Ἐν δὲ τοῖς Δημητρίοις σπέρμασιν ἄριστον εἰς εὐχυμίαν ἔδεσμα καλῶς ἑψημένη πτισάνη. συνενδείκνυται δ’ ὁ λόγος οὗτος, ὅτι ἀρίστην εἶναι χρὴ καὶ τὴν κριθήν. οὐ γὰρ ἕψεται καλῶς ἡ πτισάνη, μὴ τοιαύτης οὔσης αὐτῆς, διὰ τὸ μήτε πλεῖον ἐξοιδίσκεσθαι διαβρεχομένην, μήτε χυλοῦσθαι τηκομένην. ἀλλὰ περὶ πτισάνης ἔν τε τῷ περὶ τῶν ἐν τροφαῖς δυνάμεων καὶ τοῖς τῆς θεραπευτικῆς μεθόδου καὶ τοῖς εἰς τὸ περὶ διαίτης ὀξέων Ἱπποκράτους ὑπομνήμασιν ἐπὶ πλέον εἴρηται. νυνὶ δ’ ἀρκεῖ δεδηλῶσθαι τὸ κεφάλαιον, οὗ χρῄζομεν εἰς τὸν ἐνεστῶτα λόγον, ὡς ἀμεμπτότατον εἴη ἂν πάντων ἐδεσμάτων εἰς εὐχυμίαν τε καὶ φυλακὴν ὑγείας πτισάνη καλῶς ἐσκευασμένη. τρέφει γε μὴν ἄρτου ἧττον ἡ καλλίστη· περὶ οὗ καὶ αὐτοῦ λέλεκται κατὰ τὸ β΄ γράμμα περὶ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων. τῆλις μὲν οὐκ εὔχυμος, ἂν πλεονάζῃ τις ἐν αὐτῇ, πτισάνην δὲ κᾂν καθ’ ἑκάστην ἡμέραν εἰς κόρον ἐσθίῃς, οὐδὲν εἰς εὐχυμίαν βλαβήσῃ. περὶ κυάμου δ’ ἂν ἔλεγον ταὐτὸν, εἰ μὴ φυσώδης ἦν· οὔτε γὰρ κακόχυμος, οὔτε ἐμφρακτικὸς, ἅπερ ἐστὶ κεφάλαια τῶν ὑγιεινῶν ἐδεσμάτων· ὑπάρχει δ’ αὐτῷ ταῦτα διὰ τὸ ῥυπτικὴν ἔχειν ποιότητα καὶ δύναμιν ἐν αὑτῷ, καθάπερ ἡ κριθή. τῷ πισῷ δὲ τὸ μὲν ἄφυσον ὑπάρχει, τὸ ῥυπτικὸν δ’ οὐκ ἴσον τῷ κυάμῳ. περὶ δὲ τῆς φακῆς, ὅτι κακόχυμός ἐστι καὶ μελαγχολικὴ, σχεδὸν οὐδεὶς ἀγνοεῖ· ὡς φαρμάκῳ δ’ αὐτῇ χρώμεθα πολλάκις ἐπὶ πολλῶν παθημάτων, ἀλλ’ οὐ νῶν ἐκείνων ὁ καιρός. ὦχροι δὲ καὶ δόλιχοι τῶν μὲν εἰρημένων χείρους, ἀμείνους δὲ λαθύρων. ὀλύραν δὲ μετὰ τὴν κριθὴν τίθει, καὶ μετ’ ἐκείνην τίφην. ἔλυμος δέ σοι φευκτέος ἀεί· καλοῦσι δ’ αὐτὸν ἔνιοι μελίνην τῶν παλαιῶν. ἡ δὲ κέγχρος ὁμογενὴς μέν ἐστι τῷ σπέρματι τούτῳ, μοχθηρὰ δ’ ἧττον. ὅ γε μὴν ἐρέβινθος, εἰ καὶ τρόφιμος, ἀλλ’ οὐκ εὔχυμος, φυσώδης δὲ οὐδὲν ἧττόν ἐστι κυάμου, παροξύνει δὲ καὶ πρὸς συνουσίαν ἅμα τῷ πολὺ σπέρμα γεννᾷν. ὁ δὲ θέρμος ἱκανῶν παχύχυμος· εὔδηλον δ’, ὅτι καὶ τρόφιμος, εἴπερ παχύχυμος, οὐ μὴν κακόχυμος. τῶν δ’ ἄλλων ὀσπρίων οὐδὲ μεμνῆσθαι καλὸν εἰς εὐχυμίας λόγον, ὧν γε μηδ’ ἐσθίουσιν ἄνθρωποι, πρὶν ὑπὸ λιμοῦ βιασθῆναι. περὶ μὲν οὖν ὀσπρίων αὐτάρκως εἴρηται, περὶ δὲ καρπῶν ἐφεξῆς ἂν εἴη ῥητέον. Εἰσὶ δ’ οἱ μὲν ἀπὸ δρυῶν ὀλίγου δεῖν ἅπαντες κακόχυμοι πλὴν τῶν καστανειῶν ὀνομαζομένων βαλάνων. αὗται δὲ πεφθεῖσαι καλῶς ἐν τῇ γαστρὶ τρόφιμοι μέν εἰσι καὶ παχύχυμοι, κακόχυμοι δ’ οὐδαμῶς. τῶν δ’ ἄλλων οἱ μὲν ὡραῖοι καλούμενοι καρποὶ κακόχυμοι πάντες· ἐὰν δὲ δια φθαρῶσιν ἐν τῇ γαστρὶ, φαρμάκου δηλητηρίου πλησίον ἥκουσιν, ὥσπερ καὶ τὰ μόρα, καίτοι μετριώτερα τῶν Περσικῶν ὀνομαζομένων ὄντα καὶ τῶν κοκκυμήλων, ὅμως τὴν διαφθορὰν οὐδὲν ἧττον ἐκείνων ἔχει μοχθηράν. ἣν δ’ ὀνομάζουσιν ἰδίως οἱ Ἕλληνες ὀπώραν ἐν σύκοις καὶ σταφυλαῖς οὖσαν, ἀμείνων μέν ἐστι τῶν εἰρημένων, οὐ σμικρὰν δ’ ἔχει τὴν διαφορὰν, ἢ πέπειρον ἀκριβῶς εἶναι τὸν καρπὸν, ἢ μηδέπω τοιοῦτον. ἐγγὺς γὰρ τῶν ἀβλαβῶν τὰ πέπειρα σῦκα, καὶ μετὰ ταῦτα ἡ πέπειρος σταφυλή. κρεμασθεῖσα δὲ καὶ ἥδε τὸ φυσῶδες ἀποτίθεται καὶ γίνεται τελέως ἄμεμπτον. περὶ ἰσχάδων δὲ δόξειεν ἄν τις ἐναντία λέγων ἀληθεύειν, εἰ κακοχύμους γε ἅμα καὶ εὐχύμους αὐτὰς εἴποι, νοσῶδές τε καὶ ὑγιεινὸν ἐχούσας. ἐὰν γὰρ αὗται διεξέρχωνται κατὰ τὴν γαστέρα, καὶ ἡ ἀπ’ αὐτῶν ἀναδοθεῖσα τροφὴ διά τε τοῦ δέρματος καὶ τῶν νεφρῶν, ὑγιειναί τέ εἰσι καὶ εὔχυμοι· βραδύνουσαι δύνουσαι δὲ κακοχυμότεροί πως γίνονται καὶ φθειρῶν πολλῶν γεννητικαί· μετὰ δὲ καρύων ἐσθιόμεναι κάλλιστόν εἰσιν ἔδεσμα, καθάπερ γε καὶ ἀμυγδάλων, ἀλλὰ μετὰ τούτων μὲν, ὡς ἐκφρακτικῶν καὶ ῥυπτικῶν, οὐ μὴν εὐχύμων γε τοῖς καρύοις ὡσαύτως οὐδὲ τροφίμων, ἅμα δὲ τοῖς καρύοις βελτίους εἰς ἅπαντα. καί τινες τῶν γραψάντων συνθέσεις φαρμάκων θανασίμων ἀλεξητήριον αὐτῶν ἁπάντων εἶναί· φασι προλαμβανομένας ἰσχάδας ἅμα καρύοις τε καὶ πηγάνῳ. τὰ δ’ ἄλλα τῶν ἀκροδρύων εἴδη κακόχυμά ἐστι, καὶ μάλισθ’ ὅσα τῶν ἀγρίων αὐτῶν καὶ θάμνων εἰσὶ καρποὶ, περὶ ὧν ἐπὶ πλέον εἴρηται κατὰ τὸ β΄ τῶν ἐν ταῖς τροφαῖς δυνάμεων. μήλων δὲ καὶ ῥοῶν, ἀπίων τε καὶ μεσπίλων, οὐχ ὡς τροφῆς, ἀλλ’ ὡς φαρμάκων χρῄζομεν εἰς τόνον στομάχου τε καὶ γαστρός. καρποὶ δ’ εἰσὶ καὶ σικυοὶ καὶ πέπονες καὶ μηλοπέπονες, ἀλλ’ οὐδὲν οὐδὲ τούτων εὔχυμον· εἰ δὲ μὴ ταχέως ὑπέλθοι, διαφθείρεται κατὰ τὴν γαστέρα καὶ τὸν ἐκ τῆς διαφθορᾶς γινόμενον  χυμὸν ἐγγὺς τοῖς θανασίμοις γενόμενον φαρμάκοις ἐργάζεται. κολοκύνθη δ’ ἄμεμπτος μόνη τῶν τοιούτων καρπῶν, ἀλλὰ καὶ αὕτη διαφθαρεῖσα κατὰ τὴν γαστέρα κακόχυμος ἱκανῶς γίνεται, καθάπερ καὶ τὰ συκάμινα· καὶ γὰρ καὶ ταῦτα, πρὶν διαφθαρῆναι, φθάσαντα ταχέως ὑπελθεῖν, οὐδὲν ἐργάζεται φαῦλον, εἴ γε μή τις ἐν αὐτοῖς πλεονάζοι· κοινὸν γὰρ τοῦτο περὶ ἁπάντων ὡραίων ἐπίστασθαί τε χρὴ καὶ μεμνῆσθαι. τῶν δὲ λαχάνων οὐδὲν μὲν εὔχυμον, ἐν μέσῳ δ’ εὐχύμου τε καὶ κακοχύμου θρίδαξ ἐστὶν, εἶτα μαλάχη, καὶ μετ’ αὐτὴν ἀτράφαξύς τε καὶ ἀνδράχνη, καὶ βλίτον καὶ λάπαθον. ἐσχάτως δὲ κακόχυμα πάντ’ ἐστὶν, ἃ καλοῦσιν ἄγρια λάχανα, θριδακίνη, χονδρίλη, σκάνδιξ, γιγγίδιον, σέρις, κιχώριον. αἱ δὲ ῥίζαι τῶν λαχανωδῶν φυτῶν κακόχυμοι μὲν, ὅσαι δριμεῖαι, καθάπερ αἱ τῶν κρομμύων καὶ πράσων καὶ σκορόδων καὶ ῥαφανίδων καὶ δαύκου, μέσαι δ’ εὐχύμων τε καὶ κακοχύμων αἵ τε τῶν ἄρων εἰσι καὶ τῶν γογγυλίδων, ἃς καὶ βουνιάδας ὀνομάζουσι, καὶ τοῦ καλουμένου κάρους.