Καὶ δὴ ποιῶμεν ἤδη τοῦτο πάλιν ἀπὸ τῆς προτέρας ὑποθέσεως ἀρξάμενοι. δύο οὖν ἐν ταύτῃ τῶν ὁμοιομερῶν σωμάτων ὑπῆρχε νοσήματα ἐν πόρων ἀμετρίᾳ συνιστάμενα, τὸ μὲν εὐρύτης τις αὐτῶν οὖσα, τὸ δὲ στέγνωσις. ἑκατέρου δὲ τούτων ἡ διαφορὰ διττή. στεγνώσεως μὲν οὖν συνίζησίς τε τοῦ σώματος εἰς ἑαυτὸ πανταχόθεν, καὶ αὐτῶν τῶν πόρων ἔμφραξις· εὐρύτητος δὲ τοῦ μὲν σώματος εἰς πᾶν μέρος ἔκτασις, αὐτῶν δὲ τῶν πόρων οἷον ἀναπέτειά τις οὖσα ἐκπτώσει τῶν στοιχείων, ἃ δὴ καὶ κυρίως σώματα προσαγορεύεσθαι φασὶν ἁπλᾶ τε καὶ πρῶτα ὑπάρχοντα· τὰ γὰρ ἐκ τούτων συντιθέμενα συγκρίματα καλοῦσιν. ἐπὶ δὲ τῆς δευτέρας ὑποθέσεως ἡ διαφορὰ τῶν νοσημάτων διττὴ τυγχάνει, ποτὲ μὲν δὴ ταῖς ποιότησι μόναις ἀλλοιουμένων τῶν ὁμοιομερῶν σωμάτων, ἔστιν ὅτε δὲ ῥυείσης εἰς αὐτά τινος οὐσίας τὰς εἰρημένας ἐχούσης ποιότητας. ὁ μὲν δὴ δεύτερος τρόπος, ὄγκον περὶ τοῖς σώμασιν ἐργαζόμενος, ὑπ’ οὐδενὸς ἀγνοεῖται τῶν ἰατρῶν. ἐρυσιπέλατα γὰρ, καὶ φλεγμοναὶ, καὶ οἰδήματα, καὶ φύματα, καὶ φύγεθλα, καὶ χοιράδες, ἐλεφαντιάσεις τε καὶ ψῶραι, καὶ λέπραι, καὶ ἀλφοὶ, καὶ σκίῤῥοι τούτου τοῦ γένους εἰσὶν, οὐδένα λαθεῖν δυνάμενα. τὰ δ’ ἐν τῇ τῶν ποιοτήτων αὐτῶν μόνῃ δυσκρασίᾳ συνιστάμενα νοσήματα δυσφωρατότερα, πλὴν εἰ μὴ μεγάλη ποθ’ ἡ τοῦ μέρους εἰς τὸ παρὰ φύσιν ἐκτροπὴ γένοιτο. τηνικαῦτα γὰρ ἅπασιν ἤδη γνωρίζεται ῥᾳδίως, ἐπὶ μὲν ὅλου τοῦ σώματος ὀνομαζομένη πυρετὸς, ἐπειδὰν τὸ θερμὸν κρατῇ, καὶ κατὰ τὰ μόρια δ’ ἐναργῶς ἐνίοτε φαινομένη. καὶ γὰρ καὶ σκέλη τοῖς πλείω περιπατήσασιν ἀήθως, καὶ χεῖρες, εἴ τις ταύταις πονήσειεν ἐπιπλέον, ἢ ἐρέσσων, ἢ σκάπτων, ἤ τι τοιοῦτον διαπραττόμενος, ἐναργῶς φαίνονται θερμότεραι καὶ αὐτοῖς τοῖς κάμνουσι, καὶ τοῖς ἔξωθεν ἁπτομένοις αὐτῶν. ἐὰν μέντοι τις ὄγκος μέγας προσγένηται τοῖς μορίοις, ἐπιῤῥυείσης τινὸς οὐσίας αὐτοῖς θερμῆς, ἐκ τῆς δευτέρας ἔσται διαφορᾶς τῶν νοσημάτων. ἐκ δὲ τῆς πρώτης ταῦτά τε πάντα τὰ νῦν εἰρημένα καὶ ἢ καθ’ ἓν ὁτιοῦν μέρος, ἢ τὸ σῶμα τοῦ ζώου σύμπαν, ἢ ἐξ ἐγκαύσεως ἡλίου, ἢ παρὰ πυρὶ θάλψεως ὑπολειπομένη συνίσταται διάθεσις, οἷαι καὶ αἱ τυφώδεις καὶ πυρετώδεις ὀνομαζόμεναι. τοῦ δὲ ἐναντίου τῷ θερμῷ νοσήματος τοῦ ψυχροῦ περὶ μὲν τοῖς ἄκροις ἐναργῶς ἡ διάθεσις συνίσταται πολλάκις οὕτως, ὥστε καὶ ἀποπεσεῖν αὐτὰ νεκρωθέντα, περὶ δὲ τῷ σύμπαντι σώματι, οἵα τοῖς ὁδοιπορήσασιν ἐν κρύει καρτερῷ γίνεται. πολλοὶ γὰρ τούτων, οἱ μὲν ἐν αὐταῖς ταῖς ὁδοῖς ἀπέθανον, οἱ δὲ εἰς πανδοχεῖον, πρὶν ἢ οἴκαδε παραγενέσθαι φθάσαντες, ἡμιθνῆτές τε καὶ κατεψυγμένοι φαίνονται. γίγνεται δὲ καὶ τοῖς ἀποπληκτικοῖς, καὶ τοῖς ἐπιληπτικοῖς, καὶ τοῖς τρομώδεσι, καὶ τοῖς σπασμώδεσιν ἡ τοιαύτη πολλάκις διάθεσις. καὶ τῶν ὑπὸ κρύους ἐν ὁδοῖς ἀποθανόντων οἱ μὲν ἐμπροσθοτόνοις, οἱ δὲ ὀπισθοτόνοις, οἱ δὲ τετάνοις, οἱ δὲ ταῖς καλουμέναις πήξεσιν ἑάλωσαν, οἱ δὲ ἀποπληξίᾳ τι παραπλήσιον ἔπαθον. ἐν δὴ τοῖς τοιούτοις ἅπασιν, ἐν οἷς  ἐπιγίγνεταί τι σύμπτωμα, περιέλκει τὴν διάνοιαν τῶν πολλῶν ἐφ’ αὑτὸ, ὡς τὸ μὲν σύμπτωμα νόσημα νομίζεσθαι, τὸ νόσημα δ’ αὐτὸ τὴν αἰτίαν τοῦ συμπτώματος. ὅσοις μέντοι τῶν ἐνεργειῶν αἱ βλάβαι νοσήματα νομίζονται, κατὰ λόγον οὗτοι καὶ τοὺς σπασμοὺς, καὶ τὰς ἀναισθησίας, καὶ τὰς νάρκας, καὶ τὰ ἄλλα τὰ τοιαῦτα νοσήματα καλοῦσιν. ἀλλ’ ἡμῖν ἐν ἀρχῇ διῄρηται περὶ τῶν ὀνομάτων, ὥστε γνωρίζειν ἐπὶ τῶν τοιούτων ἁπάντων, οὐκ ἐν τοῖς πράγμασιν αὐτοῖς εἶναι τὴν διαφωνίαν, ἀλλὰ ἐν τοῖς ὀνόμασιν. ἐκείνους μέντοι μέμψαιτ’ ἄν τις μόνους, ὅσοι μὴ διαφυλάττουσιν ἐν ἅπασι τὴν σφετέραν ὑπόθεσιν, ἀλλ’ οἴονται σοφόν τι πράττειν, καίτοι γε πλημμελοῦντες. ἔστι γὰρ αὐτῶν ἀκοῦσαι διοριζομένων ἐνίοτε καὶ φασκόντων, εἰ μὲν ἐπὶ φλεγμονῇ γίγνοιτο σπασμὸς, ἐπιγέννημά τε καὶ σύμπτωμα εἶναι τῆς φλεγμονῆς αὐτὸν, εἰ δ’ ἐπὶ δυσκασίᾳ μόνῃ, νόσημα. ταὐτὸ δὴ τοῦτο καὶ ἐπὶ πυρετοῦ ποιοῦσιν, ἐπειδὰν. μὲν ἐπιγίγνηταί τινος μέρους αἰσθητὴ διάθεσις, σύμπτωμα νομίζοντες, εἰ δ’ ἄλλως, νόσημά τε καὶ πάθος προσαγορεύοντες. τούτους μὲν οὖν μεμπτέον, οὐκ ἀναμένοντας τὸν ἔξωθεν ἔλεγχον, ἀλλ’ αὐτοὺς ἑαυτοῖς περιπίπτοντας. ὅσοι δ’ ἤτοι τὰς βλάβας τῶν ἐνεργειῶν ὑποθέμενοι προσαγορεύειν νοσήματα διὰ παντὸς οὕτω ποιοῦσιν, ἢ καί τι τοιοῦτον ἄλλο παρορῶσιν, ἐν ὀνόμασιν ἐσφάλθαι χρὴ νομίζειν αὐτοὺς, οὐδὲν δὲ εἰς τὰ πράγματα πλημμελεῖν. εἴρηται δ’ ἐπὶ πλέον ὑπὲρ ἁπάντων τῶν ἰατρικῶν ὀνομάτων ἑτέρωθι, καὶ ὅστις ὀρθῶς αὐτοῖς βούλεται χρῆσθαι, τὴν πραγματείαν ἐκείνην ἀναλεγέσθω. νῦν δὲ (περὶ γὰρ αὐτῶν τῶν πραγμάτων πρόκειται σκοπεῖσθαι) τῇ προειρημένῃ συνθήκῃ τῶν ὀνομάτων ἑπόμενοι τῶν ἐφεξῆς ἐχώμεθα. περὶ μὲν δὴ τῶν χωρὶς ὕλης ἐπιῤῥύτου θερμῶν καὶ ψυχρῶν διαθέσεων εἴρηται. κατὰ δὲ τὸν αὐτὸν τρόπον τά θ’ ὑγρὰ καὶ ξηρὰ νοσήματα γενήσεται, τῆς ὅλης φύσεως ἀλλοιουμένης τῶν σωμάτων, οὐκ ἔξωθεν οὐσίαν τινὰ εἰς ἑαυτὰ δεχομένων. αἱ μὲν οὖν μικραὶ παραλλαγαὶ δυσφώρατοι, τὰς μεγάλας δ’ ἔστιν ἐναργῶς ἰδεῖν ἐπὶ τῶν νεκρουμένων μάλιστα μορίων. ἔνια μὲν γὰρ αὐτῶν οἷον τεταριχευμένα φαίνεται καὶ πάνυ ξηρὰ, καὶ τοῦτο μὲν σπανιώτερον· ἔνια δὲ οὕτω βρυώδη τε καὶ πλαδαρὰ καὶ θεωμένοις φαίνεται καὶ ἁπτομένοις, ὥστ’, εἰ καὶ μόρια αὐτῶν ἐθέλοις μεταχειρίσασθαι, διαῤῥεῖ παραχρῆμα, καὶ τῶν δακτύλων ἐκπίπτει καθάπερ ὕδωρ. οὕτω καὶ τῶν ὀστῶν τῶν σαπρῶν τὰ μὲν οἷον ψάμμος φαίνεται, τοῖς ὑπὸ χρόνου διεφθαρμένοις ξύλοις ἐοικότα, τὰ δὲ οἷον βρυώδη, ὧν ἡ τῆς δυσκρασίας ἀμετρία, δι’ ὑγρότητα ἢ ξηρότητα γενομένη, τὸ σύμπαν ὀστοῦν ἐνέκρωσεν. αἱ δ’ ἄλλαι πᾶσαι δυσκρασίαι τῶν μορίων αἱ βραχεῖαι, λανθάνουσαι τοὺς πολλοὺς, ἀτονίαι πρὸς αὐτῶν ὀνομάζονται. φλεγμονῆς μὲν γὰρ ἢ ἕλκους ἤ τινος ἄλλου τοιούτου κατὰ τὴν κοιλίαν ὑπάρχοντος, οὐδεμίαν ἑτέραν ἐπιζητοῦσι τοῦ μὴ πέττειν αἰτίαν. εἰ δὲ μηδὲν εἴη τῶν τοιούτων, ἀτονίαν εἶναι φασὶ τῆς κοιλίας, ὥσπερ ἕτερόν τι λέγοντες αὐτοῦ τοῦ φανερῶς γιγνομένου, τοῦ μὴ πέττεσθαι καλῶς τὰ σιτία. τί γὰρ ἄλλο τὴν ἀτονίαν αὐτοὺς λέγειν ἄν τις ὑπολάβοι πλὴν τῆς κατὰ τὴν ἐνέργειαν ἀῤῥωστίας; ἀλλ’ οὐ τοῦτ’ ἔστι τὸ ζητούμενον, ἀλλὰ τίς ἡ ταύτης τῆς ἀτονίας αἰτία. διὰ τί γὰρ ἀῤῥωστεῖ περὶ τὸ ἴδιον ἔργον ἡ γαστὴρ, μήτε φλεγμαίνουσα, μήτε σκιῤῥουμένη, μήθ’ ἡλκωμένη, μήτ’ ἄλλο μηδὲν ἔχουσα τοιοῦτον; οὐ γὰρ δή γε χωρὶς αἰτίας τινὸς ἐστέρηται τοῦ πέττειν καλῶς. πάντως οὖν ἢ πόρων ἀμετρίαν ἢ δυσκρασίαν αἰτιατέον· ᾧ καὶ δῆλον, ὡς οὐδὲν τῶν πράτων νοσημάτων, ὅσα τῶν ὁμοιομερῶν ἐστιν αὐτῶν ἴδια, λογικῶς θεραπεῦσαι δυνήσονται χωρὶς τοῦ περὶ τῶν πρώτων τι ἐπεσκέφθαι στοιχείων. ἀλλὰ πρὸς μὲν τούτους ἐν ἑτέροις εἴρηται τὰ εἰκότα· τὸ δέ γε νῦν εἶναι χρὴ γινώσκειν, ὡς καὶ γαστρὸς ἀτονίαν, καὶ φλεβὸς, καὶ ἀρτηρίας, καὶ μυὸς, καὶ παντὸς ἁπλῶς ὀργάνου ζωτικοῦ τε καὶ ψυχικοῦ ἢ διά τινα πόρων ἀμετρίαν ἢ δυσκρασίαν ἀναγκαῖον ὁμολογεῖν γίγνεσθαι. πῶς δὲ χρὴ τὰς τοιαύτας αὐτῶν διαθέσεις γνωρίζειν, οὐ τοῦ νῦν ἐνεστῶτός ἐστι λόγου· πρόκειται γὰρ οὐ διαγνώσεις εἰπεῖν, ἀλλ’ αὐτὰ τὰ πρῶτα καταριθμήσασθαι νοσήματα. καὶ μοι δοκεῖ τὸ μὲν τῶν ὁμοιομερῶν εἰρῆσθαι πάντα. Λέγειν δὲ ἑπόμενον ἂν εἴη τὰ τῶν ὀργανικῶν. ἐν τούτοις οὖν ὅτι μὲν ἕν τι πάντως ἐστὶ μόριον αἴτιον τῆς ἐνεργείας, τὰ δ’ ἄλλα πάντα χρείαν τινὰ τούτῳ παρέξοντα γέγονεν, ἑτέρωθι δέδεικται. βλαβήσεται δὲ ἡ ἐνέργεια τοῦ παντὸς ὀργάνου μάλιστα μὲν καὶ πρώτως αὐτοῦ τοῦ τῆς ἐνεργείας αἰτίου σώματος νοσήσαντος, ἤδη δὲ καὶ τῶν ἄλλων ἁπάντων αἱ μείζους διαθέσεις ἐμποδίζουσι τὴν ἐνέργειαν. ὅσαι μὲν οὖν οὐ καθ’ ἑαυτὰς, ἀλλὰ τῷ βλάπτειν δὴ τὸ πρῶτον αὐτῆς ὄργανον ἐμποδίζουσιν, αἰτίαι νοσημάτων εἰσὶν, οὐκ αὐταὶ νοσήματα εἰσίν. χωρὶς δὲ τοῦ βλάπτειν τι τὸ πρῶτον τῆς ἐνεργείας μόριον εἰ τὴν ἐνέργειαν ἐμποδίζειν δύναιντο, νοσήματα ἤδη τὰς τοιαύτας διαθέσεις κλητέον. ἔσονται δὲ, ὡς ἐλέγομεν, ἤτοι τῆς κατὰ φύσιν ὑπηλλαγμένης διαπλάσεως, ἢ μὴ σωζομένου τοῦ δέοντος ἀριθμοῦ τῶν μορίων,  ἢ τὸ μὴ προσῆκον ἑκάστου φυλάττοντος μέγεθος ἢ ὡς οὐ χρὴ συγκειμένων αὐτῶν. ἐπειδὴ γὰρ ἀπεδείχθη μηδὲν τούτων εἰκῆ γεγονέναι πρὸς τῆς φύσεως, ἀλλὰ πάνθ’ ἕνεκα τοῦ βέλτιον ἢ ἀσφαλέστερον ἐνεργεῖν τὸ σύμπαν ὄργανον, ἀνάγκη πᾶσα καὶ τὰς βλάβας αὐτῶν, ὅσαι μὲν ἤτοι κωλύουσιν ὅλως ἐνεργεῖν ἢ ἐμποδίζουσιν αὐτὰ, νοσήματα νομίζεσθαι, τὰς δ’ εἰς τὴν βλάβην τοῦ πρώτου τῆς ἐνεργείας μορίου διαφερούσας αἰτίας νοσημάτων, ὡς ἀρτίως εἵρηται, προσαγορεύεσθαι. Διὰ τοῦτ’ οὖν οἵ τε βλαισοὶ καὶ ῥαιβοὶ καὶ οἱ λείας ἔχοντες τὰς βάσεις χεῖρον ἐνεργοῦσι τοῖς σκέλεσιν ἁμαρτίᾳ τοῦ προσήκοντος σχήματος. οὕτω δὲ καὶ ὅσοι κάταγμα σχόντες οὐκ ὀρθῶς διεπλάσθησαν, οὐδ’ αὐτοὶ καλῶς ἐνεργοῦσι τῷ κώλῳ. κακῶς δὲ καὶ ὅσοι διὰ μέγεθος ἀρθρίτιδος ἐξεστράφησαν, ἢ, τῶν ὀφρύων περιθραυσθεισῶν τῶν κατὰ τὰς διαρθρώσεις, ἑτοίμως ὑπερβαῖνον καὶ ἐκπῖπτον ἔσχον τὸ ἄρθρον, ἢ, πώρου κατ’ αὐτὸ πλείονος ἐπιτραφέντος ἐν ταῖς τοιαύταις διαθέσεσι, δυσκίνητον ὑπὸ στενοχωρίας τὴν ὅλην ἔσχον διάρθρωσιν. αὗται μὲν οὖν ἐπίκτητοι κακίαι σχημάτων. σύμφυτοι δὲ κυουμένων ἔτι κατὰ τὴν πρώτην διάπλασιν ἐμποδισθεῖσαν ἐν ἅπαντι μορίῳ τοῦ σώματος γίγνονται, νοσῶδες ἐκείνῳ τῷ μορίῳ τὸ ζῶον ἐργαζόμεναι. χρὴ γὰρ καὶ τὸ τῆς καρδίας σχῆμα, καὶ τὸ τοῦ πνεύμονος, καὶ τὸ τῆς γαστρὸς, ἐγκεφάλου τε καὶ γλώσσης, καὶ σπληνὸς, καὶ νεφρῶν, καὶ τῶν ἄλλων ἁπάντων φυλάττεσθαι· γενομένης γάρ τινος βλάβης ἀμφ’ αὐτὰ, χεῖρον ἀνάγκη καὶ τὸ οἰκεῖον ἔργον ἀποτελεῖσθαι τοῦ σύμπαντος ὀργάνου. καὶ μὴν καὶ τὸ τῶν κοιλοτήτων ἁπασῶν τῶν κατὰ τὰ μόρια μέγεθός τε καὶ πλῆθος εἰ μὴ φυλάττοιτο, βλάπτοιτο ἂν ἐξ ἀνάγκης καὶ διὰ ταῦθ’ ἡ ἐνέργεια. πολλὰ δὲ τὰ τοιαῦτα νοσήματα, τὰ μὲν συμφύσει τινὶ, τὰ δὲ ἐμφράξει γλίσχρων ὑγρῶν καὶ παχέων συνιστάμενα, τὰ δ’ αὖ αὐαινομένων τῶν σωμάτων, ἢ στενοχωρουμένων ὑπό τινος τῶν περικειμένων, ἐμπίπτοντος αὐτοῖς καὶ θλίβοντος. ἐνίοτε δὲ καὶ αὐτῶν τῶν τοὺς τοιούτους πόρους ἐχόντων σωμάτων ἡ οὐσία σκιῤῥουμένη τε καὶ φλεγμαίνουσα, καὶ σφακελίζουσα, καὶ διαπυϊσκομένη, καὶ οἰδισκομένη, καὶ ἄλλως ὁπωσοῦν ἐπίκτητον μέγεθος προσλαμβάνουσα, κᾄπειτα τὸν ὄγκον εἰς τὰς ἐντὸς ἀποχέουσα κοιλότητας, ἐμφράττει τοὺς πόρους, ἑτέρους ὄντας τούτους ἐκείνων τῶν πόρων, ὧν οἱ τῆς προτέρας αἱρέσεως ἡγεμόνες ὑπετίθεντο κατὰ τὴν τῶν πρώτων καὶ ἀπαθῶν στοιχείων σύνοδον γίνεσθαι. τοὺς γὰρ τῶν ἐντέρων, καὶ φλεβῶν, καὶ ἀρτηριῶν, καὶ πάντων τῶν τοιούτων ὀργάνων πόρους, τούτους δὴ τοὺς μεγάλους τε καὶ σαφεῖς ἅπαντες ἐναργῶς ὁρῶμεν. εἰ δὲ καὶ διαλανθάνοι ποτὲ τὴν αἴσθησιν ὑπὸ σμικρότητος ὁ τοιοῦτος πόρος, οὐδ’ οὗτος ἐκ ταὐτοῦ γένους ἐστὶν ἐκείνοις τοῖς πόροις, οὓς ἡ προτέρα τῶν αἱρέσεων ὑπετίθετο. κατὰ δὴ τὰς τοιαύτας ἁπάσας διαθέσεις, ἐν αἷς, τῶν σωμάτων αὐτῶν εἰς ὄγκον τινὰ ἀρθέντων, ἀποκλείεσθαί τε καὶ στενοχωρεῖσθαι τοὺς πόρους συμβαίνει, ποτὲ μὲν ἓν ἔσται νόσημα μόνον, ἡ ἔμφραξις ἡ τὴν ἐνέργειαν βλάπτουσα, ποτὲ δὲ καὶ τοῦτο μὲν, ἀλλὰ καὶ ἡ τῶν σωμάτων διάθεσις ἡ τὴν ἔμφραξιν ἐργασαμένη. μηδεμίαν οὖν ἔχοντος ἰδίαν ἐνέργειαν τοῦ τὸν ὄγκον κεκτημένου σώματος, ἓν μὲν τὸ νόσημα ἔσται τὸ κατὰ τὴν ἔμφραξιν, αἰτία δὲ αὐτοῦ καὶ οὐκ ἔτι νόσημά ἐστιν ἡ τοῦ τὸν ὄγκον ἔχοντος σώματος διάθεσις. εἰ μὲν γὰρ ὁ χιτὼν τῆς ἐν τοῖς σιμοῖς τοῦ ἥπατος, εἰ τύχοι, φλεβὸς ὁτιοῦν τοιοῦτον παθὼν ἐστεγνώθη τὸν πόρον, ἐξ οὗ μεταλαμβάνει τὸ αἷμα τὰ ἐν τοῖς κυρτοῖς τοῦ ἥπατος ἀγγεῖα, δύο ἂν οὕτως εἴη νοσήματα, τό τε τῆς φλεβὸς αὐτῆς, ἣ πέπονθε, καὶ ἡ κατὰ τὸν πόρον ἔμφραξις. ἐμποδίζει γοῦν ἡ μὲν τῆς φλεβὸς διάθεσις αἵματος χρηστοῦ γένεσιν, ἡ δὲ ἔμφραξις ἀνάδοσιν· ἐνέργεια δ’ ἑκατέρου τούτων ἀναγκαία τῷ ζώῳ. δῆλον γὰρ, ὡς αἱ διαθέσεις αἱ βλάπτουσαι τὰς ἐνεργείας πρώτως αὗται λέγοιντ’ ἂν εἶναι νοσήματα. τῆς μέντοι φλεβὸς αὐτῆς μηδὲν πεπονθυίας, εἰ διὰ γλίσχρους τινὰς ἢ παχεῖς χυμοὺς σφηνωθέντας ἐν τοῖς πόροις ἡ ἀνάδοσις βλάπτοιτο, μόνον ἂν τοῦτ’ εἴη νόσημα κατὰ τὸ σπλάγχνον ἡ ἔμφραξις. οὕτω δὲ καὶ κατὰ τὸ ἔντερον εἰ μὲν ἔμφραξις εἴη μόνον, ἓν ἔσται καὶ τὸ νόσημα· φλεγμαίνοντος δὲ αὐτοῦ καὶ διὰ τοῦτο ἀποκλείοντος τὴν ἐντὸς εὐρυχωρίαν καὶ κωλύοντος ἰέναι κάτω τὰ περιττώματα, δύο ἂν εἴη καὶ τὰ νοσήματα. πολλάκις μὲν γὰρ ὑπὸ νοσήματος γίγνεται νόσημα, καθάπερ ἐπί τε τῶν προειρημένων ἔχει, κᾀπειδὰν ἐπὶ φλεγμοναῖς, ἢ ἐρυσιπέλασιν, ἢ ἕρπησιν, ἢ ἄνθραξιν, ἤ τινι τοιούτῳ ἐπιγένηται πυρετός. ἐνίοτε δὲ τὸ μὲν ἀποτελούμενον ἐνεργείας ἐστὶ βλάβη, καὶ χρὴ καλεῖν αὐτὸ πάθημά τε καὶ σύμπτωμα, τὸ δ’ αἴτιον αὐτοῦ δηλονότι νόσημα, καθάπερ ἡ μὲν ἔμφραξις τοῦ μηκέτι ἀναδίδοσθαι τὴν τροφὴν, ἡ κατάψυξις δὲ τῆς δυσαισθησίας αἴτιον ὑπάρχει, νόσημα οὖσα συμπτώματος. ὅταν δ’ αὐτὴ μὲν ἡ διάθεσις ἐνέργειαν βλάπτῃ πρώτως, τὸ δ’ αἴτιον αὐτῆς μὴ βλάπτῃ πρώτως, τὴν μὲν διάθεσιν νόσημα, τὸ δ’ ἐργαζόμενον αὐτὴν αἰτίαν ὀνομάζειν χρὴ νοσήματος, ὥσπερ ἐπί τε τῶν γλίσχρων ἔχει χυμῶν καὶ τῆς ἐμφράξεως· αὐτὴ μὲν γὰρ ἡ ἔμφραξις τὸ νόσημά ἐστιν, οἱ χυμοὶ δὲ αἴτιοι τοῦ νοσήματος. ἅπαντ’ οὖν ὅσα περὶ τὰς κοιλότητας γίνεται νοσήματα, ποτὲ μὲν ἐμφραττομένων,  ποτὲ δὲ ἀμέτρως εὐρυνομένων, ὑπὸ τὸ τῆς διαπλάσεως τοῦ μέρους ἀναχθήσεται γένος· ἐμποδίζεται γάρ πως ἐν τούτοις ἅπασιν ἡ φυσικὴ διάπλασις. ἀλλὰ μὲν δὴ καὶ λειότης καὶ τραχύτης οὐδ’ αὗται ματαίως ὑπὸ τῆς φύσεως ἐγένοντο διαπλαττούσης τὰ μόρια. συστήσεται γοῦν κᾀνταῦθα νοσήματα κατὰ πάντα τὰ μόρια, τοῦ μὲν φύσει λείου τραχυνθέντος, τοῦ δ’ αὖ τραχέος λείου γενομένου. φανερώτατα δ’ αὐτῶν τοῖς ἰατροῖς ἐστι τά τ’ ἐν τοῖς ὀστοῖς γινόμενα τραχυνομένοις τε καὶ λειαινομένοις, αἵ τε τῆς φάρυγγος τραχύτητες ἐργαζόμεναι βῆχας. χρὴ δὲ κᾀνταῦθα γινώσκειν, ὡς ἐνίοτε τὸ σχῆμα τοῦ μορίου βλαβὲν ἐκάκωσεν ἅμα ἑαυτῷ τινα πόρον, οἷόν τι κᾀπὶ τῆς ῥινὸς φαίνεται γιγνόμενον, ἐπειδὰν ὑπὸ πληγῆς βιαίου ποτὲ σιμωθεῖσα στεγνωθῇ τὸν ἐντὸς πόρον εἰς τοσοῦτον, ὡς ἤτοι μηδ’ ὅλως ἢ μόγις ἀναπνεῖν δι’ αὐτοῦ. δῆλον οὖν, ὡς ἐν ταῖς τοιαύταις διαθέσεσιν ἡ μὲν στενοχωρία τοῦ πόρου τὸ νόσημά ἐστι, (πρώτως γὰρ αὕτη τὴν τῆς ἀναπνοῆς ἐνέργειαν ἐμποδίζει,) προηγουμένη δ’ αὐτῆς αἰτία τῆς ῥινὸς ἡ σιμότης, βλάβη τοῦ κατὰ φύσιν ἐν αὐτῇ σχήματος ὑπάρχουσα. κατὰ μὲν δὴ τὸ τῆς διαπλάσεως γένος τὸ ἐξιστάμενον τοῦ κατὰ φύσιν εἰς τοσοῦτον, ὡς ἐνέργειαν ἤδη βλάπτειν, αἱ προειρημέναι διαφοραὶ τῶν νοσημάτων γενήσονται.