Ὄρνιθες δὲ καὶ ἰχθύες ὀλίγου δεῖν ἅπαντες εὔχυμοι πλὴν τῶν ἐν ἕλεσι καὶ λίμναις καὶ ποταμοῖς ἰλυώ δεσι καὶ θολεροῖς διαιτωμένων. ἀέρι γὰρ χείρονι χρῶνται καὶ νήξεσιν ἐλάττοσι καὶ τροφαῖς μοχθηροτέραις, καὶ μάλισθ’ ὅταν ἐκ πόλεως μεγάλης ῥέῃ τὸ ὕδωρ, ἐκκαθαῖρον ἀποπάτους τε καὶ βαλανεῖα καὶ μαγειρεῖα καὶ τὰ τῶν πλυνόντων τὴν ἐσθῆτα καὶ τὴν ὀθόνην ῥύμματα. χειρίστη γὰρ ἡ σὰρξ γίνεται τῶν ἐν ὕδατι τοιούτῳ διαιτωμένων ζώων, μάλιστα μὲν, ὅταν ἐν αὐτῷ μόνῳ διατρίβωσι, κᾂν ἐπιμίγνυται δὲ βελτίονι, μοχθηρότεροι πολλῷ καὶ οὗτοι τῶν ἐν καθαρᾷ θαλάττῃ διαιτωμένων εἰσίν. ἄμεμπτοι γὰρ ὀλίγου δεῖν ἅπαντες ὑπάρχουσιν, ὅσοι κατὰ τὴν ἄμικτον ὕδατι γλυκεῖ διατρίβουσιν, ὥσπερ οἵ τε πελάγιοι καλούμενοι καὶ οἱ πετραῖοι· καὶ γὰρ εἰς εὐχυμίαν καὶ ἐν αὐτῇ τῇ κατὰ τὴν ἐδωδὴν ἡδονῇ προὔχουσι πολὺ τῶν ἄλλων. ἀσφαλέστατον μὲν οὖν ἀεὶ προσφέρεσθαι τῶν τοιούτων· εἰ δέ τι ζῶον εἴη τῶν ἐν ἑκατέροις τοῖς ὕδασι διαιτωμένων, ὥσπερ ὁ κέφαλος καὶ ὁ λάβραξ, ὅ τε κωβιὸς καὶ ἡ σμύραινα, καρκῖνοί τε καὶ ἐγχέλυες, ἀναπυνθάνεσθαι μὲν πρότερον, ὅθεν εἴη τεθηρευμένον, μετὰ δὲ ταῦτα τῇ ὀσμῇ καὶ τῇ γεύσει τὴν διάγνωσιν αὐτῶν ποιεῖσθαι. καὶ γὰρ δυσώδεις καὶ ἀηδεῖς καὶ βλεννώδεις, ὅσοι τὴν δίαιταν ἔσχον ἐν ὕδατι μοχθηρῷ· καὶ μέντοι καὶ λίπος αὐτοῖς ὑπάρχει πολὺ πλέον ἤπερ τοῖς ἄλλοις, καὶ σήπονται ταχέως. οἱ δ’ ἐν θαλάττῃ καθαρᾷ διαιτώμενοι τήν τε ὀδμὴν ἄμεμπτον ἔχουσι καὶ τὴν γεῦσιν ἡδεῖαν, τό τε λίπος ὀλίγιστον, ἢ οὐδ’ ὅλως, ἐξαρκοῦσί τε πλέονι χρόνῳ μὴ σηπόμενοι, καὶ μάλισθ’ ὅταν αὐτοῖς τις περιβάλλῃ χιόνος. κατὰ ταῦτα μὲν οὖν καὶ κρείττους οἱ σκληρότεροι γίνονται ψαθυρωτέραν ἴσχοντες τὴν σάρκα τοῖς πετραίοις τε καὶ τοῖς ὀνίσκοις ὁμοίως· ὃ γὰρ τούτοις ὑπάρχει φύσει, τοῦτο τοῖς σκληροσάρκοις ἐκ τῆς χιόνος προσγίνεται. διὰ τοῦτ’ οὖν ἐναντιωτάτην ἔχουσιν οὐσίαν τῆς σαρκὸς οἵ τ’ ἐκ θαλάττης καθαρᾶς κέφαλοι καὶ οἱ κατὰ τὸ μοχθηρὸν ὕδωρ διαιτώμενοι· παραπλησίως δ’ αὐτοῖς καὶ οἱ κωβιοὶ καὶ οἱ λάβρακες, ἔτι τε τούτων μᾶλλον οἱ ἄλλοι. καὶ σμύραιναι δὲ φαυλόταται γίνονται κατὰ τὰ τοιαῦτα τῶν ὑδάτων. ἡ δ’ ἔγχελυς οὐδ’ ὅλως εὔχυμον ἔδεσμα, κᾂν ἐξ ὕδατος ᾖ καθαροῦ, μήτοι γε δὴ τοῦ πόλιν ἐκκαθαίροντος, ὡς εἴρηται. καὶ παρὰ τὰς ἐπιχωρίους δὲ τροφὰς ἀμείνους τε καὶ χείρους ἑαυτῶν ἰχθύες γίνονται, διαγινωσκόμενοι ῥᾳδίως ὀσμῇ τε καὶ γεύσει, καθάπερ αἱ τρίγλαι. μοχθηρότεραι γὰρ αὐτῶν αἱ τὴν καρκινάδα σιτούμεναι, τῶν δ’ ἄλλων ἡ σὰρξ σκληροτέρας ἐστὶν ὕλης, οὐ μόνον τῆς τῶν πετραίων τε καὶ ὀνίσκων, ἀλλὰ καὶ κεφάλων καὶ λαβράκων, καὶ τῶν ἄλλων πελαγίων, καὶ κατὰ τοῦτο δυσπεπτοτέρα τε καὶ τροφιμωτέρα, κακόχυμον οὐδὲν ἔχουσα. λέλεκται δὲ τελεώτερον ὑπὲρ ἁπάσης τροφῆς ἐν τρισὶν ὑπομνήμασιν, ἃ περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων ἐπιγέγραπται, καὶ χρὴ τὸν ὑγιεινῆς τροφῆς φροντίζοντα μήτε τῆς ἐκείνων ἀναμνήσεως ἀμελῆσαι, μήθ’ ὅλως τῆς ὑγιεινῆς πραγματείας, ἧς μέρος ἐστὶ καὶ τὸ περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων. ἀλλὰ καὶ περὶ τῆς λεπτυνούσης διαίτης, ἐναντίας οὔσης τῇ παχυνούσῃ διαίτῃ, γέγραπται βιβλίον ἕτερον ἱκανῶς χρήσιμον οἷς ὑγεία σπουδάζεται. Μεμνῆσθαι δέ σε πρὸ πάντων βούλομαι κατὰ τὰς τοιαύτας πραγματείας, ὡς οὔτε βοηθήματος, οὔθ’ ὑγιεινῶν διαιτημάτων ἐπιστήμων ἐστὶ τελέως ὁ τὰς τῶν ὑλῶν δυνάμεις ἀκριβῶς ἐκμαθὼν, ἐὰν μὴ γινώσκῃ τὰς τῶν σωμάτων φύσεις, οἶς ταῦτα προσάγεται. τινὰ μὲν γὰρ αὐτῶν ἐστι πυκνὰ καὶ ἀδιάπνευστα, τινὰ δ’ ἀραιὰ καὶ ῥᾳδίως ἐκκενούμενα. καὶ δεῖται δηλονότι τροφῆς ὑγροτέρας τὰ πρότερα, ξηροτέρας δὲ τὰ δεύτερα, καὶ τὰ μὲν κολλωδεστέρας, τὰ δὲ λεπτοτέρας, καὶ τὰ μὲν ἐλάττονος, τὰ δὲ πλείονος. οὕτως δὲ καὶ ὅσοι μελαγχολικώτερον ἔχουσι τὸ αἷμα, τῶν ὑγρῶν καὶ θερμῶν τῇ κράσει δέονται τροφῶν, ὥσπερ γε καὶ ὅσοι χολωδέστερον, ὑγρῶν καὶ ψυχρῶν, ὡσαύτως δ’ οἳ φλεγματῶδες, θερμαινουσῶν τε καὶ ξηραινουσῶν. ὅσοι δ’ αἷμα χρηστὸν ἀθροίζουσι πλέον, ὀλιγωτέρων μὲν ἐδεσμάτων χρῄζουσιν, ἐπιφανῆ δ’ οὐδεμίαν ἐχόντων δύναμιν, ἀλλ’ ἐν τῷ μέσῳ καθεστηκότων, ὡς μήτε θερμαίνειν ἀξιολόγως, μήτε ψύχειν, ὥσπερ γε καὶ μηδ’ ὑγραίνειν ἢ ξηραίνειν, οὕτω δὲ καὶ πάχους καὶ λεπτότητος ἐν τῷ μέσῳ καθεστηκότων,  ὡσαύτως δὲ γλισχρότητός τε καὶ τῶν ἐναντίων αὐτῇ· κραυρότητα δὲ λέγω καὶ ψαθυρότητα. ὑπάρχει δὲ κραυρότης μὲν τοῖς σκληροῖς τε καὶ ξηροῖς ἱκανῶς, ψαθυρότης δὲ τοῖς μαλακοῖς τε καὶ μέσοις καθ’ ὑγρότητά τε καὶ ξηρότητα· κοινὸν δ’ ἀμφοῖν τὸ μηδὲν ἔχειν γλίσχρον. διαγνωστικὸν οὖν εἶναι προσήκει τὸν ὀρθῶς χρησόμενον ταῖς τροφαῖς, πρῶτον μὲν τῆς κατ’ ἀραιότητά τε καὶ πυκνότητα τοῦ δέρματος ἐν τοῖς ἀνθρώποις διαφορᾶς, ἐφεξῆς δ’ αὐτῇ τῆς ὅλης τοῦ σώματος κράσεως, εἶθ’ ἑξῆς εἰ σώζει πάντα τὰ μόρια τοῦ σώματος τὴν οἰκείαν κρᾶσιν. ἐνίοτε μὲν γὰρ ἡ κεφαλή ἐστι θερμοτέρα τοῦ προσήκοντος, ἡ γαστὴρ δὲ ψυχροτέρα, πολλάκις δὲ τοὐναντίον ἡ γαστὴρ μὲν θερμοτέρα, ψυχροτέρα δ’ ἡ κεφαλή· καὶ τἄλλα μόρια πάνθ’ ὡσαύτως. ἡ μὲν οὖν ἄλλη πᾶσα θεραπευτική τε καὶ ὑγιεινὴ μέθοδος ἁπάντων ὁμοτίμως ἐστόχασται, τὰ δὲ κατὰ τὰς τροφὰς ἐξαίρετον μὲν ἔχει καὶ πρῶτον σκοπὸν, ὅπως ἄριστα πεφθήσεται, δεύτερον δὲ ἐπὶ τῷδε, τὸν ἀναδοθησόμενον ἐκ τῆς πεφθείσης τροφῆς χυμὸν ἐπιτήδειον εἷναι τῇ κράσει τῶν ἄλλων μορίων. ἀναγκαία τοιγαροῦν ἐκ τῶνδε φαίνεται τοῖς ὀρθῶς μέλλουσι χρῆσθαι τροφαῖς ἡ περὶ κράσεως πραγματεία. καὶ τοίνυν ὡς γεγυμνασμένῳ σοι κατ’ αὐτὴν, ὅσον ἔθ’ ὑπόλοιπόν ἐστιν εἰς εὐχυμίαν τε καὶ κακοχυμίαν ἀναγκαῖον ἐγνῶσθαι, προσθήσω, τὴν ἀρχὴν ἀπὸ τῶν οἴνων ποιησόμενος.