος ἐπιπλεῖστον αὐξηθεῖσαν ἐθεασάμεθα χωρὶς ἀπάσης ὀδύνης, ὥστε μήτ’ οἴδημα δοκεῖν εἶναι, μήτε σκίῤῥον, μήτε φλεγμονήν· οὔτε γὰρ ἐκοιλαίνετο ὑπὸ πιεζόντων, οὔτ’ ἀναίσθητος ἦν, οὔτ’ ὠδυνᾶτο, ἀλλ’ αὐτὸ τοῦτο μόνον αὔξησίς τις ἄμετρος ὑπῆρχεν, οὐδὲν τῆς οὐσίας αὐτῆς τοῦ μορίου βεβλαμμένης. οὕτω δὲ καὶ ὄρχεις καὶ μαστοὶ τοῖς μὲν ἀμφότεροι, τοῖς δὲ ἀμέτρως ὁ ἕτερος ηὐξήθη. καὶ ἡ καλουμένη δὲ χοιρὰς τούτου τοῦ γένους ἐστὶ, δυσχρηστίαν οὐ μικρὰν ἐν ταῖς ἐνεργείαις, ὅταν ἀμέτρως αὐξηθῇ, παρεχομένη. καὶ μὲν δὴ καὶ αἱ τῶν κανθῶν ἀμετρίαι τούτου τοῦ γένους εἰσίν ὀνομάζεται δὲ ἡ μὲν ἐπὶ πλέον αὔξησις ἐγκανθὶς, ἡ μείωσις δὲ ῥυάς. τοιαῦται μὲν δή τινες καὶ τούτου τοῦ γένους τῶν νοσημάτων αἱ διαφοραί. Τῆς δὲ συνθέσεως τῆς κατὰ φύσιν ὑπαλλαττομένης, γίνεται νοσήματα, παρὰ μὲν τὴν θέσιν ἐν ταῖς ἐξαρθρήσεσί τε καὶ παραρθρήσεσι κᾀν ταῖς ἐντεροκήλαις τε καὶ ἐπιπλοκήλαις ὀνομαζομέναις, παρὰ δὲ τὴν πρὸς τὰ παρακείμενα μόρια μὴ κατὰ φύσιν ὁμιλίαν σύνδεσμός που χαλασθεὶς, ἢ συνταθεὶς, ἢ ἀποῤῥαγεὶς ἐμποδίζει τὴν ἐν ἐκείνῳ τῷ μορίῳ κίνησιν τῆς διαρθρώσεως. ἐν τούτῳ τῷ γένει καὶ οἱ τῆς γλώττης εἰσὶν ἄμετροι δεσμοὶ, καὶ οἱ τῶν αἰδοίων, ἐφ’ οἷς ἡ μὲν εἰς τὸ διαλέγεσθαί τε καὶ μασσᾶσθαι ἱκανῶς ἐμποδίζεται, τὸ δὲ αἰδοῖον ἐν τῷ κατασπείρειν εἰς τὸ θῆλυ πόῤῥω καὶ κατὰ εὐθὺ προπέμπειν ἀδυνατεῖ τὸ σπέρμα, διεστραμμένου τοῦ πόρου. καὶ μὲν δὴ καὶ αἱ συμφύσεις αἱ παρὰ φύσιν ἢ χειλῶν ἑλκωθέντων, ἢ βλεφάρων, ἢ δακτύλων, ἢ ἕδρας,  ἤ τινος ἑτέρου τοιούτου ταύτης εἰσὶν τῆς διαφορᾶς. τοιαῦται μὲν δὴ καὶ αἱ τοῦ παρὰ τὴν σύνθεσιν τῶν μορίων γένους ἰδέαι τῶν νοσημάτων.