Λοιπὸν δέ ἐστι καὶ πέμπτον γένος νοσήματος, ἡ τῆς ἑνώσεως λύσις, εἴτ’ οὖν ἐν ἑνί τινι τῶν ἁπλῶν γένοιτο μορίων τῶν ὁμοιομερῶν ὀνομαζομένων, εἴτε κᾀν τοῖς συνθέτοις, ὅθεν καὶ μικρῷ πρόσθεν ἐν τοῖς κοινοῖς ἑκατέρων τῶν μορίων νοσήμασι ἐμνημονεύσαμεν αὐτῆς. ὅπου γὰρ διασπᾶται σύνδεσμος ἢ ἀρτηρία, κοινὸν τὸ πάθημά ἐστι καὶ τοῦ παντὸς ὀργάνου καὶ αὐτοῦ τοῦ διασπασθέντος μορίου. λέλυται γὰρ ἑκάτερον τῆς συνεχείας, τὸ μὲν ὅλον, μηκέτι συναπτομένων αὐτοῦ μηδ’ ἑνουμένων τῶν μορίων, αὐτὸ δὲ τὸ διασπασθὲν οὐκ ἔτι μένον ἓν, ἀλλὰ δύο γενόμενον. εἰ μέντοι μὴ διασπασθείη τελέως, ἀλλ’ ἐκ μέρους τινὸς, οὐκ ἔτι τοῦτο τοῦ παντὸς ὀργάνου τὸ νόσημά ἐστι, πλὴν εἰ μὴ κατὰ συμβεβηκὸς, ὅτι μόριον αὐτοῦ πέπονθεν, ἀλλ’ αὐτοῦ μόνον τοῦ πεπονθότος ἴδιον ἐξαίρετον. ὀνομάζεται δὲ κατὰ μὲν ὀστοῦν ἡ τῆς συνεχείας λύσις κάταγμα, κατὰ δὲ τὰ σαρκώδη πάντα κοινῶς ἕλκος. τὸ δὲ ῥῆγμα καὶ τὸ σπάσμα τοῦ μὲν αὐτοῦ γένους ἐστί· συνίσταται δὲ τὸ μὲν ἐν σαρκώδει, τὸ δὲ ἐν νευρώδει μορίῳ, τῶν ἐν αὐτοῖς ἰνῶν διασπασθεισῶν ὑπὸ βιαίας τινὸς θλάσεως, ἢ ἐξαιφνιδίου τε καὶ ἀθρόας τάσεως. τὰ δὲ ἀποσπάσματα καλούμενα μόνων τῶν ὀργανικῶν ἐστι μορίων ἴδια παθήματα. αὗται μὲν αἱ σύμπασαι διαφοραὶ τῶν ἁπλῶν νοσημάτων. Ἐπὶ δὲ τὰς συνθέτους ἤδη μετιέναι καιρὸς ἀπὸ τῶν ὁμοιομερῶν αὖθις ἀρξαμένους σωμάτων. ἔσται δὴ κατὰ μὲν τὴν προτέραν ὑπόθεσιν ἐξ εὐρύτητός τε καὶ στεγνώσεως πόρων νόσημά τι σύνθετον, οὐχ ἑκάστου τῶν κατὰ μέρος πόρων ἀμφότερα πάσχοντος, ἀλλὰ ἐναλλὰξ, τῶν μὲν στεγνουμένων, τῶν δ’ εὐρυνομένων σωμάτων, ὡς μηδὲν μᾶλλον εὐρύτητα πόρων ἢ στέγνωσιν ἔχειν αἰτιᾶσθαι κατὰ τὸ σύμπαν ὁμοιομερὲς σῶμα, μηδ’. εἶναί τι λαβεῖν αἰσθητὸν αὐτοῦ μέρος, ᾧ θάτερον ὑπάρχει μόνον, ἀλλ’ αἰεὶ τὸ λαμβανόμενον ἅπαν ὑπ’ ἀμφοτέρων συνέχεσθαι. κατὰ δὲ τὴν δευτέραν ὑπόθεσιν ἐπὶ μὲν ταῖς ποιότησι μόναις ἐξισταμέναις τοῦ κατὰ φύσιν ἐν ἑκάστῳ τῶν ὁμοιομερῶν σωμάτων ἔσται σύνθετα νοσήματα τέτταρα, θερμὸν ἅμα καὶ ξηρὸν, καὶ θερμὸν ἅμα καὶ ὑγρὸν, καὶ ψυχρὸν ἅμα καὶ ξηρὸν, καὶ ψυχρὸν ἅμα καὶ ὑγρόν· οὐσίας δέ τινος ἐπιῤῥυείσης αὐτοῖς, ὁμοίως ἕτερα τέτταρα, τὰς αὐτὰς τῶν ποιοτήτων ἔχοντα συζυγίας. ἐπεὶ δὲ καὶ ἡ τῆς συνεχείας διαίρεσις οὐκ ἐν τοῖς συνθέτοις μόνον ὀργάνοις, ἀλλὰ καὶ ἐν τοῖς ἁπλοῖς ἐγγίνεται σώμασιν, ἐπιπλακήσεταί ποτε καὶ ἥδε τοῖς τε νῦν εἰρημένοις συνθέτοις νοσήμασι κατ’ ἀμφοτέρας τὰς ὑποθέσεις καὶ τοῖς εὐθὺς ἐν ἀρχῇ τοῦ παντὸς λόγου γεγραμμένοις τοῖς ἁπλοῖς. οὐ γὰρ ἀδύνατον ἡλκῶσθαί τε ἅμα καὶ ξηρότερον εἶναι τοῦ κατὰ φύσιν ἢ ὑγρότερον ἢ ψυχρότερον ἢ θερμότερον τὸ μόριον, οὐδ’ ἡλκῶσθαι μὲν ἅμα καὶ ὑγρότερον ὑπάρχειν, οὐχὶ δὲ καὶ θερμότερον εἶναι. τά γ’ οὖν ἡλκωμένα τε ἅμα καὶ φλεγμαίνοντα μόρια τριχῇ τοῦ. κατὰ φύσιν ἐξίσταται, διὰ μὲν τὴν ἕλκωσιν ἀπολλύντα τὴν ἕνωσιν τῶν οἰκείων μορίων, ὅτι δὲ φλεγμαίνει, θερμότερά τε καὶ ὑγρότερα τοῦ κατὰ φύσιν ἀποτελούμενα. τὸν γὰρ δὴ ὄγκον τὸν ἐν αὐτοῖς, ὅταν μὲν ἐπὶ τοσοῦτον αἴρηται μέγεθος, ὡς βλάπτειν τι δι’ αὐτὸ τοῦτο τὴν ἐνέργειαν, ἤδη νόσημα νομιστέον, ἄλλως δὲ σύμπτωμά τε καὶ πάθημα μόνον, ὥσπερ καὶ τὴν ὀδύνην. ἅπαντ’ οὖν τὰ φλεγμαίνοντά τε ἅμα καὶ ἡλκωμένα σώματα τριχῇ μὲν ἐξ ἀνάγκης, τετραχῇ δ’ ἔστιν ὅτε νοσεῖ, φλεγμονὴν ὀνομαζόντων ἡμῶν δηλονότι νῦν οὐ τὴν οἷον φλόγωσιν τῶν μορίων, ὥσπερ ἦν ἔθος τοῖς παλαιοῖς, ἀλλὰ τὸν ἐρυθρόν τε καὶ ἀντίτυπον καὶ ὀδυνηρὸν ὄγκον. οὕτω δὲ καὶ τοῖς ἐρυσιπέλασι συμπίπτει πόθ’ ἕλκη. τοῖς μὲν γὰρ ἄνθραξιν ἀδύνατον ἄλλως συστῆναι, μέσα δὲ τούτων ἐστὶ τὴν φύσιν ἕρπητές τε καὶ καρκῖνοι, τὰ πολλὰ μὲν ἅμα τοῖς ἕλκεσιν, ἔστιν ὅτε δὲ καὶ χωρὶς ἐκείνων συνιστάμενα. σύνθετα γοῦν ἐστι τὰ τοιαῦτα πάντα νοσήματα, κᾂν χωρὶς ἕλκους γίγνηται· καθ’ ἕνα μὲν τρόπον, ὅτι πάντα περιττῆς ὑγρότητος ἤτοι θερμῆς ἢ ψυχρᾶς ἐστιν ἔγγονα, χολῆς μὲν ξανθῆς ἐρυσίπελας, μελαίνης δὲ καρκῖνος αἵματος δὲ φλεγμονὴ, καὶ φλέγματος οἴδημα· καθ’ ἕτερον δὲ, διότι τῶν εἰρημένων χυμῶν, εἰ καὶ κατὰ τὴν ἰδέαν ὑγροὶ σύμπαντες εἰσὶν, ἀλλὰ τήν γε δύναμιν οὐχ ὑγροί· ὁ μὲν γὰρ τῆς μελαίνης χολῆς ξηρὸς καὶ ψυχρός· ὁ δὲ τῆς ξανθῆς ξηρὸς καὶ θερμός· ὁ δὲ τοῦ φλέγματος ὑγρὸς καὶ ψυχρός· ὑγρὸν δὲ καὶ θερμὸν τὸ αἷμα· κατὰ δ’ αὖ τρίτον τρόπον, ὅτι πάντα ἀλλήλοις ἐπιπλέκεται, καὶ σπάνιόν ἐστιν εὑρεῖν ἕκαστον αὐτῶν εἰλικρινές. ἀναμέμικται γὰρ ὡς τὰ πολλὰ ταῖς μὲν φλεγμοναῖς ἢ ἐρυσιπελατῶδες, ἢ οἰδηματῶδες, ἢ σκιῤῥῶδές τι, τοῖς δ’ ἐρυσιπέλασιν ἢ φλεγμονῶδες, ἢ οἰδηματῶδες, ἢ σκιῤῥῶδες, καὶ τῶν ἄλλων ὁμοίως ἑκάστῳ. σύνθετα τοίνυν γίγνεται πολυειδῶς ἅπαντα τοιαῦτα νοσήματα· καὶ ῥηθήσεται  περὶ αὐτῶν ἐπὶ πλέον ἔν τε τῷ περὶ τῶν νοσερῶν αἰτίων γράμματι, καὶ ἐν τῷ μετ’ αὐτὸ, τῷ τῶν νοσωδῶν συμπτωμάτων, καὶ πρὸς τούτοις ἔτι διὰ τῆς θεραπευτικῆς πραγματείας, ἧσπερ ἕνεκα σύμπαντα ταῦτα γράφεται. Νυνὶ δὲ, ἐπειδὴ τὸν τρόπον αὐτῶν τῆς ἐπιπλοκῆς εἴπομεν, ἐπὶ τὰ τῶν ὀργάνων ἤδη μετέλθωμεν νοσήματα, δεικνύντες ὅπως καὶ ταῦτα γίγνεται σύνθετα. πρῶτον δ’ ἀναμνῆσαι χρὴ τοῦ κατ’ ἀρχὰς ῥηθέντος, ὡς ἔστιν ἕτερα μὲν τῶν πρώτων σωμάτων τῶν ὁμοιομερῶν, ἕτερα δὲ τῶν ὀργανικῶν τε καὶ συνθέτων τὰ νοσήματα, φλεγμονὴ μὲν τῶν πρώτων, ἐξάρθρημα δὲ τῶν ὀργανικῶν. ὅταν οὖν ἐξαρθρήσῃ τε ἅμα καὶ φλεγμήνῃ τι κῶλον, αὐτοῦ μὲν πρώτως ἐστὶ τοῦ σύμπαντος ὀργάνου νόσος ἡ ἐξάρθρησις, ἡ φλεγμονὴ δὲ οὐ πρώτως, οὐδ’ ἰδίως, ἀλλὰ κατὰ συμβεβηκός. ἐπειδὴ γὰρ ἑνὸς ἑκάστου τῶν μορίων αὐτοῦ νόσημά ἐστιν ἡ φλεγμονὴ, κατὰ συμβεβηκὸς ἂν εἴη καὶ τοῦ σύμπαντος ὀργάνου τὸ νόσημα. καὶ μὲν δὴ καὶ ὀφθαλμία φλεγμονὴ μέν ἐστι τοῦ ἐπιπεφυκότος ὑμένος τῷ κερατοειδεῖ, κατὰ συμβεβηκὸς δὲ τοῦ ὀφθαλμοῦ νόσημα. συμβαίνει δέ ποτε, τοῦ κερατοειδοῦς χιτῶνος ἕλκος ἔχοντος βαθὺ, κᾄπειτα διαβρωθέντος ὅλου, προπεσεῖν μέν τι τοῦ μετ’ αὐτὸν τοῦ ῥαγοειδοῦς ὀνομαζομένου, παρασπασθῆναι δὲ καὶ τὴν κόρην· καὶ τούτων ἕκαστον τῶν τριῶν ὀφθαλμοῦ πάθημα νομίζεται. καίτοι τὸ μὲν ἑλκωθῆναί τε καὶ διαβρωθῆναι τοῦ κερατοειδοῦς ἦν μόνου, τὸ δὲ προπεσεῖν τοῦ ῥαγοειδοῦς, τὸ δὲ παρασπασθῆναι τῆς κόρης. ἀλλ’, ὡς εἴρηται, τὰ τῶν ὁμοιομερῶν σωμάτων νοσήματα τοῦ σύμπαντος ὀργάνου κατὰ συμβεβηκός ἐστι. καὶ τοίνυν, ἐπειδὰν μὲν ἓν ὁτιοῦν ἐξ αὐτῶν νοσῇ σύνθετον νόσημα, τοῦ σύμπαντος ὀργάνου καὶ τοῦτο ἔσται νόσημα κατὰ συμβεβηκός· ἐπειδὰν δὲ πλείω μὲν, ἀλλ’ ἕκαστον ἑνὶ κατέχηται νοσήματι, σύνθετον ἂν εἴη οὕτως τὸ νόσημα τοῦ σύμπαντος ὀργάνου. ἔστω γὰρ, εἰ τύχοι, κατὰ τὸν ὀφθαλμὸν (οὐ γὰρ ἀδύνατος ἡ ὑπόθεσις) ἅμα μὲν πτερύγιον, ἅμα δὲ ὀφθαλμία, καὶ διάβρωσις τοῦ κερατοειδοῦς, καὶ πρόπτωσις τοῦ ῥαγοειδοῦς, καί τις ἀρχὴ γενέσεως ὑποχύματος. ὅτι μὲν οὐχ ἓν οὐδ’ ἁπλοῦν ἐστι τὸ νόσημα, πρόδηλον παντί. καλέσει δ’ ὁ μέν τις αὐτὸ σύνθετον ὀφθαλμοῦ νόσον, ὁ δέ τις οὐδεμίαν σύνθετον, ἀλλὰ πολλὰ νοσήματα ἐρεῖ κατὰ τὸν ὀφθαλμὸν ὑπάρχειν ἐν διαφόροις αὐτοῦ μέρεσι συνεστῶτα. διαφέρει δ’ οὐδὲν ὡς πρὸς τὴν τῆς θεραπευτικῆς ἐνδείξεως ποικιλίαν, ἧσπερ ἕνεκα τὰ τοιαῦτα σύμπαντα ζητοῦμεν, εἴθ’ ἓν εἴη σύνθετον, εἴτε πολλὰ μαχομένης ἰάσεως δεόμενα. ῥηθήσεται δὲ δηλονότι περὶ αὐτῶν ἐπὶ πλέον ἐν τοῖς τῆς θεραπευτικῆς μεθόδου γράμμασιν. εἰς δὲ τὸν νῦν ἐνεστῶτα λόγον ἀπόχρη τό γε τοσοῦτον ἐνδείξασθαι καὶ δηλῶσαι, τὸ πιθανῶς ἂν ἑκατέρους δοξάζειν, τούς τε πολλὰ νοσήματα κατὰ τὸν ὀφθαλμὸν ὑπάρχειν ὑπολαμβάνοντας, τούς τε, καθάπερ ἓν τὸ πάσχον ὄργανον, οὕτω καὶ τὸ νόσημα ἓν εἶναι νομίζοντας, σύνθετον δὲ, ὅταν, ὡς εἴρηται, πλείονα μόρια πεπόνθῃ κατ’ αὐτόν. ὥσπερ οὖν τῶν ἁπλῶν νοσημάτων τὸ μὲν αὐτοῦ πρώτως ἦν νόσημα τοῦ σύμπαντος ὀργάνου, καθάπερ τὸ ὑπόχυμα, τὸ δὲ κατὰ συμβεβηκὸς, ὡς ἡ τοῦ κερατοειδοῦς ἕλκωσις, οὕτω καὶ τῶν συνθέτων νοσημάτων ἴδια μὲν ἔσται τοῦ σύμπαντος ὀργάνου τὰ πολλοῖς αὐτοῦ μορίοις ἅμα διοχλοῦντα, κατὰ συμβεβηκὸς δὲ τὰ καθ’ ἕν τι μόριον ἐν αὐτῷ συνιστάμενα νοσήματα σύνθετα, καθάπερ ἡ ὀφθαλμία, φλεγμονὴ τοῦ ἐπιπεφυκότος ὑμένος ὑπάρχουσα. σύνθετον γὰρ ἐδείκνυτο πάθος ἡ φλεγμονή· προσγινομένου δὲ ἕλκους κατὰ τὸν αὐτὸν τοῦτον ὑμένα, πολὺ μὲν ἂν οὕτω γε μᾶλλον ἐν συνθέτῳ νοσήματι τὸ μόριον εἴη, λέγοιτο δ’ ἂν οὐδὲν ἧττον καὶ αὐτὸς ὁ σύμπας ὀφθαλμὸς ὑπὸ συνθέτου νοσήματος ἔχεσθαι. τὰ μὲν δὴ τοιαῦτα κατὰ συμβεβηκὸς ὅλων τῶν ὀργάνων ἐστὶ νοσήματα σύνθετα· τὰ δ’ ἐκ τοῦ πολλὰ μόρια πεπονθέναι καθ’ ἕνα χρόνον αὐτῶν τῶν ὀργάνων ἐστὶ πρώτως νοσήματα σύνθετα, καὶ μᾶλλον εἰ καὶ τῶν κατὰ μέρος ἕκαστον τῶν ἁπλῶν μὴ κατά τι συμβεβηκὸς, ἀλλὰ πρώτως εἴη τοῦ σύμπαντος ὀργάνου νόσημα, καθάπερ ἐν ὀφθαλμῷ πτερύγιον, ὑπόχυμα, ῥυάς. ἕκαστόν τε γὰρ τούτων ἴδιόν ἐστιν ὀφθαλμοῦ νόσημα, καὶ πάνθ’ ἅμα γιγνόμενα σύνθετον ὀφθαλμοῦ νόσον ἰδίαν ἐργάζεται. τοιαύτῃ τις ἂν χρώμενος μεθόδῳ πάντα ἐξευρίσκοι τὰ σύνθετα νοσήματα τῶν ὅλων ὀργάνων. ἐμοὶ δὲ ἐπεξέρχεσθαί τε καὶ συντιθέναι πάντα περιττὸν ἐδόκει. μεμαθηκώς τις γὰρ τά θ’ ἁπλᾶ νοσήματα πάντα καὶ τὸν τρόπον αὐτῶν τῆς συνθέσεως, ἱκανὸς ἂν εἴη γυμνάζειν ἑαυτὸν ἐν τοῖς κατὰ μέρος· ὡς τό γ’ ἀναγνῶναι μόνον εἰσάπαξ, ὅσα γέγραπται κατὰ τόδε τὸ βιβλίον, οὐδὲν ὄφελος, εἰ μὴ μέλλοι τις ἐν αὐτοῖς ἐπὶ πλεῖστον γυμνάζεσθαι.