Ληπτέον δὴ κᾀνταῦθα ὁμολογουμένην ἀρχὴν, ὡς ἅπαντες ἄνθρωποι, ἐπειδὰν μὲν τὰς ἐνεργείας τῶν τοῦ σώματος μορίων εἰς τὰς κατὰ τὸν βίον πράξεις ὑπηρετούσας ἀμέμπτως ἔχωσιν, ὑγιαίνειν εἰσὶ πεπεισμένοι, βλαβέντες δ’ ἡντιναοῦν ἐξ αὐτῶν, νοσεῖν ἐκείνῳ τῷ μέρει νομίζουσιν. εἰ δὲ ταῦθ’ οὕτως ἔχει, τὴν ὑγείαν ἐν δυοῖν τούτοιν ζητητέον, ἢ ἐν ταῖς κατὰ φύσιν ἐνεργείαις, ἢ ἐν ταῖς κατασκευαῖς τῶν ὀργάνων, ὑφ’ ὧν ἐνεργοῦμεν· ὥστε καὶ ἡ νόσος ἢ ἐνεργείας ἐστὶν, ἢ κατασκευῆς βλάβη. ἀλλ’ ἐπεὶ καὶ κοιμώμενοι, καὶ ἄλλως ἐν σκότῳ καὶ ἡσυχίᾳ διάγοντες, ἢ κατακείμενοι πολλάκις οὔτε τι μέρος κινοῦμεν, οὔθ’ ὅλως αἰσθανόμεθα τῶν ἔξωθεν οὐδενὸς, οὐδὲν μὴν ἧττον ὑγιαίνομεν, κᾀν τούτῳ δῆλον, ὡς οὐ τὸ ἐνεργεῖν ἐστι τὸ ὑγιαίνειν, ἀλλὰ τὸ δύνασθαι. δυνάμεθα δὲ ἐνεργεῖν ἐκ τῆς κατὰ φύσιν κατασκευῆς· ἐν ταύτῃ ἄρα τὸ ὑγιαίνειν ἐστίν. ἕξει δὴ λόγον αἰτίας ἡ κατασκευὴ πρὸς τὴν ἐνέργειαν· ὥστ’, εἴτε τὴν κατὰ φύσιν ἁπάντων τῶν μορίων κατασκευὴν ὑγείαν ὀνομάζειν ἐθέλοις, εἴτε τὴν τῶν ἐνεργειῶν αἰτίαν, εἰς ταὐτὸν ἄμφω τὼ λόγω συμβαίνουσιν. ἀλλ’ εἴπερ ἡ ὑγεία τοῦτο, δῆλον ὡς ἡ νόσος τὸ ἐναντίον, ἤτοι κατασκευή τις παρὰ φύσιν, ἢ βλάβης ἐνεργείας αἰτία. δῆλον δὲ ὡς, εἰ καὶ διάθεσιν εἴποις παρὰ φύσιν, ὀνόματί τε χρήσῃ παλαιῷ καὶ δηλώσεις ταὐτό. κατὰ πόσους δὲ τρόπους ἐξιστάμενα τὰ σώματα τοῦ κατὰ φύσιν ἐμποδίζεται περὶ τὰς ἐνεργείας, εἴπερ εὕροιμεν, οὕτως ἂν ἤδη τὸν ἀριθμὸν ἁπάντων τῶν ἁπλῶν νοσημάτων εὑρηκότες εἴημεν. ἀρχὴ δὲ κᾀνταῦθα ὁμολογουμένη, σύμμετρον μὲν εἶναι τὸ κατὰ φύσιν οὐκ ἐν ζώῳ μόνον, ἀλλὰ καὶ ἐν φυτῷ καὶ σπέρματι καὶ ὀργάνῳ παντὶ, τὸ δὲ αὖ παρὰ φύσιν ἄμετρον. εἴη ἂν οὖν ἡ μὲν ὑγεία συμμετρία τις, ἡ δὲ νόσος ἀμετρία. τίνων οὖν ἡ νόσος ἀμετρία, σκεπτέον ἐφεξῆς. ἢ δηλονότι, ὧνπερ ἡ ὑγεία συμμετρία, τούτων ἡ νόσος ἀμετρία; εἰ μὲν οὖν ἐν πόρων συμμετρίᾳ τὸ ὑγιαίνειν ἐστὶν, ἐν πόρων ἀμετρίᾳ γενήσεται καὶ τὸ νοσεῖν· εἰ δ’ ἐν εὐκρασίᾳ θερμοῦ καὶ ψυχροῦ καὶ ξηροῦ καὶ ὑγροῦ τὸ ὑγιαίνειν ἐστὶν, ἐν τῇ τούτων δυσκρασίᾳ καὶ τὸ νοσεῖν ἐξ ἀνάγκης συμβήσεται. κατὰ ταὐτὰ δὲ, κᾂν ἐν ἄλλῳ τινὶ γένει συμμέτρῳ τὸ ὑγιαίνειν ὑπάρχῃ, δῆλον ὡς καὶ τὸ νοσεῖν ἐν τῷ κατ’ ἐκεῖνο τὸ γένος ἀμέτρῳ συστήσεται. πάλιν δὲ δὴ τὸ αὐτὸ τοῦτ’ ἐπισκεψώμεθα λογικώτερον. ἁπλοῦν εἴ τι σῶμα καὶ ἀκριβῶς ἐστιν ἓν, οὐκ ἄν ποτε δέξαιτο τὸ μᾶλλόν τε καὶ ἧττον, οὐδ’ ἂν εἴη τι κατ’ ἐκεῖνο τὸ γένος ἕτερον ἑτέρου βέλτιόν τε καὶ χεῖρον· εἰ δ’ ἐκ πλειόνων συγκέοιτο, πολλοὶ μὲν ἂν οὕτω γε τρόποι τῆς συνθέσεως ἐν αὐτῷ γίνοιντο βελτίους τε καὶ χείρους· εἴη δ’ ἂν οὕτω· καὶ αὐτὰ τὰ συντιθέμενα κρείττω τε καὶ φαυλότερα· τὸ δ’ ἄριστα συγκείμενον ἁπάντων ἄριστον ἂν εἴη τῶν ὁμογενῶν. ἆρ’ οὖν ἐν τοῖς τῶν ζώων σώμασι τὸ μᾶλλόν τε καὶ ἧττόν ἐστιν, ὡς τὸ μὲν ἄκρως εὐεκτικὸν εἰπεῖν, τὸ δ’ ἁπλῶς εὐεκτικὸν, οὐ μὴν ἄκρως, καὶ τουτὶ μὲν ὑγιεινὸν, οὐ μὴν εὐεκτοῦν, ἕτερόν δέ τι δυσαρεστούμενον, ἄλλο δὲ ἤδη νοσοῦν, καὶ τούτου τὸ μὲν ἐπιεικῶς, τὸ δὲ ὀλεθρίως, καὶ τὸ μὲν μετρίως, τὸ δὲ σφοδρῶς; ἢ πάντες ὁμοίως διακείμεθα νοσοῦντές τε καὶ ὑγιαίνοντες; οὐκ ἔστιν εἰπεῖν. οὐκ οὖν ἕν ἐστι τὸ τῶν ζώων σῶμα, καθάπερ ἢ ἄτομος ἡ Ἐπικούρειος, ἢ τῶν ἀνάρμων τι τῶν Ἀσκληπιάδου· σύνθετον ἄρα πάντως. ἀλλ’ εἰ μὲν ἐξ ἀτόμων, ἢ ἀνάρμων, ἢ ὅλως ἐξ ἀπαθῶν τινων σύγκειται, τὸ μᾶλλόν τε καὶ ἧττον ἐν τῷ ποιῷ τῆς συνθέσεως ἕξει δίκην οἰκίας ἐξ ἀπαθῶν μὲν λίθων συγκειμένης, οὐ μὴν ἐν τῇ συνθέσει γε πάντῃ κατορθουμένης. εἰ δὲ εἶεν οἷοί τε πάσχειν τι καὶ οἱ λίθοι, πολυειδέστερον ἂν οὕτω γε τὸ μᾶλλόν τε καὶ ἧττον ὑπάρχοι κατὰ τὴν οἰκίαν. εἰ δὲ καὶ αὐτὰ τὰ στοιχεῖα τῶν ἡμετέρων σωμάτων ἀλλοιοῦσθαί τε καὶ πάσχειν πέφυκεν, οὐ μόνον ἂν ἐν τῇ συνθέσει τε καὶ οἷον διαπλάσει τῶν μορίων, ἀλλὰ καὶ δι’ ὅλων ἑαυτῶν τὸ μᾶλλόν τε καὶ ἧττον ἐπιδέχοιτ’ ἄν. καὶ δὴ καὶ νοσήσει δηλονότι δι’ ὅλων ἑαυτῶν εἴδη τοσαῦτα νοσημάτων ἁπλᾶ τε καὶ πρῶ τα καὶ οἷον στοιχεῖα τῶν ἄλλων, ὅσαπερ ἂν ᾖ τὰ συντιθέντα. τοῦτο δὲ τὸ δι’ ὅλων οὐκ ἐν τοῖς ἀπαθέσιν ἐστὶ στοιχείοις· οὐ γὰρ ἐνδέχεται παθεῖν τι τὴν ἄτομον αὐτὴν, ἀλλ’ ἐν τῇ συνθέσει τε καὶ διαπλάσει τὸ πάθημα. Σύνθεσις δὲ καὶ διάπλασις ἐν τοῖς τῶν ζώων σώμασιν ὑπάρχει τριττή· πρώτη μὲν ἡ τῶν ὁμοιομερῶν ὀνομαζομένων, ἀρτηριῶν, καὶ φλεβῶν, καὶ νεύρων, καὶ ὀστῶν, καὶ χόνδρων, καὶ συνδέσμων, ὑμένων τε καὶ σαρκῶν· δευτέρα δὲ ἡ τῶν ὀργανικῶν, ἐγκεφάλου τε καὶ καρδίας, καὶ πνεύμονος, καὶ ἥπατος, καὶ κοιλίας, καὶ σπληνὸς, καὶ ὀφθαλμῶν, καὶ νεφρῶν· τρίτη δὲ ἡ τοῦ σύμπαντος σώματος. ἕκαστον γὰρ τῶν ὀργανικῶν τούτων μορίων ἔκ τινων ἑτέρων ἁπλῶν ὡς πρὸς τὴν αἴσθησιν σύγκειται, κᾀκείνων ἕκαστον ἐκ τῶν πρώτων στοιχείων. σαρκὸς οὖν αὐτῆς, ᾗ σὰρξ, ἐν τῇ συνθέσει μόνῃ τῶν πρώτων στοιχείων ἡ διαφορὰ, ᾗ μέντοι μόριον ὀργάνου, παρά τε τὴν διάπλασιν καὶ τὸ μέγεθος· καὶ γὰρ οὖν καὶ αὐτῶν τῶν ὀργάνων ἐν τούτοις αἱ διαφοραί. πόσα τοίνυν ἐστὶ καὶ τίνα κατὰ τὴν πρώτην ὑπόθεσιν τὰ σύμπαντα νοσήματα τῶν ὁμοιομερῶν σωμάτων, διελθόντες, ἑξῆς ἐπὶ τὴν ἑτέραν μεταβησόμεθα, τὴν ἀλλοιοῦσθαί τε καὶ τρέπεσθαι τὴν οὐσίαν ὅλην δι’ ὅλης ἑαυτῆς ὑποτιθεμένην. Ἔστι δὲ δύο τὰ πρῶτα πάθη, τὸ μὲν εὐρύτης τις πόρων, τὸ δὲ στέ γνωσις. ἀπαθῶν γὰρ ὑποκειμένων τῶν πρώτων στοιχείων, ἐν τῇ συνθέσει μόνῃ τὰ παθήματα· συνθέσεως δὲ πάσης αἱ προειρημέναι διαφοραί. ὥστ’ ἀναγκαῖον ἐῤῥῶσθαι μὲν ἕκαστον τῶν ὁμοιομερῶν, ὁπόταν ἡ συμμετρία τῶν πόρων αὐτοῦ φυλάττηται, διαφθειρομένης δὲ ταύτης ἐξίστασθαι τοῦ κατὰ φύσιν. ἀλλ’ ἐπειδὴ συμμετρίας ἁπάσης ἡ διαφορὰ διττὴ, (τὸ μὲν γὰρ ὑπερβολὴ, τὸ δὲ ἔλλειψις,) δῆλον, ὡς καὶ τὰ πρῶτα νοσήματα τῶν ἁπλῶν σωμάτων ἔσται διττὰ, τὸ μὲν εὐρύτης τις πόρων, τὸ δὲ στέγνωσις. καὶ ὀστοῦν δὴ καὶ σὰρξ καὶ τῶν ἄλλων ἕκαστον τῶν ἁπλῶν σωμάτων πρὸς τὴν αἴσθησιν, εἰ μὲν στεγνότερον ἢ μανότερον εἴη τοῦ συμμέτρου, κακῶς διακεῖσθαι φήσομεν, εἰ δ’ ἐν τῷ μέσῳ τῆς ὑπερβολῆς ἑκατέρας, ὡς ἂν μάλιστα συμφέρῃ ταῖς χρείαις αὐτῶν, ἄκρως ὑγιαίνειν ἐροῦμεν τηνικαῦτα· τὰ δὲ ἐφ’ ἑκάτερα τῆς ἀκριβοῦς συμμετρίας βραχείας ἐκτροπὰς οὐδέπω μὲν εἶναι νόσους, ἔστ’ ἂν μηδέπω βλάβην αἰσθητὴν ἐνεργείας τινὸς ἀπεργάζωνται· πολὺ δ’ ἐν ταύταις ὑπάρχειν τὸ μᾶλλόν τε καὶ ἧττον, ὡς ἂν ἱκανὸν ἐχούσης διάστημα τῆς νοσώδους ἀμετρίας παρὰ τὴν ἀκριβῶς ὑγιεινὴν συμμετρίαν· ἐν τούτῳ δὴ παντὶ τῷ πλάτει τὰς τῶν ὑγιαινόντων συνίστασθαι διαφοράς· ἐν δὲ τῷ μετὰ τοῦτο, τῷ τῆς αἰσθητῆς ἀμετρίας, τὰς νόσους, ἄχρις ἂν ἐπ’ ἐκείνην ἀφίκωνται τὴν ἀμε τρίαν, ἥτις ἤδη φθορὰν ἐργάζεται τοῦ μορίου. οὐ γὰρ δὴ μέχρι γε παντὸς στεγνοῦσθαί τε καὶ μανοῦσθαι τὰ τῶν ζώων σώματα πέφυκεν, ἀλλ’ ἔστι τις κᾀνταῦθα ὅρος, οὗ περαιτέρω προελθεῖν αὐτοῖς ἄνευ διαλύσεώς τε καὶ φθορᾶς ἀδύνατον. ἡ μὲν δὴ τῶν ἀπαθῶν στοιχείων ὑπόθεσις ὧδε ἔχει. Τῶν δὲ πάσχειν ὑποτιθεμένων αὐτὰ, καὶ μέντοι καὶ δρᾷν εἰς ἄλληλα, καὶ κεράννυσθαι δι’ ὅλων, ὅσαπερ ἂν ὑπόθηταί τις εἶναι τὰ πρῶτα στοιχεῖα, τοσαῦτα ἐξ ἀνάγκης ἐρεῖ καὶ τὰ πρῶτα νοσήματα. φέρε γὰρ εἶναι τὰ πρῶτα στοιχεῖα τέτταρα, τὸ θερμὸν, καὶ τὸ ψυχρὸν, καὶ τὸ ξηρὸν, καὶ τὸ ὑγρὸν, ἐκ τούτων δὲ κεραννυμένων ἀλλήλοις συμμέτρως μὲν ὑγιαίνειν τὸ ζῶον, ἀμέτρως δὲ νοσεῖν. ἔσται δὴ καὶ τὰ πρῶτα νοσήματα τέτταρα, τό θ’ ὑπὲρ τὴν κατὰ φύσιν συμμετρίαν πρῶτον θερμὸν, καὶ δεύτερον τὸ ψυχρὸν, καὶ τρίτον τὸ ὑγρὸν, καὶ τέταρτον τὸ ξηρόν. αὗται μὲν καὶ αἱ κατὰ τὴν δευτέραν ὑπόθεσιν νόσοι τῶν ὁμοιομερῶν ὀνομαζομένων σωμάτων, ἃ δὴ καὶ τελέως ἁπλᾶ φαίνεται. Τὰ δὲ τῶν συνθέτων ἐν ἡμῖν ὀργάνων νοσήματα κοινὰ τῶν ὑποθέσεων ἑκατέρων ἐστίν. ἐπέλθωμεν οὖν καὶ ταῦτα διὰ βραχέων, αὐτὸ τοῦτο πρῶτον ἐπιδεικνύντες, ὅπως ἐστὶ κοινά. δεομένου δὴ παντὸς τοῦ πρὸς αἴσθησιν συνθέτου σώματος, ὃ δὴ καὶ ἀνομοιομερὲς ὀνομάζουσιν, εἰ μέλλοι καλῶς ἐνεργήσειν, οὔτ’ ἐξ οἵων ἔτυχε συγκεῖσθαι μορίων τῶν ἁπλῶν, οὔτ’ ἐξ ἀριθμοῦ τινος ἢ μεγέθους οὐ προσήκοντος, οὔθ’ ὃν ἔτυχε τρόπον συνθέσεως ὑπάρχειν, ἐν τέσσαρσι τούτοις γένεσι τὰ τῶν ὀργάνων ἁπάντων ἔσται νοσήματα. διαφοραὶ δὲ καθ’ ἕκαστον γένος αἵδε. κατὰ μὲν τὸ πρῶτον ῥηθὲν, ὅταν ἡ προσήκουσα μορφὴ τοῦ μορίου διαφθείρηται, ἢ σχῆμα μὴ δέον, ἢ κοιλότητα λαβόντος, ἢ πόρον, ἤ τι τούτων ἀπολέσαντος, ὧν εἶναι δέον. ἐκ τούτου τοῦ γένους ἐστὶ καὶ ἡ τραχύτης αὐτοῦ καὶ ἡ λειότης οὐ προσηκόντως ὑπαλλαττόμεναι. ἐν δὲ τῷ δευτέρῳ γένει, τῷ κατὰ τὸν ἀριθμὸν τῶν ἁπλῶν καὶ πρώτων μορίων, διττὴ νοσημάτων ἔσται διαφορὰ, ἢ ἐλλείποντός τινος ὧν εἶναι δέον, ἢ πλεονάζοντος ὧν οὐκ εἶναι δέον. καὶ μὲν δὴ κᾀν τῷ τρίτῳ γένει, τῷ κατὰ τὸ μέγεθος, ὁμοίως διττὴ νοσημάτων ἔσται διαφορά. μεῖζον γὰρ εἴτι γένοιτο, δεόμενον ἔλαττον ὑπάρχειν, ἢ αὖθις ἔλαττον ἀποτελεσθείη, μεῖζον εἶναι δεόμενον, οὐκ ὀρθῶς ἂν ἔχοι τὸ σύμπαν ὄργανον. ἐν δὲ δὴ τῷ λοιπῷ γένει τῶν νοσημάτων, τῷ κατὰ τὴν σύνθεσιν, ἤτοι τῆς κατὰ φύσιν ἐξαλλαττομένης θέσεως, ἢ τῆς πρὸς ἄλληλα τῶν μορίων κοινωνίας, αἱ διαφοραὶ συστήσονται. ὥσπερ δ’ ἐκ τῶν ἁπλῶν σωμάτων ἕκαστον τῶν πρώτων ὀργάνων ἢ κατορθοῦται συντιθέμενον ἢ διαμαρτάνεται, καὶ ἐκ τούτων αὐτῶν τό θ’ ὑγιαίνειν ὑπάρχει καὶ τὸ νοσεῖν,  οὕτω πάλιν ἐξ αὐτῶν τούτων τῶν ὀργάνων τῶν πρώτων τὰ δεύτερα συνίσταται. μῦς μὲν γὰρ καὶ φλὲψ καὶ ἀρτηρία τῶν πρώτων ὀργάνων, δάκτυλος δὲ τῶν δευτέρων, καὶ τούτου μᾶλλον ἔτι ποὺς καὶ ποδὸς τὸ σκέλος. καθόλου γὰρ, ὅσα μὲν ἐκ τῶν ὁμοιομερῶν συνελθόντων ἐγένετο μιᾶς ἐνεργείας ἕνεκεν, ἐν τοῖς πρώτοις ὀργάνοις ἀριθμηθήσεται, τὰ δ’ ἐκ τούτων πάλιν συντιθέμενα, κᾂν ὅτι μάλιστα μίαν ἐργάζηται τοῦ παντὸς ὀργάνου τὴν ἐνέργειαν, ἐν τοῖς δευτέροις τετάξεται. τὰ δὲ αὐτὰ ταῦτα καὶ τούτων τῶν ὀργάνων ἔσται νοσήματα τοῖς ἐπὶ τῶν πρώτων εἰρημένοις. ἀλλὰ περὶ μὲν τῶν ὀργάνων τῆς διαφορᾶς ἐν ἑτέρῳ διῄρηται λόγῳ, τίνα μὲν ἀκριβῶς ἐστι τὰ πρῶτα, τίνα δ’ ἐπ’ αὐτοῖς δεύτερά τε καὶ τρίτα καὶ τέταρτα τίθεσθαι προσῆκεν. ἔνια γὰρ ἐπαμφοτερίζει τοῖς γνωρίσμασιν, ὡς καὶ πρῶτα δοκεῖν εἶναι καὶ δεύτερα. δεῖται δὲ οὐδὲ ὅ γε παρὼν λόγος τῆς τοιαύτης ἀκριβολογίας· εἰς ἓν δὲ τοῦτ’ ἀποβλέπειν ἀξιῶ, εἴθ’ ἁπλοῦν ἐστιν ὡς πρὸς τὴν αἴσθησιν, εἴτε σύνθετον τὸ μόριον. τοῦ μὲν γὰρ ἁπλοῦ τὰ πρῶτα ῥηθέντα νοσήματα τῇ διαφορᾷ τῶν φυσικῶν στοιχείων εἰσὶ διωρισμένα, τοῦ συνθέτου δὲ τὰ δεύτερα, κοινὰ τῶν ὑποθέσεων ὑπάρχοντα. γένος δ’ οὐδέν ἐστι νοσήματος οὔτε ἐν τοῖς ἁπλοῖς σώμασιν οὔτ’ ἐν τοῖς συνθέτοις ἴδιον ἑκατέρων· ἡ γὰρ τῆς διαιρέσεως μέθοδος ἐνδείκνυται τὸ ἀδύνατον· ἀλλ’ ἓν ἔτι ἐστὶ κοινὸν ἁπάντων τῶν σωμάτων καὶ τῶν συνθέτων, εἴτ’ οὖν τῶν πρώτων ὀργάνων, εἴτε καὶ τῶν δευτέρων, εἴτε καὶ τῶν τρίτων ὑπάρχει τὸ νῦν λεχθησόμενον. μέθοδος δὲ καὶ τούτου τῆς εὑρέσεως τὸ κοινῇ πᾶσι τοῖς εἰρημένοις ὑπάρχον μορίοις. εἰ γὰρ ὑπάρχει τι κοινὸν αὐτοῖς ἐν τῷ κατὰ φύσιν ἔχειν, ὡς ἐνέργειαν ἢ χρείαν τινὰ τῷ ζώῳ παρεχόμενον, πάντως δήπου καὶ διαφθειρομένου τούτου κοινὸν αὐτοῖς τι καὶ νόσημα συστήσεται. τί δὲ τοῦτ’ ἔστι τὸ πᾶσιν ὑπάρχον κοινόν; ἕνωσις τῶν ἰδίων μορίων, ἧς ἕκαστον μεταλαβὸν ἓν εἶναι λέγεται καὶ μίαν ἐνέργειαν ἢ χρείαν ἀποτελεῖν. εἰ δὲ καὶ ἥδε λύοιτο κατά τι, νόσος καὶ τοῦτ’ ἔστι τοῦ μέρους. οἷον δέ τι καθ’ ἕκαστον τῶν μορίων ἡ νόσος ἥδε κέκτηται τοὔνομα, μικρὸν ὕστερον ἐροῦμεν, ὅταν καὶ τὰς τῶν εἰρημένων γενῶν διαφορὰς εἰς τὰ κατὰ μέρος εἴδη διελώμεθα.